Μενέλαος
ὦ θεοί, τί λεύσσω; τίνα δέδορκα νερτέρων;
385
Ὀρέστης
εὖ γʼ εἶπας· οὐ γὰρ ζῶ κακοῖς, φάος δʼ ὁρῶ.
Μενέλαος
ὡς ἠγρίωσαι πλόκαμον αὐχμηρόν, τάλας.
Ὀρέστης
οὐχ ἡ πρόσοψίς μʼ, ἀλλὰ τἄργʼ αἰκίζεται.
Μενέλαος
δεινὸν δὲ λεύσσεις ὀμμάτων ξηραῖς κόραις.
Ὀρέστης
τὸ σῶμα φροῦδον· τὸ δʼ ὄνομʼ οὐ λέλοιπέ μοι.
390
Μενέλαος
ὦ παρὰ λόγον μοι σὴ φανεῖσʼ ἀμορφία.
Ὀρέστης
ὅδʼ εἰμὶ μητρὸς τῆς ταλαιπώρου φονεύς.
Μενέλαος
ἤκουσα, φείδου δʼ· ὀλιγάκις λέγειν κακά.
Ὀρέστης
φειδόμεθʼ· ὁ δαίμων δʼ ἐς ἐμὲ πλούσιος κακῶν.
Μενέλαος
τί χρῆμα πάσχεις; τίς σʼ ἀπόλλυσιν νόσος;
395
Ὀρέστης
ἡ σύνεσις, ὅτι σύνοιδα δείνʼ εἰργασμένος.
Μενέλαος
πῶς φῄς; σοφόν τοι τὸ σαφές, οὐ τὸ μὴ σαφές.
Ὀρέστης
λύπη μάλιστά γʼ ἡ διαφθείρουσά με —
Μενέλαος
δεινὴ γὰρ ἡ θεός, ἀλλʼ ὅμως ἰάσιμος.
Ὀρέστης
μανίαι τε, μητρὸς αἵματος τιμωρίαι.
400
Μενέλαος
ἤρξω δὲ λύσσης πότε; τίς ἡμέρα τότʼ ἦν;
Ὀρέστης
ἐν ᾗ τάλαιναν μητέρʼ ἐξώγκουν τάφῳ.
Μενέλαος
πότερα κατʼ οἴκους ἢ προσεδρεύων πυρᾷ;
Ὀρέστης
νυκτὸς φυλάσσων ὀστέων ἀναίρεσιν.
Μενέλαος
παρῆν τις ἄλλος, ὃς σὸν ὤρθευεν δέμας;
405
Ὀρέστης
Πυλάδης, ὁ συνδρῶν αἷμα καὶ μητρὸς φόνον.
Μενέλαος
ἐκ φασμάτων δὲ τάδε νοσεῖς· ποίων ὕπο;
Ὀρέστης
ἔδοξʼ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας.
Μενέλαος
οἶδʼ ἃς ἔλεξας, ὀνομάσαι δʼ οὐ βούλομαι.
Ὀρέστης
σεμναὶ γάρ· εὐπαίδευτα δʼ ἀπετρέπου λέγειν.
410
Μενέλαος
αὗταί σε βακχεύουσι συγγενῆ φόνον;
Ὀρέστης
οἴμοι διωγμῶν, οἷς ἐλαύνομαι τάλας.
Μενέλαος
οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους.
Ὀρέστης
ἀλλʼ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς.
Μενέλαος
μὴ θάνατον εἴπῃς· τοῦτο μὲν γὰρ οὐ σοφόν.
415
Ὀρέστης
Φοῖβος, κελεύσας μητρὸς ἐκπρᾶξαι φόνον.
Μενέλαος
ἀμαθέστερός γʼ ὢν τοῦ καλοῦ καὶ τῆς δίκης.
Ὀρέστης
δουλεύομεν θεοῖς, ὅ τι ποτʼ εἰσὶν οἱ θεοί.
Μενέλαος
κᾆτʼ οὐκ ἀμύνει Λοξίας τοῖς σοῖς κακοῖς;
Ὀρέστης
μέλλει· τὸ θεῖον δʼ ἐστὶ τοιοῦτον φύσει.
420
Μενέλαος
πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί;
Ὀρέστης
ἕκτον τόδʼ ἦμαρ· ἔτι πυρὰ θερμὴ τάφου.
Μενέλαος
ὡς ταχὺ μετῆλθόν σʼ αἷμα μητέρος θεαί.
Ὀρέστης
οὐ σοφός, ἀληθὴς δʼ ἐς φίλους
ἔφυν φίλος.
Μενέλαος
πατρὸς δὲ δή τι σʼ ὠφελεῖ τιμωρία;
425
Ὀρέστης
οὔπω· τὸ μέλλον δʼ ἴσον ἀπραξίᾳ λέγω.
Orestes. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.