Χορός
πολλῶν κακῶν Ἕλλησιν αἰτίαν ἔχει
σῆς μητρὸς Ἑλένη σύγγονος δόμοις τε σοῖς.
Ἠλέκτρα
οἴμοι, γυναῖκες, ἐξέβην θρηνημάτων.
215
ξένοι τινὲς παρʼ οἶκον οἵδʼ ἐφεστίους
εὐνὰς ἔχοντες ἐξανίστανται λόχου·
φυγῇ σὺ μὲν κατʼ οἶμον, ἐς δόμους δʼ ἐγὼ
φῶτας κακούργους ἐξαλύξωμεν ποδί.
Ὀρέστης
μένʼ, ὦ τάλαινα· μὴ τρέσῃς ἐμὴν χέρα.
220
Ἠλέκτρα
ὦ Φοῖβʼ Ἄπολλον· προσπίτνω σε μὴ θανεῖν.
Ὀρέστης
ἄλλους κτάνοιμι μᾶλλον ἐχθίους σέθεν.
Ἠλέκτρα
ἄπελθε, μὴ ψαῦʼ ὧν σε μὴ ψαύειν χρεών.
Ὀρέστης
οὐκ ἔσθʼ ὅτου θίγοιμʼ ἂν ἐνδικώτερον.
Ἠλέκτρα
καὶ πῶς ξιφήρης πρὸς δόμοις λοχᾷς ἐμοῖς;
225
Ὀρέστης
μείνασʼ ἄκουσον, καὶ τάχʼ οὐκ ἄλλως ἐρεῖς.
Ἠλέκτρα
ἕστηκα· πάντως δʼ εἰμὶ σή· κρείσσων γὰρ εἶ.
Ὀρέστης
ἥκω φέρων σοι σοῦ κασιγνήτου λόγους.
Ἠλέκτρα
ὦ φίλτατʼ, ἆρα ζῶντος ἢ τεθνηκότος;
Ὀρέστης
ζῇ· πρῶτα γάρ σοι τἀγάθʼ ἀγγέλλειν θέλω.
230
Ἠλέκτρα
εὐδαιμονοίης, μισθὸν ἡδίστων λόγων.
Ὀρέστης
κοινῇ δίδωμι τοῦτο νῷν ἀμφοῖν ἔχειν.
Ἠλέκτρα
ποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχων;
Ὀρέστης
οὐχ ἕνα νομίζων φθείρεται πόλεως νόμον.
Ἠλέκτρα
οὔ που σπανίζων τοῦ καθʼ ἡμέραν βίου;
235
Ὀρέστης
ἔχει μέν, ἀσθενὴς δὲ δὴ φεύγων ἀνήρ.
Ἠλέκτρα
λόγον δὲ δὴ τίνʼ ἦλθες ἐκ κείνου φέρων;
Ὀρέστης
εἰ ζῇς, ὅπως τε ζῶσα συμφορᾶς ἔχεις.
Ἠλέκτρα
οὐκοῦν ὁρᾷς μου πρῶτον ὡς ξηρὸν δέμας.
Ὀρέστης
λύπαις γε συντετηκός, ὥστε με στένειν.
240
Ἠλέκτρα
καὶ κρᾶτα πλόκαμόν τʼ ἐσκυθισμένον ξυρῷ.
Ὀρέστης
δάκνει σʼ ἀδελφὸς ὅ τε θανὼν ἴσως πατήρ.
Ἠλέκτρα
οἴμοι, τί γάρ μοι τῶνδέ γʼ ἐστὶ φίλτερον;
Ὀρέστης
φεῦ φεῦ· τί δαὶ σὺ σῷ κασιγνήτῳ, δοκεῖς;
Ἠλέκτρα
ἀπὼν ἐκεῖνος, οὐ παρὼν ἡμῖν φίλος.
245
Ὀρέστης
ἐκ τοῦ δὲ ναίεις ἐνθάδʼ ἄστεως ἑκάς;
Ἠλέκτρα
ἐγημάμεσθʼ, ὦ ξεῖνε, θανάσιμον γάμον.
Ὀρέστης
ᾤμωξʼ ἀδελφὸν σόν. Μυκηναίων τίνι;
Ἠλέκτρα
οὐχ ᾧ πατήρ μʼ ἤλπιζεν ἐκδώσειν ποτέ.
Ὀρέστης
εἴφʼ, ὡς ἀκούσας σῷ κασιγνήτῳ λέγω.
250
Ἠλέκτρα
ἐν τοῖσδʼ ἐκείνου τηλορὸς ναίω δόμοις.
Ὀρέστης
σκαφεύς τις ἢ βουφορβὸς ἄξιος δόμων.
Ἠλέκτρα
πένης ἀνὴρ γενναῖος ἔς τʼ ἔμʼ εὐσεβής.
Ὀρέστης
ἡ δʼ εὐσέβεια τίς πρόσεστι σῷ πόσει;
Ἠλέκτρα
οὐπώποτʼ εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν.
255
Ὀρέστης
ἅγνευμʼ ἔχων τι θεῖον ἤ σʼ ἀπαξιῶν;
Ἠλέκτρα
γονέας ὑβρίζειν τοὺς ἐμοὺς οὐκ ἠξίου.
Ὀρέστης
καὶ πῶς γάμον τοιοῦτον οὐχ ἥσθη λαβών;
Ἠλέκτρα
οὐ κύριον τὸν δόντα μʼ ἡγεῖται, ξένε.
Ὀρέστης
ξυνῆκʼ· Ὀρέστῃ μή ποτʼ ἐκτείσῃ δίκην.
260
Ἠλέκτρα
τοῦτʼ αὐτὸ ταρβῶν, πρὸς δὲ καὶ σώφρων ἔφυ.
Electra. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.