Ξοῦθος
παῦσαι λόγων τῶνδʼ, εὐτυχεῖν δʼ ἐπίστασο·
650
θέλω γὰρ οὗπέρ σʼ ηὗρον ἄρξασθαι, τέκνον,
κοινῆς τραπέζης, δαῖτα πρὸς κοινὴν πεσών,
θῦσαί θʼ ἅ σου πρὶν γενέθλιʼ οὐκ ἐθύσαμεν.
καὶ νῦν μὲν ὡς δὴ ξένον ἄγων σʼ ἐφέστιον
δείπνοισι τέρψω, τῆς δʼ Ἀθηναίων χθονὸς
655
ἄξω θεατὴν δῆθεν, ὡς οὐκ ὄντʼ ἐμόν.
καὶ γὰρ γυναῖκα τὴν ἐμὴν οὐ βούλομαι
λυπεῖν ἄτεκνον οὖσαν αὐτὸς εὐτυχῶν.
χρόνῳ δὲ καιρὸν λαμβάνων προσάξομαι
δάμαρτʼ ἐᾶν σε σκῆπτρα τἄμʼ ἔχειν χθονός.
660
Ἴωνα δʼ ὀνομάζω σε τῇ τύχῃ πρέπον,
ὁθούνεκʼ ἀδύτων ἐξιόντι μοι θεοῦ
ἴχνος συνῆψας πρῶτος. ἀλλὰ τῶν φίλων
πλήρωμʼ ἀθροίσας βουθύτῳ σὺν ἡδονῇ
πρόσειπε, μέλλων Δελφίδʼ ἐκλιπεῖν πόλιν.
665
ὑμῖν δὲ σιγᾶν, δμωΐδες, λέγω τάδε,
ἢ θάνατον εἰπούσαισι πρὸς δάμαρτʼ ἐμήν.
Ἴων
στείχοιμʼ ἄν. ἓν δὲ τῆς τύχης ἄπεστί μοι·
εἰ μὴ γὰρ ἥτις μʼ ἔτεκεν εὑρήσω, πάτερ,
ἀβίωτον ἡμῖν. εἰ δʼ ἐπεύξασθαι χρεών,
670
ἐκ τῶν Ἀθηνῶν μʼ ἡ τεκοῦσʼ εἴη γυνή,
ὥς μοι γένηται μητρόθεν παρρησία.
καθαρὰν γὰρ ἤν τις ἐς πόλιν πέσῃ ξένος,
κἂν τοῖς λόγοισιν ἀστὸς ᾖ, τό γε στόμα
δοῦλον πέπαται κοὐκ ἔχει παρρησίαν.
675
Ion. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.