λαβοῦσα τόνδε παῖδα Κεκροπίαν χθόνα
χώρει, Κρέουσα, κἀς θρόνους τυραννικοὺς
ἵδρυσον. ἐκ γὰρ τῶν Ἐρεχθέως γεγὼς
δίκαιος ἄρχειν τῆς γʼ ἐμῆς ὅδε χθονός,
ἔσται τʼ ἀνʼ Ἑλλάδʼ εὐκλεής. οἱ τοῦδε γὰρ
1575
παῖδες γενόμενοι τέσσαρες ῥίζης μιᾶς
ἐπώνυμοι γῆς κἀπιφυλίου χθονὸς
λαῶν ἔσονται, σκόπελον οἳ ναίουσʼ ἐμόν.
Γελέων μὲν ἔσται πρῶτος· εἶτα δεύτερος
Ὅπλητες Ἀργαδῆς τʼ, ἐμῆς τʼ ἀπʼ αἰγίδος
1580
ἔμφυλον ἕξουσʼ Αἰγικορῆς. οἱ τῶνδε δʼ αὖ
παῖδες γενόμενοι σὺν χρόνῳ πεπρωμένῳ
Κυκλάδας ἐποικήσουσι νησαίας πόλεις
χέρσους τε παράλους, ὃ σθένος τἠμῇ χθονὶ
δίδωσιν· ἀντίπορθμα δʼ ἠπείροιν δυοῖν
1585
πεδία κατοικήσουσιν, Ἀσιάδος τε γῆς
Εὐρωπίας τε· τοῦδε δʼ ὀνόματος χάριν
Ἴωνες ὀνομασθέντες ἕξουσιν κλέος.
Ξούθῳ δὲ καὶ σοὶ γίγνεται κοινὸν γένος,
Δῶρος μέν, ἔνθεν Δωρὶς ὑμνηθήσεται
1590
πόλις κατʼ αἶαν Πελοπίαν· ὁ δεύτερος
Ἀχαιός, ὃς γῆς παραλίας Ῥίου πέλας
τύραννος ἔσται, κἀπισημανθήσεται
κείνου κεκλῆσθαι λαὸς ὄνομʼ ἐπώνυμος.
καλῶς δʼ Ἀπόλλων πάντʼ ἔπραξε· πρῶτα μὲν
1595
ἄνοσον λοχεύει σʼ, ὥστε μὴ γνῶναι φίλους·
ἐπεὶ δʼ ἔτικτες τόνδε παῖδα κἀπέθου
ἐν σπαργάνοισιν, ἁρπάσαντʼ ἐς ἀγκάλας
Ἑρμῆν κελεύει δεῦρο πορθμεῦσαι βρέφος,
ἔθρεψέ τʼ οὐδʼ εἴασεν ἐκπνεῦσαι βίον.
1600
νῦν οὖν σιώπα, παῖς ὅδʼ ὡς πέφυκε σός,
ἵνʼ ἡ δόκησις Ξοῦθον ἡδέως ἔχῃ,
σύ τʼ αὖ τὰ σαυτῆς ἀγάθʼ ἔχουσʼ ἴῃς, γύναι.
καὶ χαίρετʼ· ἐκ γὰρ τῆσδʼ ἀναψυχῆς πόνων
εὐδαίμονʼ ὑμῖν πότμον ἐξαγγέλλομαι.
1605
Ion. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.