σημείων δὲ καὶ φαντασμάτων πολλῶν λεγομένων, τὰ μὲν ἄλλα φήμας ἀδεσπότους καὶ ἀμφιβόλους εἶχεν, ἐν δὲ Καπιτωλίῳ Νίκης ἐφεστώσης ἅρματι τὰς ἡνίας πάντες εἶδον ἀφειμένας ἐκ τῶν χειρῶν, ὥσπερ κρατεῖν μὴ δυναμένης, καὶ τὸν ἐν μεσοποταμίᾳ νήσῳ Γαΐου Καίσαρος ἀνδριάντα μήτε σεισμοῦ γεγονότος μήτε πνεύματος ἀφʼ ἑσπέρας μεταστραφέντα πρὸς τὰς ἀνατολάς·
Otho. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1926.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.