Ἕκτωρ
ναί, καὶ δίκαια ταῦτα κοὐκ ἄλλως λέγω.
τάξαι δὲ μισθόν, πλὴν ἐμῆς τυραννίδος.
165
Δόλων
οὐ σῆς ἐρῶμεν πολιόχου τυραννίδος.
Ἕκτωρ
σὺ δʼ ἀλλὰ γήμας Πριαμιδῶν γαμβρὸς γενοῦ.
Δόλων
οὐδʼ ἐξ ἐμαυτοῦ μειζόνων γαμεῖν θέλω.
Ἕκτωρ
χρυσὸς πάρεστιν, εἰ τόδʼ αἰτήσεις γέρας.
Δόλων
ἀλλʼ ἔστʼ ἐν οἴκοις· οὐ βίου σπανίζομεν.
170
Ἕκτωρ
τί δῆτα χρῄζεις ὧν κέκευθεν Ἴλιος;
Δόλων
ἑλὼν Ἀχαιοὺς δῶρά μοι ξυναίνεσον.
Ἕκτωρ
δώσω· σὺ δʼ αἴτει πλὴν στρατηλάτας νεῶν.
Δόλων
κτεῖνʼ, οὔ σʼ ἀπαιτῶ Μενέλεω σχέσθαι χέρα.
Ἕκτωρ
οὐ μὴν τὸν Ἰλέως παῖδά μʼ ἐξαιτῇ λαβεῖν;
175
Δόλων
κακαὶ γεωργεῖν χεῖρες εὖ τεθραμμέναι.
Ἕκτωρ
τίνʼ οὖν Ἀχαιῶν ζῶντʼ ἀποινᾶσθαι θέλεις;
Δόλων
καὶ πρόσθεν εἶπον· ἔστι χρυσὸς ἐν δόμοις.
Ἕκτωρ
καὶ μὴν λαφύρων γʼ αὐτὸς αἱρήσῃ παρών.
Δόλων
θεοῖσιν αὐτὰ πασσάλευε πρὸς δόμοις.
180
Ἕκτωρ
τί δῆτα μεῖζον τῶνδέ μʼ αἰτήσεις γέρας;
Δόλων
ἵππους Ἀχιλλέως· χρὴ δʼ ἐπʼ ἀξίοις πονεῖν
ψυχὴν προβάλλοντʼ ἐν κύβοισι δαίμονος.
Ἕκτωρ
καὶ μὴν ἐρῶντί γʼ ἀντερᾷς ἵππων ἐμοί·
ἐξ ἀφθίτων γὰρ ἄφθιτοι πεφυκότες
185
τὸν Πηλέως φέρουσι θούριον γόνον·
δίδωσι δʼ αὐτοὺς πωλοδαμνήσας ἄναξ
Πηλεῖ Ποσειδῶν, ὡς λέγουσι, πόντιος.
ἀλλʼ οὔ σʼ ἐπάρας ψεύσομαι· δώσω δέ σοι,
κάλλιστον οἴκοις κτῆμʼ, Ἀχιλλέως ὄχον.
190
Δόλων
αἰνῶ· λαβὼν δʼ ἄν φημι κάλλιστον Φρυγῶν
δῶρον δέχεσθαι τῆς ἐμῆς εὐσπλαγχνίας.
σὲ δʼ οὐ φθονεῖν χρή· μυρίʼ ἔστιν ἄλλα σοι,
ἐφʼ οἷσι τέρψῃ τῆσδʼ ἀριστεύων χθονός.
Rhesus. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.