Ἀθήνα
ποῖ δὴ λιπόντες Τρωικῶν ἐκ τάξεων
595
χωρεῖτε, λύπῃ καρδίαν δεδηγμένοι,
εἰ μὴ κτανεῖν σφῷν Ἕκτορʼ ἢ Πάριν θεὸς
δίδωσιν; ἄνδρα δʼ οὐ πέπυσθε σύμμαχον
Τροίᾳ μολόντα Ῥῆσον οὐ φαύλῳ τρόπῳ.
ὃς εἰ διοίσει νύκτα τήνδʼ ἐς αὔριον,
600
οὔτε σφʼ Ἀχιλλεὺς οὔτʼ ἂν Αἴαντος δόρυ
μὴ πάντα πέρσαι ναύσταθμʼ Ἀργείων σχέθοι,
τείχη κατασκάψαντα καὶ πυλῶν ἔσω
λόγχῃ πλατεῖαν ἐσδρομὴν ποιούμενον.
τοῦτον κατακτὰς πάντʼ ἔχεις. τὰς δʼ Ἕκτορος
605
εὐνὰς ἔασον καὶ καρατόμους σφαγάς·
ἔσται γὰρ αὐτῷ θάνατος ἐξ ἄλλης χερός.
Ὀδυσσεύς
δέσποινʼ Ἀθάνα, φθέγματος γὰρ ᾐσθόμην
τοῦ σοῦ συνήθη γῆρυν· ἐν πόνοισι γὰρ
παροῦσʼ ἀμύνεις τοῖς ἐμοῖς ἀεί ποτε·
610
τὸν ἄνδρα δʼ ἡμῖν, ποῦ κατηύνασται, φράσον·
πόθεν τέτακται βαρβάρου στρατεύματος;
Ἀθήνα
ὅδʼ ἐγγὺς ἧσται κοὐ συνήθροισται στρατῷ,
ἀλλʼ ἐκτὸς αὐτὸν τάξεων κατηύνασεν
Ἕκτωρ, ἕως ἂν νὺξ ἀμείψηται φάος.
615
πέλας δὲ πῶλοι Θρῃκίων ἐξ ἁρμάτων
λευκαὶ δέδενται, διαπρεπεῖς ἐν εὐφρόνῃ·
στίλβουσι δʼ ὥστε ποταμίου κύκνου πτερόν.
ταύτας, κτανόντες δεσπότην, κομίζετε,
κάλλιστον οἴκοις σκῦλον· οὐ γὰρ ἔσθʼ ὅπου
620
τοιόνδʼ ὄχημα χθὼν κέκευθε πωλικόν.
Ὀδυσσεύς
Διόμηδες, ἢ σὺ κτεῖνε Θρῄκιον λεών,
ἢ ʼμοὶ πάρες γε, σοὶ δὲ χρὴ πώλους μέλειν.
Διομήδης
ἐγὼ φονεύσω, πωλοδαμνήσεις δὲ σύ·
τρίβων γὰρ εἶ τὰ κομψὰ καὶ νοεῖν σοφός.
625
χρὴ δʼ ἄνδρα τάσσειν οὗ μάλιστʼ ἂν ὠφελοῖ.
Ἀθήνα
καὶ μὴν καθʼ ἡμᾶς τόνδʼ Ἀλέξανδρον βλέπω
στείχοντα, φυλάκων ἔκ τινος πεπυσμένον
δόξας ἀσήμους πολεμίων μεμβλωκότων.
Διομήδης
πότερα σὺν ἄλλοις ἢ μόνος πορεύεται;
630
Ἀθήνα
μόνος· πρὸς εὐνὰς δʼ, ὡς ἔοικεν, Ἕκτορος
χωρεῖ, κατόπτας σημανῶν ἥκειν στρατοῦ.
Διομήδης
οὐκ οὖν ὑπάρχειν τόνδε κατθανόντα χρή;
Ἀθήνα
οὐκ ἂν δύναιο τοῦ πεπρωμένου πλέον.
τοῦτον δὲ πρὸς σῆς χειρὸς οὐ θέμις θανεῖν.
635
ἀλλʼ ᾧπερ ἥκεις μορσίμους φέρων σφαγάς,
τάχυνʼ· ἐγὼ δέ, τῷδε σύμμαχος Κύπρις
δοκοῦσʼ ἀρωγὸς ἐν πόνοις παραστατεῖν,
σαθροῖς λόγοισιν ἐχθρὸν ἄνδρʼ ἀμείψομαι.
καὶ ταῦτʼ ἐγὼ μὲν εἶπον· ὃν δὲ χρὴ παθεῖν,
640
οὐκ οἶδεν οὐδʼ ἤκουσεν ἐγγὺς ὢν λόγου.
Rhesus. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.