Χορός
ὡς ἡδὺ δάκρυα τοῖς κακῶς πεπραγόσι
θρήνων τʼ ὀδυρμοὶ μοῦσά θʼ ἣ λύπας ἔχει.
Ἀνδρομάχη
ὦ μῆτερ ἀνδρός, ὅς ποτʼ Ἀργείων δορὶ
610
πλείστους διώλεσʼ, Ἕκτορος, τάδʼ εἰσορᾷς;
Ἑκάβη
ὁρῶ τὰ τῶν θεῶν, ὡς τὰ μὲν πυργοῦσʼ ἄνω
τὸ μηδὲν ὄντα, τὰ δὲ δοκοῦντʼ ἀπώλεσαν.
Ἀνδρομάχη
ἀγόμεθα λεία σὺν τέκνῳ· τὸ δʼ εὐγενὲς
ἐς δοῦλον ἥκει, μεταβολὰς τοσάσδʼ ἔχον.
615
Ἑκάβη
τὸ τῆς ἀνάγκης δεινόν· ἄρτι κἀπʼ ἐμοῦ
βέβηκʼ ἀποσπασθεῖσα Κασάνδρα βίᾳ.
Ἀνδρομάχη
φεῦ φεῦ·
ἄλλος τις Αἴας, ὡς ἔοικε, δεύτερος
παιδὸς πέφηνε σῆς. νοσεῖς δὲ χἅτερα.
Ἑκάβη
ὧν γʼ οὔτε μέτρον οὔτʼ ἀριθμός ἐστί μοι·
620
κακῷ κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται.
Ἀνδρομάχη
τέθνηκέ σοι παῖς πρὸς τάφῳ Πολυξένη
σφαγεῖσʼ Ἀχιλλέως, δῶρον ἀψύχῳ νεκρῷ.
Ἑκάβη
οἲ ʼγὼ τάλαινα. τοῦτʼ ἐκεῖνʼ ὅ μοι πάλαι
Ταλθύβιος αἴνιγμʼ οὐ σαφῶς εἶπεν σαφές.
625
Ἀνδρομάχη
εἶδόν νιν αὐτή, κἀποβᾶσα τῶνδʼ ὄχων
ἔκρυψα πέπλοις κἀπεκοψάμην νεκρόν.
Ἑκάβη
αἰαῖ, τέκνον, σῶν ἀνοσίων προσφαγμάτων·
αἰαῖ μάλʼ αὖθις, ὡς κακῶς διόλλυσαι.
Ἀνδρομάχη
ὄλωλεν ὡς ὄλωλεν· ἀλλʼ ὅμως ἐμοῦ
630
ζώσης γʼ ὄλωλεν εὐτυχεστέρῳ πότμῳ.
Ἑκάβη
οὐ ταὐτόν, ὦ παῖ, τῷ βλέπειν τὸ κατθανεῖν·
τὸ μὲν γὰρ οὐδέν, τῷ δʼ ἔνεισιν ἐλπίδες.
The Trojan Women. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.