Χορός
— ἰὼ
ἰώ·
τάδε δὴ παίδων
καὶ δὴ φθιμένων
ὀστᾶ φέρεται. λάβετʼ, ἀμφίπολοι,
1115
γραίας ἀμενοῦς — οὐ γὰρ ἔνεστιν
ῥώμη παίδων ὑπὸ πένθους —
πολλοῦ τε χρόνου ζώσης μέτρα δὴ
καταλειβομένης τʼ ἄλγεσι πολλοῖς.
τί γὰρ ἂν μεῖζον τοῦδʼ ἔτι θνητοῖς
1120
πάθος ἐξεύροις
ἢ τέκνα θανόντʼ ἐσιδέσθαι;
Παῖδες
— φέρω φέρω,
τάλαινα μᾶτερ, ἐκ πυρὸς πατρὸς μέλη,
βάρος μὲν οὐκ ἀβριθὲς ἀλγέων ὕπερ,
1125
ἐν δʼ ὀλίγῳ τἀμὰ πάντα συνθείς.
Χορός
— ἰὼ ἰώ,
πᾶ φέρεις δάκρυα φίλᾳ
ματρὶ τῶν ὀλωλότων;
σποδοῦ τε πλῆθος ὀλίγον ἀντὶ σωμάτων
1130
εὐδοκίμων δήποτʼ ἐν Μυκήναις;
Παῖδες
— ἄπαις, ἄπαις·
ἐγὼ δʼ ἔρημος ἀθλίου πατρὸς τάλας
ἔρημον οἶκον ὀρφανεύσομαι λαβών,
οὐ πατρὸς ἐν χερσὶ τοῦ τεκόντος.
Χορός
— ἰὼ ἰώ·
1135
ποῦ δὲ πόνος ἐμῶν τέκνων,
ποῦ λοχευμάτων χάρις;
τροφαί τε ματρὸς ἄυπνά τʼ ὀμμάτων τέλη,
καὶ φίλιαι προσβολαὶ προσώπων;
Παῖδες
— βεβᾶσιν, οὐκέτʼ εἰσίν· οἴμοι πάτερ·
βεβᾶσιν.
1140
Χορός
αἰθὴρ ἔχει νιν ἤδη,
πυρὸς τετακότας σποδῷ·
ποτανοὶ δʼ ἤνυσαν τὸν Ἅιδαν.
Παῖδες
— πάτερ, μῶν σῶν κλύεις τέκνων γόους;
ἆρʼ ἀσπιδοῦχος ἔτι ποτʼ ἀντιτάσσομαι
σὸν φόνον — εἰ γὰρ γένοιτο — τεκνῶν;
1145
Παῖδες
— ἔτʼ ἂν θεοῦ θέλοντος ἔλθοι δίκα
πατρῷος·
Χορός
οὔπω κακὸν τόδʼ εὕδει.
αἰαῖ γόων· ἅλις τύχας,
ἅλις δʼ ἀλγέων ἐμοὶ πάρεστι.
Παῖδες
— ἔτʼ Ἀσωποῦ με δέξεται γάνος
1150
χαλκέοις ἐν ὅπλοις Δαναϊδῶν στρατηλάταν,
τοῦ φθιμένου πατρὸς ἐκδικαστάν.
Παῖδες
— ἔτʼ εἰσορᾶν σε, πάτερ, ἐπʼ ὀμμάτων δοκῶ
Χορός
— φίλον φίλημα παρὰ γένυν τιθέντα σόν.
Παῖδες
— λόγων δὲ παρακέλευσμα σῶν
1155
ἀέρι φερόμενον οἴχεται.
Χορός
— δυοῖν δʼ ἄχη, ματρί τʼ ἔλιπεν —
σέ τʼ οὔποτʼ ἄλγη πατρῷα λείψει.
Παῖδες
— ἔχω τοσόνδε βάρος ὅσον μʼ ἀπώλεσεν.
Χορός
— φέρʼ, ἀμφὶ μαστὸν ὑποβάλω
φίλαν σποδόν.
1160
Παῖδες
— ἔκλαυσα τόδε κλύων ἔπος
στυγνότατον· ἔθιγέ μου φρενῶν.
Χορός
— ὦ τέκνον, ἔβας· οὐκέτι φίλον
φίλας ἄγαλμʼ ὄψομαί σε ματρός.
The Suppliant Maidens. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.