κομίσας δὲ εἷς Ἤπειρον ὀκτακισχιλίους πεζοὺς καὶ πεντακοσίους ἱππεῖς, χρήματα δὴ οὐκ ἔχων ἐζήτει πόλεμον ᾧ θρέψει τὸ στράτευμα, καὶ τινων Γαλατῶν αὐτῷ προσγενομένων ἐνέβαλεν εἷς Μακεδονίαν Ἀντιγόνου τοῦ Δημητρίου βασιλεύοντος ὡς ἁρπαγῇ καὶ λεηλασίᾳ χρησόμενος.
ὁ δὲ Κλεώνυμος ἦν μὲν γένους βασιλικοῦ, δοκῶν δὲ βίαιος εἶναι καὶ μοναρχικὸς οὔτʼ εὔνοιαν οὔτε πίστιν εἶχεν, ἀλλʼ Ἄρευς ἐβασίλευε. καὶ τοῦτο μὲν ἓν ἦν κοινὸν ἔγκλημα καὶ πρεσβύτερον αὐτῷ πρὸς τοὺς πολίτας· γυναῖκα δὲ καλὴν καὶ γένους βασιλικοῦ Χιλωνίδα τὴν Λεωτυχίδου πρεσβύτερος ὢν ἔγημεν ὁ Κλεώνυμος. ἢ δὲ Ἀκροτάτῳ τῷ Ἄρεως ἐπιμανεῖσα, μειρακίῳ καθʼ ὥραν ἀκμάζοντι, λυπηρὸν ἐρῶντι τῷ Κλεωνύμῳ καὶ ἄδοξον ὁμοῦ παρεῖχε τὸν γάμον οὐδένα γὰρ ἐλάνθανε Σπαρτιατῶν καταφρονούμενος ὑπὸ τῆς γυναικός.
Pyrrhus. Plutarch. Cambridge, MA. 1920.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.