Ἀλέξανδρος
σὲ τὸν στρατηγὸν καὶ κασίγνητον λέγω,
Ἕκτορ, καθεύδεις; οὐκ ἐγείρεσθαί σε χρῆν;
ἐχθρῶν τις ἡμῖν χρίμπτεται στρατεύματι,
ἢ κλῶπες ἄνδρες ἢ κατάσκοποί τινες.
645
Ἀθήνα
θάρσει· φυλάσσει σʼ ἥδε πρευμενὴς Κύπρις.
μέλει δʼ ὁ σός μοι πόλεμος, οὐδʼ ἀμνημονῶ
τιμῆς, ἐπαινῶ δʼ εὖ παθοῦσα πρὸς σέθεν.
καὶ νῦν ἐπʼ εὐτυχοῦντι Τρωικῷ στρατῷ
ἥκω πορεύουσʼ ἄνδρα σοι μέγαν φίλον,
650
τῆς ὑμνοποιοῦ παῖδα Θρῄκιον θεᾶς
Μούσης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται.
Ἀλέξανδρος
αἰεί ποτʼ εὖ φρονοῦσα τυγχάνεις πόλει
κἀμοί, μέγιστον δʼ ἐν βίῳ κειμήλιον
κρίνας σέ φημι τῇδε προσθέσθαι πόλει.
655
ἥκω δʼ ἀκούσας οὐ τορῶς — φήμη δέ τις
φύλαξιν ἐμπέπτωκεν — ὡς κατάσκοποι
ἥκουσʼ Ἀχαιῶν. χὣ μὲν οὐκ ἰδὼν λέγει,
ὃ δʼ εἰσιδὼν μολόντας οὐκ ἔχει φράσαι·
ὧν οὕνεκʼ εὐνὰς ἤλυθον πρὸς Ἕκτορος.
660
Ἀθήνα
μηδὲν φοβηθῇς· οὐδὲν ἐν στρατῷ νέον·
Ἕκτωρ δὲ φροῦδος Θρῇκα κοιμήσων στρατόν.
Ἀλέξανδρος
σύ τοί με πείθεις, σοῖς δὲ πιστεύων λόγοις
τάξιν φυλάξων εἶμʼ ἐλεύθερος φόβου.
Ἀθήνα
χώρει· μέλειν γὰρ πάντʼ ἐμοὶ δόκει τὰ σά,
665
ὥστʼ εὐτυχοῦντας συμμάχους ἐμοὺς ὁρᾶν.
γνώσῃ δὲ καὶ σὺ τὴν ἐμὴν προθυμίαν.
ὑμᾶς δʼ ἀυτῶ τοὺς ἄγαν ἐρρωμένους,
Λαερτίου παῖ, θηκτὰ κοιμίσαι ξίφη.
κεῖται γὰρ ἡμῖν Θρῄκιος στρατηλάτης,
670
ἵπποι τʼ ἔχονται, πολέμιοι δʼ ᾐσθημένοι
χωροῦσʼ ἐφʼ ὑμᾶς· ἀλλʼ ὅσον τάχιστα χρὴ
φεύγειν πρὸς ὁλκοὺς ναυστάθμων. τί μέλλετε
σκηπτοῦ ʼπιόντος πολεμίων σῷσαι βίον;
Rhesus. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.