Χορός
— φεῦ φεῦ· τόδ’ αὖ νεοχμὸν ἐκδοχαῖς
ἐπιφέρει θεὸς κακόν. ἐμοὶ μὲν οὖν
ἀβίοτος βίου τύχα
πρὸς τὸ κρανθέν· εἴη τυχεῖν.
— ὀλομένους γάρ, οὐκέτ’ ὄντας λέγω,
φεῦ φεῦ, τῶν ἐμῶν τυράννων δόμους.
870
— ὦ δαῖμον, εἴ πως ἔστι, μὴ σφήλῃς δόμους,
αἰτουμένης δὲ κλῦθί μου· πρὸς γάρ τινος
οἰωνὸν ὥστε μάντις εἰσορῶ κακοῦ.
Hippolytus. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.