Χορός
— οὐκέτʼ εὔτεκνος, οὐκέτʼ εὔ-
955
παις, οὐδʼ εὐτυχίας μέτε-
στίν μοι κουροτόκοις ἐν Ἀργείαις·
οὐδʼ Ἄρτεμις λοχία
προσφθέγξαιτʼ ἂν τὰς ἀτέκνους.
δυσαίων δʼ ὁ βίος,
960
πλαγκτὰ δʼ ὡσεί τις νεφέλα
πνευμάτων ὑπὸ δυσχίμων ἀίσσω.
Χορός
— ἑπτὰ ματέρες ἑπτὰ κού-
ρους ἐγεινάμεθʼ αἱ ταλαί-
πωροι κλεινοτάτους ἐν Ἀργείοις·
965
καὶ νῦν ἄπαις ἄτεκνος
γηράσκω δυστανοτάτως,
οὔτʼ ἐν φθιμένοις
οὔτʼ ἐν ζωοῖσιν
ἀριθμουμένη,
χωρὶς δή τινα τῶνδʼ ἔχουσα μοῖραν.
970
Χορός
— ὑπολελειμμένα μοι δάκρυα·
μέλεα παιδὸς ἐν οἴκοις
κεῖται μνήματα, πένθιμοι
κουραὶ καὶ στέφανοι κόμας,
λοιβαί τε νεκύων φθιμένων,
ἀοιδαί θʼ ἃς χρυσοκόμας
975
Ἀπόλλων οὐκ ἐνδέχεται·
γόοισι δʼ ὀρθρευομένα
δάκρυσι νοτερὸν ἀεὶ πέπλων
πρὸς στέρνῳ πτύχα τέγξω.
The Suppliant Maidens. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.