ὁ δʼ εὐκρότητον Δωρίδʼ ἁρπάσας χεροῖν,
ῥίψας ἀπʼ ὤμων εὐπρεπῆ πορπάματα,
820
Πυλάδην μὲν εἵλετʼ ἐν πόνοις ὑπηρέτην,
δμῶας δʼ ἀπωθεῖ· καὶ λαβὼν μόσχου πόδα,
λευκὰς ἐγύμνου σάρκας ἐκτείνων χέρα·
θᾶσσον δὲ βύρσαν ἐξέδειρεν ἢ δρομεὺς
δισσοὺς διαύλους ἱππίους διήνυσε,
825
κἀνεῖτο λαγόνας. ἱερὰ δʼ ἐς χεῖρας λαβὼν
Αἴγισθος ἤθρει. καὶ λοβὸς μὲν οὐ προσῆν
σπλάγχνοις, πύλαι δὲ καὶ δοχαὶ χολῆς πέλας
κακὰς ἔφαινον τῷ σκοποῦντι προσβολάς.
χὣ μὲν σκυθράζει, δεσπότης δʼ ἀνιστορεῖ·
830
τί χρῆμʼ ἀθυμεῖς; — ὦ ξένʼ, ὀρρωδῶ τινα
δόλον θυραῖον. ἔστι δʼ ἔχθιστος βροτῶν
Ἀγαμέμνονος παῖς πολέμιός τʼ ἐμοῖς δόμοις·
ὃ δʼ εἶπε· φυγάδος δῆτα δειμαίνεις δόλον,
πόλεως ἀνάσσων; οὐχ, ὅπως παστήρια
835
θοινασόμεσθα, Φθιάδʼ ἀντὶ Δωρικῆς
οἴσει τις ἡμῖν κοπίδʼ, ἀπορρήξω χέλυν;
λαβὼν δὲ κόπτει. σπλάγχνα δʼ Αἴγισθος λαβὼν
ἤθρει διαιρῶν. τοῦ δὲ νεύοντος κάτω
ὄνυχας ἐπʼ ἄκρους στὰς κασίγνητος σέθεν
840
ἐς σφονδύλους ἔπαισε, νωτιαῖα δὲ
ἔρρηξεν ἄρθρα· πᾶν δὲ σῶμʼ ἄνω κάτω
ἤσπαιρεν ἠλάλαζε δυσθνῄσκων φόνῳ.
δμῶες δʼ ἰδόντες εὐθὺς ᾖξαν ἐς δόρυ,
πολλοὶ μάχεσθαι πρὸς δύʼ· ἀνδρείας δʼ ὕπο
845
ἔστησαν ἀντίπρῳρα σείοντες βέλη
Πυλάδης Ὀρέστης τʼ. εἶπε δʼ· οὐχὶ δυσμενὴς
ἥκω πόλει τῇδʼ οὐδʼ ἐμοῖς ὀπάοσιν,
φονέα δὲ πατρὸς ἀντετιμωρησάμην
τλήμων Ὀρέστης· ἀλλὰ μή με καίνετε,
850
πατρὸς παλαιοὶ δμῶες. οἳ δʼ, ἐπεὶ λόγων
ἤκουσαν, ἔσχον κάμακας· ἐγνώσθη δʼ ὑπὸ
γέροντος ἐν δόμοισιν ἀρχαίου τινός.
στέφουσι δʼ εὐθὺς σοῦ κασιγνήτου κάρα
χαίροντες ἀλαλάζοντες. ἔρχεται δὲ σοὶ
855
κάρα ʼπιδείξων οὐχὶ Γοργόνος φέρων,
ἀλλʼ ὃν στυγεῖς Αἴγισθον· αἷμα δʼ αἵματος
πικρὸς δανεισμὸς ἦλθε τῷ θανόντι νῦν.
Electra. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.