Ποσειδῶν
Ἥκω λιπὼν Αἴγαιον ἁλμυρὸν βάθος
1
πόντου Ποσειδῶν, ἔνθα Νηρῄδων χοροὶ
κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδός.
ἐξ οὗ γὰρ ἀμφὶ τήνδε Τρωικὴν χθόνα
Φοῖβός τε κἀγὼ λαΐνους πύργους πέριξ
5
ὀρθοῖσιν ἔθεμεν κανόσιν, οὔποτʼ ἐκ φρενῶν
εὔνοιʼ ἀπέστη τῶν ἐμῶν Φρυγῶν πόλει·
ἣ νῦν καπνοῦται καὶ πρὸς Ἀργείου δορὸς
ὄλωλε πορθηθεῖσʼ· ὁ γὰρ Παρνάσιος
Φωκεὺς Ἐπειός, μηχαναῖσι Παλλάδος
10
ἐγκύμονʼ ἵππον τευχέων ξυναρμόσας,
πύργων ἔπεμψεν ἐντὸς ὀλέθριον βρέτας·
ὅθεν πρὸς ἀνδρῶν ὑστέρων κεκλήσεται
Δούρειος Ἵππος, κρυπτὸν ἀμπισχὼν δόρυ.
ἔρημα δʼ ἄλση καὶ θεῶν ἀνάκτορα
15
φόνῳ καταρρεῖ· πρὸς δὲ κρηπίδων βάθροις
πέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών.
πολὺς δὲ χρυσὸς Φρύγιά τε σκυλεύματα
πρὸς ναῦς Ἀχαιῶν πέμπεται· μένουσι δὲ
πρύμνηθεν οὖρον, ὡς δεκασπόρῳ χρόνῳ
20
ἀλόχους τε καὶ τέκνʼ εἰσίδωσιν ἄσμενοι,
οἳ τήνδʼ ἐπεστράτευσαν Ἕλληνες πόλιν.
ἐγὼ δέ — νικῶμαι γὰρ Ἀργείας θεοῦ
Ἥρας Ἀθάνας θʼ, αἳ συνεξεῖλον Φρύγας —
λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τʼ ἐμούς·
25
ἐρημία γὰρ πόλιν ὅταν λάβῃ κακή,
νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει.
πολλοῖς δὲ κωκυτοῖσιν αἰχμαλωτίδων
βοᾷ Σκάμανδρος δεσπότας κληρουμένων.
καὶ τὰς μὲν Ἀρκάς, τὰς δὲ Θεσσαλὸς λεὼς
30
εἴληχʼ Ἀθηναίων τε Θησεῖδαι πρόμοι.
ὅσαι δʼ ἄκληροι Τρῳάδων, ὑπὸ στέγαις
ταῖσδʼ εἰσί, τοῖς πρώτοισιν ἐξῃρημέναι
στρατοῦ, σὺν αὐταῖς δʼ ἡ Λάκαινα Τυνδαρὶς
Ἑλένη, νομισθεῖσʼ αἰχμάλωτος ἐνδίκως.
35
τὴν δʼ ἀθλίαν τήνδʼ εἴ τις εἰσορᾶν θέλει,
πάρεστιν, Ἑκάβην κειμένην πυλῶν πάρος,
δάκρυα χέουσαν πολλὰ καὶ πολλῶν ὕπερ·
ᾗ παῖς μὲν ἀμφὶ μνῆμʼ Ἀχιλλείου τάφου
λάθρα τέθνηκε τλημόνως Πολυξένη·
40
φροῦδος δὲ Πρίαμος καὶ τέκνʼ· ἣν δὲ παρθένον
μεθῆκʼ Ἀπόλλων δρομάδα Κασάνδραν ἄναξ,
τὸ τοῦ θεοῦ τε παραλιπὼν τό τʼ εὐσεβὲς
γαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος.
ἀλλʼ, ὦ ποτʼ εὐτυχοῦσα, χαῖρέ μοι, πόλις
45
ξεστόν τε πύργωμʼ· εἴ σε μὴ διώλεσεν
Παλλὰς Διὸς παῖς, ἦσθʼ ἂν ἐν βάθροις ἔτι.
The Trojan Women. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.