Ῥῆσος
μόνος μάχεσθαι πολεμίοις, Ἕκτορ, θέλω.
εἰ δʼ αἰσχρὸν ἡγῇ μὴ συνεμπρῆσαι νεῶν
πρύμνας, πονήσας τὸν πάρος πολὺν χρόνον,
490
τάξον μʼ Ἀχιλλέως καὶ στρατοῦ κατὰ στόμα.
Ἕκτωρ
οὐκ ἔστʼ ἐκείνῳ θοῦρον ἐντάξαι δόρυ.
Ῥῆσος
καὶ μὴν λόγος γʼ ἦν ὡς ἔπλευσʼ ἐπʼ Ἴλιον.
Ἕκτωρ
ἔπλευσε καὶ πάρεστιν· ἀλλὰ μηνίων
στρατηλάταισιν οὐ συναίρεται δόρυ.
495
Ῥῆσος
τίς δὴ μετʼ αὐτὸν ἄλλος εὐδοξεῖ στρατοῦ;
Ἕκτωρ
Αἴας ἐμοὶ μὲν οὐδὲν ἡσσᾶσθαι δοκεῖ
χὡ Τυδέως παῖς· ἔστι δʼ αἱμυλώτατον
κρότημʼ Ὀδυσσεύς, λῆμά τʼ ἀρκούντως θρασὺς
καὶ πλεῖστα χώραν τήνδʼ ἀνὴρ καθυβρίσας·
500
ὃς εἰς Ἀθάνας σηκὸν ἔννυχος μολὼν
κλέψας ἄγαλμα ναῦς ἐπʼ Ἀργείων φέρει.
ἤδη δʼ ἀγύρτης πτωχικὴν ἔχων στολὴν
ἐσῆλθε πύργους, πολλὰ δʼ Ἀργείοις κακὰ
ἠρᾶτο, πεμφθεὶς Ἰλίου κατάσκοπος·
505
κτανὼν δὲ φρουροὺς καὶ παραστάτας πυλῶν
ἐξῆλθεν· αἰεὶ δʼ ἐν λόχοις εὑρίσκεται
Θυμβραῖον ἀμφὶ βωμὸν ἄστεως πέλας
θάσσων· κακῷ δὲ μερμέρῳ παλαίομεν.
Ῥῆσος
οὐδεὶς ἀνὴρ εὔψυχος ἀξιοῖ λάθρᾳ
510
κτεῖναι τὸν ἐχθρόν, ἀλλʼ ἰὼν κατὰ στόμα.
τοῦτον δʼ ὃν ἵζειν φὴς σὺ κλωπικὰς ἕδρας
καὶ μηχανᾶσθαι, ζῶντα συλλαβὼν ἐγὼ
πυλῶν ἐπʼ ἐξόδοισιν ἀμπείρας ῥάχιν
στήσω πετεινοῖς γυψὶ θοινατήριον.
515
λῃστὴν γὰρ ὄντα καὶ θεῶν ἀνάκτορα
συλῶντα δεῖ νιν τῷδε κατθανεῖν μόρῳ.
Ἕκτωρ
νῦν μὲν καταυλίσθητε· καὶ γὰρ εὐφρόνη.
δείξω δʼ ἐγώ σοι χῶρον, ἔνθα χρὴ στρατὸν
τὸν σὸν νυχεῦσαι τοῦ τεταγμένου δίχα.
520
ξύνθημα δʼ ἡμῖν Φοῖβος, ἤν τι καὶ δέῃ·
μέμνησʼ ἀκούσας, Θρῃκί τʼ ἄγγειλον στρατῷ.
ὑμᾶς δὲ βάντας χρὴ προταινὶ τάξεων
φρουρεῖν ἐγερτὶ καὶ νεῶν κατάσκοπον
δέχθαι Δόλωνα· καὶ γάρ, εἴπερ ἐστὶ σῶς,
525
ἤδη πελάζει στρατοπέδοισι Τρωικοῖς.
Rhesus. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.