Χορός
— ἔτεκες καὶ σύ ποτʼ, ὦ πότνια, κοῦρον
φίλα ποιησαμένα λέ-
55
κτρα πόσει σῷ· μετά νυν
δὸς ἐμοὶ σᾶς διανοίας,
μετάδος δʼ, ὅσσον ἐπαλγῶ μελέα
ʼγὼ
φθιμένων οὓς ἔτεκον·
παράπεισον δὲ σόν, ὤ, λισσόμεθʼ, ἐλθεῖν
60
τέκνον Ἰσμηνὸν ἐμάν τʼ ἐς χέρα θεῖναι
νεκύων θαλερᾷ σώματʼ ἀλαίνοντʼ ἄταφα.
The Suppliant Maidens. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.