τοῦτο λέγεται τῷ Ἀγησιλάῳ γενέσθαι πάντων ἀνιαρότατον. ἤχθετο μὲν γὰρ ἄνδρα γενναῖον ἀποβεβληκὼς τὸν Σπιθριδάτην καί σὺν αὐτῷ δύναμιν οὐκ ὀλίγην, ᾐσχύνετο δὲ τῇ διαβολῇ τῆς μικρολογίας καί ἀνελευθερίας, ἥς οὐ μόνον αὑτόν, ἀλλὰ καί τὴν πατρίδα καθαρεύουσαν ἀεὶ παρέχειν ἐφιλοτιμεῖτο.
Agesilaus. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1917.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.