Κλυταιμήστρα
μεῖνον — τί φεύγεις; — δεξιάν τʼ ἐμῇ χερὶ
σύναψον, ἀρχὴν μακαρίαν νυμφευμάτων.
Ἀχιλλεύς
τί φῄς; ἐγώ σοι δεξιάν; αἰδοίμεθʼ ἂν
Ἀγαμέμνονʼ, εἰ ψαύοιμεν ὧν μή μοι θέμις.
Κλυταιμήστρα
θέμις μάλιστα, τὴν ἐμὴν ἐπεὶ γαμεῖς
835
παῖδʼ, ὦ θεᾶς παῖ ποντίας Νηρηίδος.
Ἀχιλλεύς
ποίους γάμους φῄς; ἀφασία μʼ ἔχει, γύναι·
εἰ μή τι παρανοοῦσα καινουργεῖς λόγον;
Κλυταιμήστρα
πᾶσιν τόδʼ ἐμπέφυκεν, αἰδεῖσθαι φίλους
καινοὺς ὁρῶσι καὶ γάμου μεμνημένοις.
840
Ἀχιλλεύς
οὐπώποτʼ ἐμνήστευσα παῖδα σήν, γύναι,
οὐδʼ ἐξ Ἀτρειδῶν ἦλθέ μοι λόγος γάμων.
Κλυταιμήστρα
τί δῆτʼ ἂν εἴη; σὺ πάλιν αὖ λόγους ἐμοὺς
θαύμαζʼ· ἐμοὶ γὰρ θαύματʼ ἐστὶ τὰ παρὰ σοῦ.
Ἀχιλλεύς
εἴκαζε· κοινόν ἐστιν εἰκάζειν τάδε·
845
ἄμφω γὰρ οὐ ψευδόμεθα τοῖς λόγοις ἴσως.
Κλυταιμήστρα
ἀλλʼ ἦ πέπονθα δεινά; μνηστεύω γάμους
οὐκ ὄντας, ὡς εἴξασιν· αἰδοῦμαι τάδε.
Ἀχιλλεύς
ἴσως ἐκερτόμησε κἀμὲ καὶ σέ τις.
ἀλλʼ ἀμελίᾳ δὸς αὐτὰ καὶ φαύλως φέρε.
850
Κλυταιμήστρα
χαῖρʼ· οὐ γὰρ ὀρθοῖς ὄμμασίν σʼ ἔτʼ εἰσορῶ,
ψευδὴς γενομένη καὶ παθοῦσʼ ἀνάξια.
Ἀχιλλεύς
καὶ σοὶ τόδʼ ἐστὶν ἐξ ἐμοῦ· πόσιν δὲ σὸν
στείχω ματεύσων τῶνδε δωμάτων ἔσω.
Iphigenia in Aulis. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.