Ἄγγελος
οὐκ οἶδʼ ἀκριβῶς· εἰκάσαι γε μὴν πάρα.
νυκτὸς γὰρ οὔτι φαῦλον ἐμβαλεῖν στρατόν,
285
κλύοντα πλήρη πεδία πολεμίας χερός.
φόβον δʼ ἀγρώσταις, οἳ κατʼ Ἰδαῖον λέπας
οἰκοῦμεν αὐτόρριζον ἑστίαν χθονός,
παρέσχε δρυμὸν νυκτὸς ἔνθηρον μολών.
πολλῇ γὰρ ἠχῇ Θρῄκιος ῥέων στρατὸς
290
ἔστειχε· θάμβει δʼ ἐκπλαγέντες ἵεμεν
ποίμνας πρὸς ἄκρας, μή τις Ἀργείων μόλῃ
λεηλατήσων καὶ σὰ πορθήσων σταθμά,
πρὶν δὴ διʼ ὤτων γῆρυν οὐχ Ἑλληνικὴν
ἐδεξάμεσθα καὶ μετέστημεν φόβου.
295
στείχων δʼ ἄνακτος προυξερευνητὰς ὁδοῦ
ἀνιστόρησα Θρῃκίοις προσφθέγμασι,
Τίς ὁ στρατηγὸς καὶ τίνος κεκλημένος
στείχει πρὸς ἄστυ Πριαμίδαισι σύμμαχος;
καὶ πάντʼ ἀκούσας ὧν ἐφιέμην μαθεῖν,
300
ἔστην· ὁρῶ δὲ Ῥῆσον ὥστε δαίμονα
ἑστῶτʼ ἐν ἵπποις Θρῃκίοις τʼ ὀχήμασι.
χρυσῆ δὲ πλάστιγξ αὐχένα ζυγηφόρον
πώλων ἔκλῃε χιόνος ἐξαυγεστέρων.
πέλτη δʼ ἐπʼ ὤμων χρυσοκολλήτοις τύποις
305
ἔλαμπε· Γοργὼν δʼ ὡς ἐπʼ αἰγίδος θεᾶς
χαλκῆ μετώποις ἱππικοῖσι πρόσδετος
πολλοῖσι σὺν κώδωσιν ἐκτύπει φόβον.
στρατοῦ δὲ πλῆθος οὐδʼ ἂν ἐν ψήφου λόγῳ
θέσθαι δυναίμην, ὡς ἄπλατον ἦν ἰδεῖν,
310
πολλοὶ μὲν ἱππῆς, πολλὰ πελταστῶν τέλη,
πολλοὶ δʼ ἀτράκτων τοξόται, πολὺς δʼ ὄχλος
γυμνὴς ὁμαρτῇ, Θρῃκίαν ἔχων στολήν.
τοιόσδε Τροίᾳ σύμμαχος πάρεστʼ ἀνήρ,
ὃν οὔτε φεύγων οὔθʼ ὑποσταθεὶς δορὶ
315
ὁ Πηλέως παῖς ἐκφυγεῖν δυνήσεται.
Χορός
ὅταν πολίταις εὐσταθῶσι δαίμονες,
ἕρπει κατάντης ξυμφορὰ πρὸς τἀγαθά.
Rhesus. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.