Χορός
Ἀχελῴου θύγατερ,
πότνιʼ εὐπάρθενε Δίρκα,
520
σὺ γὰρ ἐν σαῖς ποτε παγαῖς
τὸ Διὸς βρέφος ἔλαβες,
ὅτε μηρῷ πυρὸς ἐξ ἀ-
θανάτου Ζεὺς ὁ τεκὼν ἥρ-
πασέ νιν, τάδʼ ἀναβοάσας·
525
Ἴθι, Διθύραμβʼ, ἐμὰν ἄρ-
σενα τάνδε βᾶθι νηδύν·
ἀναφαίνω σε τόδʼ, ὦ Βάκ-
χιε, Θήβαις ὀνομάζειν.
σὺ δέ μʼ, ὦ μάκαιρα Δίρκα,
530
στεφανηφόρους ἀπωθῇ
θιάσους ἔχουσαν ἐν σοί.
τί μʼ ἀναίνῃ; τί με φεύγεις;
ἔτι ναὶ τὰν βοτρυώδη
Διονύσου χάριν οἴνας,
535
ἔτι σοι τοῦ Βρομίου μελήσει.
537
Χορός
οἵαν οἵαν ὀργὰν
ἀναφαίνει χθόνιον
γένος ἐκφύς τε δράκοντός
ποτε Πενθεύς, ὃν Ἐχίων
540
ἐφύτευσε χθόνιος,
ἀγριωπὸν τέρας, οὐ φῶ-
τα βρότειον, φόνιον δʼ ὥσ-
τε γίγαντʼ ἀντίπαλον θεοῖς·
ὃς ἔμʼ ἐν βρόχοισι τὰν τοῦ
545
Βρομίου τάχα ξυνάψει,
τὸν ἐμὸν δʼ ἐντὸς ἔχει δώ-
ματος ἤδη θιασώταν
σκοτίαις κρυπτὸν ἐν εἱρκταῖς.
ἐσορᾷς τάδʼ, ὦ Διὸς παῖ
550
Διόνυσε, σοὺς προφήτας
ἐν ἁμίλλαισιν ἀνάγκας;
μόλε, χρυσῶπα τινάσσων,
ἄνα, θύρσον κατʼ Ὄλυμπον,
φονίου δʼ ἀνδρὸς ὕβριν κατάσχες.
555
556
Χορός
πόθι Νύσας ἄρα τᾶς θη-
ροτρόφου θυρσοφορεῖς
θιάσους, ὦ Διόνυσʼ, ἢ
κορυφαῖς Κωρυκίαις;
τάχα δʼ ἐν ταῖς πολυδένδρεσ-
560
σιν Ὀλύμπου θαλάμαις, ἔν-
θα ποτʼ Ὀρφεὺς κιθαρίζων
σύναγεν δένδρεα μούσαις,
σύναγεν θῆρας ἀγρώτας.
μάκαρ ὦ Πιερία,
565
σέβεταί σʼ Εὔιος, ἥξει
τε χορεύσων ἅμα βακχεύ-
μασι, τόν τʼ ὠκυρόαν
διαβὰς Ἀξιὸν εἱλισ-
σομένας Μαινάδας ἄξει,
570
Λυδίαν πατέρα τε, τὸν
τᾶς εὐδαιμονίας βροτοῖς
ὀλβοδόταν, τὸν ἔκλυον
εὔιππον χώραν ὕδασιν
καλλίστοισι λιπαίνειν.
575
576
Bacchae. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.