Χορός
ἀμφί μοι Ἴλιον, ὦ
Μοῦσα, καινῶν ὕμνων
ἄεισον ἐν δακρύοις ᾠδὰν ἐπικήδειον·
νῦν γὰρ μέλος ἐς Τροίαν ἰαχήσω,
515
τετραβάμονος ὡς ὑπʼ ἀπήνας
Ἀργείων ὀλόμαν τάλαινα δοριάλωτος,
ὅτʼ ἔλιπον ἵππον οὐράνια
βρέμοντα χρυσεοφάλαρον ἔνο-
520
πλον ἐν πύλαις Ἀχαιοί·
ἀνὰ δʼ ἐβόασεν λεὼς
Τρῳάδος ἀπὸ πέτρας σταθείς·
Ἴτʼ, ὦ πεπαυμένοι πόνων,
τόδʼ ἱερὸν ἀνάγετε ξόανον
525
Ἰλιάδι Διογενεῖ κόρᾳ.
τίς οὐκ ἔβα νεανίδων,
τίς οὐ γεραιὸς ἐκ δόμων;
κεχαρμένοι δʼ ἀοιδαῖς
δόλιον ἔσχον ἄταν.
530
Χορός
πᾶσα δὲ γέννα Φρυγῶν
πρὸς πύλας ὡρμάθη,
πεύκᾳ ἐν οὐρεΐᾳ ξεστὸν λόχον Ἀργείων
καὶ Δαρδανίας ἄταν θέᾳ δώσων,
535
χάριν ἄζυγος ἀμβροτοπώλου·
κλωστοῦ δʼ ἀμφιβόλοις λίνοιο ναὸς ὡσεὶ
σκάφος κελαινόν, εἰς ἕδρανα
λάινα δάπεδά τε φόνια πατρί-
540
δι Παλλάδος θέσαν θεᾶς.
ἐπὶ δὲ πόνῳ καὶ χαρᾷ
νύχιον ἐπεὶ κνέφας παρῆν,
Λίβυς τε λωτὸς ἐκτύπει
Φρύγιά τε μέλεα, παρθένοι δʼ
545
ἀέριον ἀνὰ κρότον ποδῶν
βοὰν ἔμελπον εὔφρονʼ, ἐν
δόμοις δὲ παμφαὲς σέλας
πυρὸς μέλαιναν αἴγλαν
ἄκος ἔδωκεν ὕπνῳ.
550
Χορός
ἐγὼ δὲ τὰν ὀρεστέραν
τότʼ ἀμφὶ μέλαθρα παρθένον
Διὸς κόραν ἐμελπόμαν
χοροῖσι· φοινία δʼ ἀνὰ
555
πτόλιν βοὰ κατεῖχε Περ-
γάμων ἕδρας· βρέφη δὲ φίλι-
α περὶ πέπλους ἔβαλλε μα-
τρὶ χεῖρας ἐπτοημένας·
λόχου δʼ ἐξέβαινʼ Ἄρης,
560
κόρας ἔργα Παλλάδος.
σφαγαὶ δʼ ἀμφιβώμιοι
Φρυγῶν, ἔν τε δεμνίοις
καράτομος ἐρημία
νεανίδων στέφανον ἔφερεν
565
Ἑλλάδι κουροτρόφον,
Φρυγῶν πατρίδι πένθη.
The Trojan Women. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.