Ἕκτωρ
νικᾶτʼ, ἐπειδὴ πᾶσιν ἁνδάνει τάδε.
στείχων δὲ κοίμα συμμάχους· τάχʼ ἂν στρατὸς
κινοῖτʼ ἀκούσας νυκτέρους ἐκκλησίας.
ἐγὼ δὲ πέμψω πολεμίων κατάσκοπον.
140
κἂν μέν τινʼ ἐχθρῶν μηχανὴν πυθώμεθα,
σὺ πάντʼ ἀκούσῃ καὶ παρὼν εἴσῃ λόγον·
ἐὰν δʼ ἀπαίρωσʼ ἐς φυγὴν ὁρμώμενοι,
σάλπιγγος αὐδὴν προσδοκῶν καραδόκει,
ὡς οὐ μενοῦντά μʼ· ἀλλὰ προσμείξω νεῶν
145
ὁλκοῖσι νυκτὸς τῆσδʼ ἐπʼ Ἀργείων στρατῷ.
Αἰνείας
πέμφʼ ὡς τάχιστα· νῦν γὰρ ἀσφαλῶς φρονεῖς.
σὺν σοὶ δʼ ἔμʼ ὄψῃ καρτεροῦνθʼ, ὅταν δέῃ.
Ἕκτωρ
τίς δῆτα Τρώων οἳ πάρεισιν ἐν λόγῳ
θέλει κατόπτης ναῦς ἐπʼ Ἀργείων μολεῖν;
150
τίς ἂν γένοιτο τῆσδε γῆς εὐεργέτης;
τίς φησιν; οὔτοι πάντʼ ἐγὼ δυνήσομαι
πόλει πατρῴᾳ συμμάχοις θʼ ὑπηρετεῖν.
Δόλων
ἐγὼ πρὸ γαίας τόνδε κίνδυνον θέλω
ῥίψας κατόπτης ναῦς ἐπʼ Ἀργείων μολεῖν,
155
καὶ πάντʼ Ἀχαιῶν ἐκμαθὼν βουλεύματα
ἥξω· ἐπὶ τούτοις τόνδʼ ὑφίσταμαι πόνον.
Ἕκτωρ
ἐπώνυμος μὲν κάρτα καὶ φιλόπτολις
Δόλων· πατρὸς δὲ καὶ πρὶν εὐκλεᾶ δόμον
νῦν δὶς τόσως ἔθηκας εὐκλεέστερον.
160
Δόλων
οὐκοῦν πονεῖν μὲν χρή, πονοῦντα δʼ ἄξιον
μισθὸν φέρεσθαι. παντὶ γὰρ προσκείμενον
κέρδος πρὸς ἔργῳ τὴν χάριν τίκτει διπλῆν.
Rhesus. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.