σοφὴν δὲ μισῶ· μὴ γὰρ ἔν γ’ ἐμοῖς δόμοις
640
εἴη φρονοῦσα πλείον’ ἢ γυναῖκα χρή.
τὸ γὰρ κακοῦργον μᾶλλον ἐντίκτει Κύπρις
ἐν ταῖς σοφαῖσιν· ἡ δ’ ἀμήχανος γυνὴ
γνώμῃ βραχείᾳ μωρίαν ἀφῃρέθη.
χρῆν δ’ ἐς γυναῖκα πρόσπολον μὲν οὐ περᾶν,
645
ἄφθογγα δ’ αὐταῖς συγκατοικίζειν δάκη
θηρῶν, ἵν’ εἶχον μήτε προσφωνεῖν τινα
μήτ’ ἐξ ἐκείνων φθέγμα δέξασθαι πάλιν.
νῦν δ’ αἳ μὲν ἔνδον
δρῶσιν αἱ κακαὶ κακὰ
βουλεύματ’, ἔξω δ’ ἐκφέρουσι πρόσπολοι.
650
ὡς καὶ σύ γ’ ἡμῖν πατρός, ὦ κακὸν κάρα,
λέκτρων ἀθίκτων ἦλθες ἐς συναλλαγάς·
ἁγὼ ῥυτοῖς νασμοῖσιν ἐξομόρξομαι,
ἐς ὦτα κλύζων. πῶς ἂν οὖν εἴην κακός,
ὃς οὐδ’ ἀκούσας τοιάδ’ ἁγνεύειν δοκῶ;
655
εὖ δ’ ἴσθι, τοὐμόν σ’ εὐσεβὲς σῴζει, γύναι·
εἰ μὴ γὰρ ὅρκοις θεῶν ἄφαρκτος ᾑρέθην,
οὐκ ἄν ποτ’ ἔσχον μὴ οὐ τάδ’ ἐξειπεῖν πατρί.
νῦν δ’ ἐκ δόμων μέν, ἔστ’ ἂν ἔκδημος χθονὸς
Θησεύς, ἄπειμι· σῖγα δ’ ἕξομεν στόμα.
660
θεάσομαι δὲ σὺν πατρὸς μολὼν ποδὶ
πῶς νιν προσόψῃ καὶ σὺ καὶ δέσποινα σή·
τῆς σῆς δὲ τόλμης εἴσομαι γεγευμένος.
ὄλοισθε. μισῶν δ’ οὔποτ’ ἐμπλησθήσομαι
γυναῖκας, οὐδ’ εἴ φησί τίς μ’ ἀεὶ λέγειν·
665
ἀεὶ γὰρ οὖν πώς εἰσι κἀκεῖναι κακαί.
ἤ νύν τις αὐτὰς σωφρονεῖν διδαξάτω,
ἢ κἄμ’ ἐάτω ταῖσδ’ ἐπεμβαίνειν ἀεί.
Hippolytus. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.