Διόνυσος
ἆ.
810
βούλῃ σφʼ ἐν ὄρεσι συγκαθημένας ἰδεῖν;
Πενθεύς
μάλιστα, μυρίον γε δοὺς χρυσοῦ σταθμόν.
Διόνυσος
τί δʼ εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν;
Πενθεύς
λυπρῶς νιν εἰσίδοιμʼ ἂν ἐξῳνωμένας.
Διόνυσος
ὅμως δʼ ἴδοις ἂν ἡδέως ἅ σοι πικρά;
815
Πενθεύς
σάφʼ ἴσθι, σιγῇ γʼ ὑπʼ ἐλάταις καθήμενος.
Διόνυσος
ἀλλʼ ἐξιχνεύσουσίν σε, κἂν ἔλθῃς λάθρᾳ.
Πενθεύς
ἀλλʼ ἐμφανῶς· καλῶς γὰρ ἐξεῖπας τάδε.
Διόνυσος
ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῷ;
Πενθεύς
ἄγʼ ὡς τάχιστα, τοῦ χρόνου δέ σοι φθονῶ.
820
Διόνυσος
στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους.
Πενθεύς
τί δὴ τόδʼ; ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ;
Διόνυσος
μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ.
Πενθεύς
εὖ γʼ εἶπας αὖ τόδʼ· ὥς τις εἶ πάλαι σοφός.
Διόνυσος
Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε.
825
Πενθεύς
πῶς οὖν γένοιτʼ ἂν ἃ σύ με νουθετεῖς καλῶς;
Διόνυσος
ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών.
Πενθεύς
τίνα στολήν; ἦ θῆλυν; ἀλλʼ αἰδώς μʼ ἔχει.
Διόνυσος
οὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ.
Πενθεύς
στολὴν δὲ τίνα φῂς ἀμφὶ χρῶτʼ ἐμὸν βαλεῖν;
830
Διόνυσος
κόμην μὲν ἐπὶ σῷ κρατὶ ταναὸν ἐκτενῶ.
Πενθεύς
τὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι;
Διόνυσος
πέπλοι ποδήρεις· ἐπὶ κάρᾳ δʼ ἔσται μίτρα.
Πενθεύς
ἦ καί τι πρὸς τοῖσδʼ ἄλλο προσθήσεις ἐμοί;
Διόνυσος
θύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρας.
835
Πενθεύς
οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν.
Διόνυσος
ἀλλʼ αἷμα θήσεις συμβαλὼν βάκχαις μάχην.
Πενθεύς
ὀρθῶς· μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν.
Διόνυσος
σοφώτερον γοῦν ἢ κακοῖς θηρᾶν κακά.
Πενθεύς
καὶ πῶς διʼ ἄστεως εἶμι Καδμείους λαθών;
840
Διόνυσος
ὁδοὺς ἐρήμους ἴμεν· ἐγὼ δʼ ἡγήσομαι.
Πενθεύς
πᾶν κρεῖσσον ὥστε μὴ ʼγγελᾶν βάκχας ἐμοί.
ἐλθόντʼ ἐς οἴκους
ἃν δοκῇ βουλεύσομαι.
Διόνυσος
ἔξεστι· πάντῃ τό γʼ ἐμὸν εὐτρεπὲς πάρα.
Πενθεύς
στείχοιμʼ ἄν· ἢ γὰρ ὅπλʼ ἔχων πορεύσομαι
845
ἢ τοῖσι σοῖσι πείσομαι βουλεύμασιν.
Διόνυσος
γυναῖκες, ἁνὴρ ἐς βόλον καθίσταται,
ἥξει δὲ βάκχας, οὗ θανὼν δώσει δίκην.
Διόνυσε, νῦν σὸν ἔργον· οὐ γὰρ εἶ πρόσω·
τεισώμεθʼ αὐτόν. πρῶτα δʼ ἔκστησον φρενῶν,
850
ἐνεὶς ἐλαφρὰν λύσσαν· ὡς φρονῶν μὲν εὖ
οὐ μὴ θελήσῃ θῆλυν ἐνδῦναι στολήν,
ἔξω δʼ ἐλαύνων τοῦ φρονεῖν ἐνδύσεται.
χρῄζω δέ νιν γέλωτα Θηβαίοις ὀφλεῖν
γυναικόμορφον ἀγόμενον διʼ ἄστεως
855
ἐκ τῶν ἀπειλῶν τῶν πρίν, αἷσι δεινὸς ἦν.
ἀλλʼ εἶμι κόσμον ὅνπερ εἰς Ἅιδου λαβὼν
ἄπεισι μητρὸς ἐκ χεροῖν κατασφαγείς,
Πενθεῖ προσάψων· γνώσεται δὲ τὸν Διὸς
Διόνυσον, ὃς πέφυκεν ἐν τέλει θεός,
860
δεινότατος, ἀνθρώποισι δʼ ἠπιώτατος.
Bacchae. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.