Μενέλαος
ὦ δῶμα, τῇ μέν σʼ ἡδέως προσδέρκομαι
Τροίαθεν ἐλθών, τῇ δʼ ἰδὼν καταστένω·
κύκλῳ γὰρ εἱλιχθεῖσαν ἀθλίως κακοῖς
οὐπώποτʼ ἄλλην μᾶλλον εἶδον ἑστίαν.
Ἀγαμέμνονος μὲν γὰρ τύχας ἠπιστάμην
360
καὶ θάνατον, οἵῳ πρὸς δάμαρτος ὤλετο,
Μαλέᾳ προσίσχων πρῷραν· ἐκ δὲ κυμάτων
ὁ ναυτίλοισι μάντις ἐξήγγειλέ μοι
Νηρέως προφήτης Γλαῦκος, ἀψευδὴς θεός,
ὅς μοι τόδʼ εἶπεν ἐμφανῶς κατασταθείς·
365
Μενέλαε, κεῖται σὸς κασίγνητος θανών,
λουτροῖσιν ἀλόχου περιπεσὼν πανυστάτοις.
δακρύων δʼ ἔπλησεν ἐμέ τε καὶ ναύτας ἐμοὺς
πολλῶν. ἐπεὶ δὲ Ναυπλίας ψαύω χθονός,
ἤδη δάμαρτος ἐνθάδʼ ἐξορμωμένης,
370
δοκῶν Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος
φίλαισι χερσὶ περιβαλεῖν καὶ μητέρα,
ὡς εὐτυχοῦντας, ἔκλυον ἁλιτύπων τινὸς
τῆς Τυνδαρείας παιδὸς ἀνόσιον φόνον.
καὶ νῦν ὅπου ʼστὶν εἴπατʼ, ὦ νεάνιδες,
375
Ἀγαμέμνονος παῖς, ὃς τὰ δείνʼ ἔτλη κακά.
βρέφος γὰρ ἦν τότʼ ἐν Κλυταιμήστρας χεροῖν,
ὅτʼ ἐξέλειπον μέλαθρον ἐς Τροίαν ἰών,
ὥστʼ οὐκ ἂν αὐτὸν γνωρίσαιμʼ ἂν εἰσιδών.
Ὀρέστης
ὅδʼ εἴμʼ Ὀρέστης, Μενέλεως, ὃν ἱστορεῖς.
380
ἑκὼν ἐγώ σοι τἀμὰ μηνύσω κακά.
τῶν σῶν δὲ γονάτων πρωτόλεια θιγγάνω
ἱκέτης, ἀφύλλου στόματος ἐξάπτων λιτάς·
σῷσόν μʼ· ἀφῖξαι δʼ αὐτὸς ἐς καιρὸν κακῶν.
Orestes. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.