Χορός
— καὶ μὴν ἀΐω· Σιμόεντος
ἡμένα κοίτας
φοινίας ὑμνεῖ πολυχορδοτάτᾳ
γήρυϊ παιδολέτωρ μελοποιὸν ἀηδονὶς μέριμναν.
550
— ἤδη δὲ νέμουσι κατʼ Ἴδαν
ποίμνια· νυκτιβρόμου
σύριγγος ἰὰν κατακούω.
— θέλγει δʼ ὄμματος ἕδραν
ὕπνος· ἅδιστος γὰρ ἔβα
555
βλεφάροις πρὸς ἀοῦς.
— τί ποτʼ οὐ πλάθει σκοπός, ὃν ναῶν
Ἕκτωρ ὤτρυνε κατόπταν;
— ταρβῶ· χρόνιος γὰρ ἄπεστιν.
— ἀλλʼ ἦ κρυπτὸν λόχον ἐσπαίσας
560
διόλωλε; — τάχʼ ἄν. φοβερόν μοι.
— αὐδῶ Λυκίους πέμπτην φυλακὴν
βάντας ἐγείρειν
ἡμᾶς κλήρου κατὰ μοῖραν.
Rhesus. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.