[7] τοὺς δὲ στρατηγοὺς αὖ πάλιν ἐνθένδε παριόντας
10
σκοπῶμεν, ὧν παρερχομένων ὡς ἀληθῶς
εὐφημεῖν χρὴ κἀξίστασθαι τοὺς ἀπράκτους καὶ ἀπολιτεύτους καὶ ἀστρατεύτους,
ὅστις ἄτολμος
1
πρὸς ἔργα
349c
τοιαῦτα καὶ γνώμῃ μὴ καθαρεύει, μηδὲ Μιλτιάδου τοῦ μηδοφόνου μηδὲ τοῦ περσοκτόνου Θεμιστοκλέους
15
χειρὸς βακχεῖʼ ἐτελέσθη Ἀρήιος ὁ κῶμος οὗτος ἐκ γῆς ἅμα φάλαγξι καὶ στόλοις ἐκ θαλάττης καὶ μεμιγμένοις
2
σκύλοις καὶ τροπαίοις βεβριθώς.
κλῦθʼ
3
Ἀλαλά, Πολέμου
4
θύγατερ, ἐγχέων προοίμιον, ᾇ θύεται
5
ἄνδρες τὸν ἱρόθυτον
6
θάνατον,
ὡς ὁ Θηβαῖος Ἐπαμεινώνδας
20
εἶπεν,
7
ὑπὲρ πατρίδος καὶ τάφων καὶ ἱερῶν ἐπιδιδόντες ἑαυτοὺς τοῖς καλλίστοις καὶ λαμπροτάτοις ἀγῶσιν. ὧν τὰς Νίκας μοι δοκῶ προσερχομένας,
οὐ βοῦν ἔπαθλον ἑλκούσας ἢ τράγον, οὐδʼ ἀνεστεμμένας
349d
κιττῷ καὶ Διονυσιακῆς τρυγὸς ὀδωδυίας· ἀλλʼ ὅλαι μὲν πόλεις αὐτῶν εἰσι καὶ νῆσοι καὶ ἤπειροι, καὶ ναοὶ
8
χιλιοτάλαντοι καὶ δήμων ἀποικισμοὶ μυρίανδροι,
5
τροπαίοις δὲ παντοδαποῖς ἀναστέφονται
9
καὶ λαφύροις· ὧν ἀγάλματα καὶ σύμβολα παρθενῶνες ἑκατόμπεδοι, νότια τείχη, νεῶν οἶκοι,
10
προπύλαια, Χερρόνησος, Ἀμφίπολις. Μαραθὼν τὴν Μιλτιάδου Νίκην προπέμπει, καὶ Σαλαμὶς τὴν Θεμιστοκλέους, χιλίων
10
σκαφῶν ναυαγίοις ἐπιβεβηκυῖαν. φέρει δʼ ἡ μὲν Κίμωνος τριήρεις ἑκατὸν Φοινίσσας ἀπʼ Εὐρυμέδοντος, ἡ δὲ Δημοσθένους καὶ Κλέωνος ἀπὸ Σφακτηρίας τὴν Βρασίδου ἀσπίδʼ αἰχμάλωτον καὶ δεδεμένους
349e
Σπαρτιάτας.
11
τειχίζει δὲ τὴν πόλιν ἡ Κόνωνος,
15
ἡ δὲ Θρασυβούλου κατάγει τὸν δῆμον ἀπὸ Φυλῆς ἐλεύθερον, αἱ
12
δʼ Ἀλκιβιάδου περὶ Σικελίαν ὀλισθοῦσαν τὴν πόλιν ἐγείρουσιν· ἐκ δὲ τῶν Νειλέου καὶ Ἀνδρόκλου περὶ Λυδίαν καὶ Καρίαν ἀγώνων Ἰωνίαν ἀνισταμένην
13
ἐπεῖδεν ἡ Ἑλλάς. τῶν δʼ ἄλλων
20
ἑκάστης ἂν πύθῃ τί τῇ πόλει γέγονεν ἐξ αὐτῆς ἀγαθόν, ἡ μὲν ἐρεῖ Λέσβον, ἡ δὲ Σάμον, ἡ δὲ Κύπρον, ἡ δὲ Πόντον Εὔξεινον, ἡ δὲ πεντακοσίας τριήρεις, ἡ δὲ μυρία τάλαντα, προῖκα τῆς δόξης καὶ τῶν τροπαίων. ταῦθʼ ἡ πόλις ἑορτάζει καὶ ὑπὲρ τούτων
25
349f
θύει τοῖς θεοῖς, οὐκ ἐπὶ ταῖς Αἰσχύλου νίκαις ἢ
Σοφοκλέους οὐδʼ ὅτε Καρκίνος
14
Ἀερόπῃ συνῆν
15
ἢ Ἕκτορι Ἀστυδάμας
16
, ἀλλʼ ἕκτῃ μὲν ἱσταμένου
17
Βοηδρομιῶνος ἐσέτι νῦν τὴν ἐν Μαραθῶνι νίκην ἡ πόλις ἑορτάζει· ἕκτῃ δʼ ἐπὶ δέκα μηνὸς
18
οἰνοχοεῖται τῆς
5
Χαβρίου περὶ Νάξον ἐπινίκια ναυμαχίας· τῇ δὲ δωδεκάτῃ χαριστήρια ἔθυον ἐλευθερίας· ἐν ἐκείνῃ γὰρ οἱ ἀπὸ Φυλῆς κατῆλθον. τρίτῃ δʼ ἱσταμένου τὴν ἐν Πλαταιαῖς μάχην ἐνίκων. τὴν δʼ ἕκτην ἐπὶ δέκα τοῦ Μουνιχιῶνος
19
Ἀρτέμιδι καθιέρωσαν, ἐν ᾗ
10
τοῖς Ἕλλησι περὶ Σαλαμῖνα νικῶσιν ἐπέλαμψεν ἡ
350a
θεὸς πανσέληνος. τὴν δὲ δωδεκάτην τοῦ Σκιρροφοριῶνος ἱερωτέραν ἐποίησεν ὁ Μαντινειακὸς ἀγών, ἐν ᾧ τῶν ἄλλων συμμάχων ἐκβιασθέντων καὶ τραπέντων, μόνοι τὸ καθʼ ἑαυτοὺς νικήσαντες ἔστησαν τρόπαιον
15
ἀπὸ τῶν νικώντων πολεμίων. ταῦτα τὴν πόλιν ἤγειρεν εἰς δόξαν, ταῦτʼ εἰς μέγεθος· ἐπὶ
20
τούτοις Πίνδαρος
21
ἔρεισμα
τῆς Ἑλλάδος προσεῖπε τὰς Ἀθήνας, οὐχ ὅτι ταῖς Φρυνίχου τραγῳδίαις καὶ Θέσπιδος ὤρθουν
22
τοὺς Ἕλληνας, ἀλλʼ ὅτι πρῶτον, ὥς φησιν αὐτός,
20
350b
ἐπʼ Ἀρτεμισίῳ
παῖδες
23
Ἀθαναίων
24
ἐβάλοντο φαεννὰν
25
κρηπῖδʼ ἐλευθερίας· ἐπί τε Σαλαμῖνι καὶ Μυκάλῃ καὶ Πλαταιαῖς ὥσπερ ἀδαμάντινοι
26
στηρίξαντες τὴν ἐλευθερίαν τῆς Ἑλλάδος παρέδοσαν τοῖς ἄλλοις ἀνθρώποις.