Χορός
— τίνος ἁ φυλακά; τίς ἀμείβει
τὰν ἐμάν; πρῶτα
δύεται σημεῖα καὶ ἑπτάποροι
Πλειάδες αἰθέριαι· μέσα δʼ αἰετὸς οὐρανοῦ ποτᾶται.
530
— ἔγρεσθε, τί μέλλετε; κοιτᾶν
ἔγρεσθε πρὸς φυλακάν.
οὐ λεύσσετε μηνάδος αἴγλαν;
— ἀὼς δὴ πέλας, ἀὼς
535
γίγνεται, καί τις προδρόμων
ὅδε γʼ ἐστὶν ἀστήρ.
— τίς ἐκηρύχθη πρώτην φυλακήν;
— Μυγδόνος υἱόν φασι Κόροιβον.
— τίς γὰρ ἐπʼ αὐτῷ; — Κίλικας Παίων
540
στρατὸς ἤγειρεν, Μυσοὶ δʼ ἡμᾶς.
— οὐκ οὖν Λυκίους πέμπτην φυλακὴν
βάντας ἐγείρειν
καιρὸς κλήρου κατὰ μοῖραν;
545
546
Χορός
— καὶ μὴν ἀΐω· Σιμόεντος
ἡμένα κοίτας
φοινίας ὑμνεῖ πολυχορδοτάτᾳ
γήρυϊ παιδολέτωρ μελοποιὸν ἀηδονὶς μέριμναν.
550
— ἤδη δὲ νέμουσι κατʼ Ἴδαν
ποίμνια· νυκτιβρόμου
σύριγγος ἰὰν κατακούω.
— θέλγει δʼ ὄμματος ἕδραν
ὕπνος· ἅδιστος γὰρ ἔβα
555
βλεφάροις πρὸς ἀοῦς.
— τί ποτʼ οὐ πλάθει σκοπός, ὃν ναῶν
Ἕκτωρ ὤτρυνε κατόπταν;
— ταρβῶ· χρόνιος γὰρ ἄπεστιν.
— ἀλλʼ ἦ κρυπτὸν λόχον ἐσπαίσας
560
διόλωλε; — τάχʼ ἄν. φοβερόν μοι.
— αὐδῶ Λυκίους πέμπτην φυλακὴν
βάντας ἐγείρειν
ἡμᾶς κλήρου κατὰ μοῖραν.
Rhesus. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.