Ξενοκράτην μὲν οὖν τὸν φιλόσοφον, ὅτε Λυκοῦργος αὐτὸν ὁ ῥήτωρ ὑπὸ τῶν τελωνῶν ἀγόμενον πρὸς τὸ μετοίκιον ἀφείλετο καὶ τοῖς ἄγουσιν ἐπέθηκε δίκην τῆς ἀσελγείας, λέγεται τοῖς παισὶν ἀπαντήσαντα τοῦ Λυκούργου, καλήν γε ὑμῶν, ὦ παῖδες, φάναι, τῷ πατρὶ χάριν ἀποδίδωμι· πάντες γὰρ αὐτὸν ἐπαινοῦσιν ἐφʼ οἷς ἔπραξε, Τίτῳ δὲ καὶ Ῥωμαίοις ὧν τοὺς Ἕλληνας εὐεργέτησαν οὐκ εἰς ἐπαίνους μόνον, ἀλλὰ καὶ πίστιν ἐν πᾶσιν ἀνθρώποις καὶ δύναμιν ἡ χάρις ἀπήντα δικαίως.
τῇ δʼ οὖν 3 Κορινθίων πόλει πρὸς τοὺς Ἕλληνας τὸ αὐτὸ δὶς ἤδη συμβέβηκε· καὶ γὰρ Τίτος ἐν Κορίνθῳ τότε καὶ Νέρων αὖθις καθʼ ἡμᾶς ἐν Κορίνθῳ παραπλησίως Ἰσθμίων ἀγομένων τοὺς Ἕλληνας ἐλευθέρους καὶ αὐτονόμους ἀφῆκαν, ὁ μὲν διὰ κήρυκος, ὡς εἴρηται, Νέρων δὲ αὐτὸς ἐπὶ τῆς ἀγορᾶς ἀπὸ βήματος ἐν τῷ πλήθει δημηγορήσας. ἀλλὰ ταῦτα μὲν ὕστερον.
Titus Flamininus. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1921.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.