Ἴων
ἅρματα μὲν τάδε λαμπρὰ τεθρίππων
Ἥλιος ἤδη λάμπει κατὰ γῆν,
ἄστρα δὲ φεύγει πυρὶ τῷδʼ αἰθέρος
ἐς νύχθʼ ἱεράν·
85
Παρνησιάδες δʼ ἄβατοι κορυφαὶ
καταλαμπόμεναι τὴν ἡμερίαν
ἁψῖδα βροτοῖσι δέχονται.
σμύρνης δʼ ἀνύδρου καπνὸς εἰς ὀρόφους
Φοίβου πέταται.
90
θάσσει δὲ γυνὴ τρίποδα ζάθεον
Δελφίς, ἀείδουσʼ Ἕλλησι βοάς,
ἃς ἂν Ἀπόλλων κελαδήσῃ.
ἀλλʼ, ὦ Φοίβου Δελφοὶ θέραπες,
τὰς Κασταλίας ἀργυροειδεῖς
95
βαίνετε δίνας, καθαραῖς δὲ δρόσοις
ἀφυδρανάμενοι στείχετε ναούς·
στόμα τʼ εὔφημον φρουρεῖν ἀγαθόν,
φήμας τʼ ἀγαθὰς
τοῖς ἐθέλουσιν μαντεύεσθαι
100
γλώσσης ἰδίας ἀποφαίνειν.
ἡμεῖς δέ, πόνους οὓς ἐκ παιδὸς
μοχθοῦμεν ἀεί, πτόρθοισι δάφνης
στέφεσίν θʼ ἱεροῖς ἐσόδους Φοίβου
καθαρὰς θήσομεν, ὑγραῖς τε πέδον
105
ῥανίσιν νοτερόν· πτηνῶν τʼ ἀγέλας,
αἳ βλάπτουσιν σέμνʼ ἀναθήματα,
τόξοισιν ἐμοῖς φυγάδας θήσομεν·
ὡς γὰρ ἀμήτωρ ἀπάτωρ τε γεγὼς
τοὺς θρέψαντας
110
Φοίβου ναοὺς θεραπεύω.
Ion. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.