Χορός
— φίλαι, πότερʼ ἐμᾷ δεσποίνᾳ
695
τάδε τορῶς ἐς οὖς γεγωνήσομεν;
πόσιν, ἐν ᾧ τὰ πάντʼ ἔχουσʼ ἐλπίδων
μέτοχος ἦν, τλάμων,
— νῦν δʼ ἣ μὲν ἔρρει συμφοραῖς, ὃ δʼ εὐτυχεῖ.
— πολιὸν ἐσπεσοῦσα γῆρας, πόσις δʼ
700
— ἀτίετος φίλων.
— μέλεος, ὃς θυραῖος ἐλθὼν δόμους,
μέγαν ἐς ὄλβον, οὐκ ἴσωσεν τύχης
(— ὄλοιτʼ, ὄλοιτο) πότνιαν ἐξαπαφὼν ἐμάν.
— καὶ θεοῖσιν μὴ τύχοι
705
καλλίφλογα πέλανον ἐπὶ
πυρὶ καθαγνίσας· τὸ δʼ ἐμὸν εἴσεται,
ὅσον ἀμᾶς ἔφυν
τυραννίδος φίλα.
710
— ἦ δὴ πέλας δείπνων κυρεῖ
παῖς καὶ πατὴρ νέος νέων.
Ion. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.