Ἕκτωρ
πολλούς, ἐπειδὴ τοὐμὸν εὐτυχεῖ δόρυ
καὶ Ζεὺς πρὸς ἡμῶν ἐστιν, εὑρήσω φίλους.
320
ἀλλʼ οὐδὲν αὐτῶν δεόμεθʼ, οἵτινες πάλαι
μὴ ξυμπονοῦσιν, ἡνίκʼ ἐξώστης Ἄρης
ἔθραυε λαίφη τῆσδε γῆς μέγας πνέων.
Ῥῆσος δʼ ἔδειξεν οἷος ἦν Τροίᾳ φίλος·
ἥκει γὰρ ἐς δαῖτʼ, οὐ παρὼν κυνηγέταις
325
αἱροῦσι λείαν οὐδὲ συγκαμὼν δορί.
Χορός
ὀρθῶς ἀτίζεις κἀπίμομφος εἶ φίλοις·
δέχου δὲ τοὺς θέλοντας ὠφελεῖν πόλιν.
Ἕκτωρ
ἀρκοῦμεν οἱ σῴζοντες Ἴλιον πάλαι.
Χορός
πέποιθας ἤδη πολεμίους ᾑρηκέναι;
330
Ἕκτωρ
πέποιθα· δείξει τοὐπιὸν σέλας θεοῦ.
Χορός
ὅρα τὸ μέλλον· πόλλʼ ἀναστρέφει θεός.
Ἕκτωρ
μισῶ φίλοισιν ὕστερον βοηδρομεῖν.
ὃ δʼ οὖν, ἐπείπερ ἦλθε, σύμμαχος μὲν οὔ,
ξένος δὲ πρὸς τράπεζαν ἡκέτω ξένων·
χάρις γὰρ αὐτῷ Πριαμιδῶν διώλετο.
Χορός
ἄναξ, ἀπωθεῖν συμμάχους ἐπίφθονον.
Ἄγγελος
φόβος γένοιτʼ ἂν πολεμίοις ὀφθεὶς μόνον.
335
Ἕκτωρ
σύ τʼ εὖ παραινεῖς καὶ σὺ καιρίως σκοπεῖς.
ὁ χρυσοτευχὴς δʼ οὕνεκʼ ἀγγέλου λόγων
340
Ῥῆσος παρέστω τῇδε σύμμαχος χθονί.
Rhesus. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.