Πηλεύς
ὦ γάμος, ὦ γάμος, ὃς τάδε δώματα
καὶ πόλιν ἀμὰν ὤλεσας· αἰαῖ,
ἒ ἔ· ὦ παῖ,
μήποτε σῶν λεχέων τὸ δυσώνυμον
ὤφελ’ ἐμὸν γένος εἰς τέκνα καὶ δόμον
1190
ἀμφιβαλέσθαι
Ἑρμιόνας Ἀίδαν ἐπὶ σοί, τέκνον,
ἀλλὰ κεραυνῷ πρόσθεν ὀλέσθαι·
μηδ’ ἐπὶ τοξοσύνᾳ φονίῳ πατρὸς
αἷμα τὸ διογενές ποτε Φοίβου
1195
βροτὸς εἰς θεὸν ἀνάψαι.
Andromache. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.