Χορός
Μενέλαε, προγόνων τʼ ἀξίως δόμων τε σῶν
τεῖσαι δάμαρτα κἀφελοῦ, πρὸς Ἑλλάδος,
ψόγον τὸ θῆλύ τʼ, εὐγενὴς ἐχθροῖς φανείς.
1035
Μενέλαος
ἐμοὶ σὺ συμπέπτωκας ἐς ταὐτὸν λόγου,
ἑκουσίως τήνδʼ ἐκ δόμων ἐλθεῖν ἐμῶν
ξένας ἐς εὐνάς· χἡ Κύπρις κόμπου χάριν
λόγοις ἐνεῖται. — βαῖνε λευστήρων πέλας
πόνους τʼ Ἀχαιῶν ἀπόδος ἐν μικρῷ μακροὺς
1040
θανοῦσʼ, ἵνʼ εἰδῇς μὴ καταισχύνειν ἐμέ.
Ἑλένη
μή, πρός σε γονάτων, τὴν νόσον τὴν τῶν θεῶν
προσθεὶς ἐμοὶ κτάνῃς με, συγγίγνωσκε δέ.
Ἑκάβη
μηδʼ οὓς ἀπέκτεινʼ ἥδε συμμάχους προδῷς·
ἐγὼ πρὸ κείνων καὶ τέκνων σε λίσσομαι.
1045
Μενέλαος
παῦσαι, γεραιά· τῆσδε δʼ οὐκ ἐφρόντισα.
λέγω δὲ προσπόλοισι πρὸς πρύμνας νεῶν
τήνδʼ ἐκκομίζειν, ἔνθα ναυστολήσεται.
Ἑκάβη
μή νυν νεὼς σοὶ ταὐτὸν ἐσβήτω σκάφος.
Μενέλαος
τί δʼ ἔστι; μεῖζον βρῖθος ἢ πάροιθʼ ἔχει;
1050
Ἑκάβη
οὐκ ἔστʼ ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ.
Μενέλαος
ὅπως ἂν ἐκβῇ τῶν ἐρωμένων ὁ νοῦς.
ἔσται δʼ ἃ βούλῃ· ναῦν γὰρ οὐκ ἐσβήσεται
ἐς ἥνπερ ἡμεῖς· καὶ γὰρ οὐ κακῶς λέγεις·
ἐλθοῦσα δʼ Ἄργος ὥσπερ ἀξία κακῶς
1055
κακὴ θανεῖται καὶ γυναιξὶ σωφρονεῖν
πάσαισι θήσει. ῥᾴδιον μὲν οὐ τόδε·
ὅμως δʼ ὁ τῆσδʼ ὄλεθρος ἐς φόβον βαλεῖ
τὸ μῶρον αὐτῶν, κἂν ἔτʼ ὦσʼ ἐχθίονες.
The Trojan Women. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.