Ἑκάβη
οἲ ἐγὼ μελέα, τί ποτʼ ἀπύσω;
ποίαν ἀχώ, ποῖον ὀδυρμόν,
155
δειλαία δειλαίου γήρως,
δουλείας
τᾶς οὐ τλατᾶς,
τᾶς οὐ φερτᾶς; οἴμοι.
τίς ἀμύνει μοι; ποία γέννα,
ποία δὲ πόλις; φροῦδος πρέσβυς,
160
φροῦδοι παῖδες.
ποίαν ἢ ταύταν ἢ κείναν
στείχω;
ποῖ δʼ ἥσω; ποῦ τις θεῶν
ἢ δαιμόνων ἐπαρωγός;
ὦ κάκʼ ἐνεγκοῦσαι,
165
Τρῳάδες ὦ κάκʼ ἐνεγκοῦσαι
πήματʼ, ἀπωλέσατʼ ὠλέσατʼ· οὐκέτι μοι βίος
ἀγαστὸς ἐν φάει.
ὦ τλάμων ἅγησαί μοι πούς,
ἅγησαι τᾷ γηραιᾷ
170
πρὸς τάνδʼ αὐλάν· ὦ τέκνον, ὦ παῖ,
δυστανοτάτας
ματέρος — ἔξελθʼ ἔξελθʼ
οἴκων — ἄιε ματέρος αὐδάν.
ὦ τέκνον ὡς εἰδῇς οἵαν οἵαν
175
ἀίω φάμαν περὶ σᾶς ψυχᾶς.
Hecuba. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.