γενομένης δὲ νυκτὸς οἱ Λακεδαιμόνιοι πρῶτον μὲν ἐβουλεύσαντο τὰς γυναῖκας εἰς Κρήτην ἀποστέλλειν, αἱ δὲ ἀντέστησαν. Ἀρχιδαμία δὲ καὶ ξίφος ἔχουσα πρὸς τὴν γερουσίαν ἦλθεν ἐγκαλοῦσα τοῖς ἀνδράσιν ὑπὲρ τῶν γυναικῶν, εἰ ζῆν αὑτὰς ἀξιοῦσι τῆς Σπάρτης ἀπολομένης.
Pyrrhus. Plutarch. Cambridge, MA. 1920.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.