Ῥῆσος
τοιαῦτα μέν σοι τῆς μακρᾶς ἀπουσίας
πρᾶξαι παρέξω — σὺν δʼ Ἀδραστείᾳ λέγω —
ἐπειδἂν ἐχθρῶν τήνδʼ ἐλευθέραν πόλιν
θῶμεν θεοῖσί τʼ ἀκροθίνιʼ ἐξέλῃς,
470
ξὺν σοὶ στρατεύειν γῆν ἐπʼ Ἀργείων θέλω
καὶ πᾶσαν ἐλθὼν Ἑλλάδʼ ἐκπέρσαι δορί,
ὡς ἂν μάθωσιν ἐν μέρει πάσχειν κακῶς.
Ἕκτωρ
εἰ τοῦ παρόντος τοῦδʼ ἀπαλλαχθεὶς κακοῦ
πόλιν νεμοίμην ὡς τὸ πρίν ποτʼ ἀσφαλῆ,
475
ἦ κάρτα πολλὴν θεοῖς ἂν εἰδείην χάριν.
τὰ δʼ ἀμφί τʼ Ἄργος καὶ νομὸν τὸν Ἑλλάδος
οὐχ ὧδε πορθεῖν ῥᾴδιʼ, ὡς λέγεις, δορί.
Ῥῆσος
οὐ τούσδʼ ἀριστέας φασὶν Ἑλλήνων μολεῖν;
Ἕκτωρ
κοὐ μεμφόμεσθά γʼ, ἀλλʼ ἄδην ἐλαύνομεν.
480
Ῥῆσος
οὐκ οὖν κτανόντες τούσδε πᾶν εἰργάσμεθα;
Ἕκτωρ
μή νυν τὰ πόρρω τἀγγύθεν μεθεὶς σκόπει.
Ῥῆσος
ἀρκεῖν ἔοικέ σοι παθεῖν, δρᾶσαι δὲ μή.
Ἕκτωρ
πολλῆς γὰρ ἄρχω κἀνθάδʼ ὢν τυραννίδος.
ἀλλʼ εἴτε λαιὸν εἴτε δεξιὸν κέρας
485
εἴτʼ ἐν μέσοισι συμμάχοις πάρεστί σοι
πέλτην ἐρεῖσαι καὶ καταστῆσαι στρατόν.
Rhesus. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.