καὶ καθʼ ὁδὸν ὢν σκυτάλην δέχεται παρὰ τῶν οἴκοι τελῶν κελεύουσαν αὐτὸν ἄρχειν ἅμα καὶ τοῦ ναυτικοῦ, τοῦτο μόνῳ πάντων ὑπῆρξεν Ἀγησιλάῳ. καὶ μέγιστος μὲν ἦν ὁμολογουμένως καὶ τῶν τότε ζώντων ἐπιφανέστατος, ὡς εἴρηκέ που καὶ Θεόπομπος, ἑαυτῷ γε μὴν ἐδίδου διʼ ἀρετὴν φρονεῖν μεῖζον ἢ διὰ τὴν ἡγεμονίαν.
Agesilaus. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1917.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.