[25]
διὰ τί τὴν μετὰ καλάνδας ἡμέραν καὶ νόννας καὶ εἰδοὺς ἀνέξοδον καὶ ἀνεκδήμητον τίθενται;
5
πότερον, ὡς οἱ πλεῖστοι νομίζουσι καὶ Λίβιος
1
ἱστορεῖ, ὅτι μετὰ τὰς Κυιντιλίας εἰδούς, ἃς νῦν Ἰουλίας καλοῦσιν, ἐξάγοντες οἱ χιλίαρχοι τὸ στράτευμα περὶ τὸν Ἀλλίαν
2
ποταμὸν ἐκρατήθησαν ὑπὸ Κελτῶν μάχῃ καὶ τὴν πόλιν ἀπώλεσαν νομισθείσης δὲ τῆς
3
μετὰ
10
τὰς εἰδοὺς ἀποφράδος προήγαγεν
4
ὥσπερ φιλεῖ πορρωτέρω τὸ ἔθος ἡ δεισιδαιμονία καὶ κατέστησεν εἰς τὴν αὐτὴν εὐλάβειαν τήν τε μετὰ νόννας καὶ τὴν
269f
μετὰ καλάνδας· ἢ τοῦτο μὲν ἔχει πολλὰς ἀλογίας; ἄλλῃ τε γὰρ ἡμέρᾳ τὴν μάχην ἡττήθησαν, ἣν Ἀλλιάδα
5
15
διὰ τὸν ποταμὸν καλοῦντες ἀφοσιοῦνται, καὶ πολλῶν ἀποφράδων οὐσῶν οὐκ ἐν παντὶ μηνὶ τὰς ὁμωνύμους παραφυλάττουσιν, ἀλλʼ ἑκάστην ἐν ᾧ συνέτυχε· τό τε ταῖς μετὰ νόννας καὶ καλάνδας ἁπλῶς ἁπάσαις προστρίψασθαι τὴν δεισιδαιμονίαν
20
ἀπιθανώτατον. ὅρα δὴ μή, καθάπερ τῶν μηνῶν τὸν μὲν πρῶτον ὀλυμπίοις θεοῖς ἱέρωσαν, τὸν δὲ δεύτερον χθονίοις ἐν ᾧ καὶ καθαρμούς τινας τελοῦσι καὶ
270a
τοῖς κατοιχομένοις ἐναγίζουσιν, οὕτω καὶ τῶν ἡμερῶν τὰς μὲν οἷον ἀρχὰς καὶ κυρίας ὥσπερ εἴρηται
25
τρεῖς οὔσας ἑορτασίμους καὶ ἱερὰς ἔθεντο, τὰς δʼ ἐφεξῆς δαίμοσι καὶ φθιτοῖς ἐπιφημίσαντες ἀποφράδας καὶ ἀπράκτους ἐνόμισαν. καὶ γὰρ Ἕλληνες ἐν
τῇ νουμηνίᾳ τοὺς θεοὺς σεβόμενοι, τὴν δευτέραν ἥρωσι καὶ δαίμοσιν ἀποδεδώκασι καὶ τῶν κρατήρων ὁ δεύτερος ἥρωσιν ἐπικίρναται καὶ ἡρωίσι. καὶ ὅλως ἀριθμός τις ὁ χρόνος, ἀριθμοῦ δὲ θεῖον ἡ
5
ἀρχή· μονὰς γάρ ἐστιν. ἡ δὲ μετʼ αὐτὴν δυὰς ἀντίπαλος τῇ ἀρχῇ καὶ ἀρτίων πρώτη. τὸ δʼ ἄρτιον
270b
ἐνδεὲς καὶ ἀτελὲς καὶ ἀόριστον, ὥσπερ αὖ τὸ περιττὸν ὥρισται καὶ περαίνει καὶ τέλειόν ἐστι. διὸ καὶ νόνναι μὲν ἐπιβάλλουσι διὰ πέμπτης καλάνδαις, νόνναις
10
δʼ εἰδοὶ διʼ ἐνάτης. ὁρίζουσι γὰρ οἱ περισσοὶ τὰς ἀρχάς· οἱ δὲ μετὰ τὰς ἀρχὰς ἄρτιοι ὄντες οὐκ ἔχουσι τάξιν οὐδὲ δύναμιν, ὅθεν οὐκ ἄρχονται πράξεως οὐδʼ ἀποδημίας ἐν ταύταις. ἢ καὶ τὸ τοῦ Θεμιστοκλέους ἔχει λόγον, ἐρίσαι ποτὲ τὴν ὑστεραίαν
15
πρὸς τὴν ἑορτήν, ἐκείνης
6
μὲν ἀσχολίαν καὶ κόπον ἐχούσης πολύν, αὐτὴ δὲ παρέχουσα
7
μετὰ σχολῆς καὶ ἡσυχίας ἀπολαῦσαι τῶν παρεσκευασμένων πρὸς τὴν ἑορτήν·
8
ἀποκρίνασθαι δὲ πρὸς ταῦτα τὴν ἑορτὴν
270c
ἀληθῆ λέγεις, ἀλλʼ ἐμοῦ μὴ γενομένης οὐδʼ ἂν σὺ
20
ἦς; ταῦτα δʼ ὁ Θεμιστοκλῆς πρὸς τοὺς αὖθις ἔλεγε στρατηγοὺς τῶν Ἀθηναίων ὡς οὐκ ἂν οὐδαμοῦ φανέντας, εἰ μὴ τὴν πόλιν αὐτὸς ἔσῳσεν. ἐπεὶ τοίνυν πᾶσα μὲν ἀξία σπουδῆς ἀποδημία καὶ πρᾶξις οἰκονομίας δεῖται καὶ παρασκευῆς, Ῥωμαῖοι δὲ τὸ
25
παλαιὸν ἐν ταῖς ἑορταῖς οὐδὲν ᾠκονόμουν οὐδʼ ἐφρόντιζον ἀλλʼ ἢ περὶ τοὺς θεοὺς ἠσχολοῦντο καὶ τοῦτʼ ἔπραττον, ὥσπερ ἔτι νῦν προκηρύττουσιν οἱ
ἱερεῖς ἐπὶ τὰς θυσίας βαδίζοντες, εἰκότως εὐθὺς οὐκ ἐξεδήμουν μετὰ τὰς ἑορτὰς οὐδʼ ἔπραττον (ἀπαράσκευοι γὰρ ἦσαν), ἀλλʼ ἐκφροντίζοντες οἴκοι
270d
καὶ παρασκευαζόμενοι τὴν ἡμέραν ἐκείνην διετέλουν.
5
ἢ καθάπερ ἔτι νῦν προσευξάμενοι καὶ προσκυνήσαντες ἐν τοῖς ἱεροῖς ἐπιμένειν καὶ καθίζειν εἰώθασιν, οὕτως οὐκ εὐθὺς ἐπέβαλλον ταῖς ἱεραῖς ἡμέραις τὰς ἐνεργούς, ἀλλʼ ἐποίουν τι διάλειμμα καὶ διάστημα, πολλὰ τῶν πραγμάτων δυσχερῆ καὶ ἀβούλητα φερόντων;
10