Φαίδρα
τοῦτ’ ἔσθ’ ὃ θνητῶν εὖ πόλεις οἰκουμένας
δόμους τ’ ἀπόλλυσ’, οἱ καλοὶ λίαν λόγοι.
οὐ γὰρ τὰ τοῖσιν ὠσὶ τερπνὰ χρὴ λέγειν,
ἀλλ’ ἐξ ὅτου τις εὐκλεὴς γενήσεται.
Τροφός
τί σεμνομυθεῖς; οὐ λόγων εὐσχημόνων
490
δεῖ σ’, ἀλλὰ τἀνδρός. — ὡς τάχος διοιστέον,
τὸν εὐθὺν ἐξειπόντας ἀμφὶ σοῦ λόγον.
εἰ μὲν γὰρ ἦν σοι μὴ ’πὶ συμφοραῖς βίος
τοιαῖσδε, σώφρων δ’ οὖσ’ ἐτύγχανες γυνή,
οὐκ ἄν ποτ’ εὐνῆς οὕνεχ’ ἡδονῆς τε σῆς
495
προσῆγον ἄν σε δεῦρο· νῦν δ’ ἀγὼν μέγας
σῶσαι βίον σόν, κοὐκ ἐπίφθονον τόδε.
Φαίδρα
ὦ δεινὰ λέξασ’, οὐχὶ συγκλῄσεις στόμα
καὶ μὴ μεθήσεις αὖθις αἰσχίστους λόγους;
Τροφός
αἴσχρ’, ἀλλ’ ἀμείνω τῶν καλῶν τάδ’ ἐστί σοι.
500
κρεῖσσον δὲ τοὔργον, εἴπερ ἐκσώσει γέ σε,
ἢ τοὔνομ’, ᾧ σὺ κατθανῇ γαυρουμένη.
Φαίδρα
καὶ μή σε πρὸς θεῶν — εὖ λέγεις γάρ, αἰσχρὰ δέ —
πέρα προβῇς τῶνδ’· ὡς ὑπείργασμαι μὲν εὖ
ψυχὴν ἔρωτι, τᾀσχρὰ δ’ ἢν λέγῃς καλῶς,
505
ἐς τοῦθ’ ὃ φεύγω νῦν ἀναλωθήσομαι.
Τροφός
εἴ τοι δοκεῖ σοι, χρῆν μὲν οὔ σ’ ἁμαρτάνειν·
εἰ δ’ οὖν, πιθοῦ μοι· δευτέρα γὰρ ἡ χάρις.
ἔστιν κατ’ οἴκους φίλτρα μοι θελκτήρια
ἔρωτος, ἦλθε δ’ ἄρτι μοι γνώμης ἔσω,
510
ἅ σ’ οὔτ’ ἐπ’ αἰσχροῖς οὔτ’ ἐπὶ βλάβῃ φρενῶν
παύσει νόσου τῆσδ’, ἢν σὺ μὴ γένῃ κακή.
δεῖ δ’ ἐξ ἐκείνου δή τι τοῦ ποθουμένου
σημεῖον, ἢ λόγον τιν’ ἢ πέπλων ἄπο
λαβεῖν, συνάψαι τ’ ἐκ δυοῖν μίαν χάριν.
515
Φαίδρα
πότερα δὲ χριστὸν ἢ ποτὸν τὸ φάρμακον;
Τροφός
οὐκ οἶδ’· ὀνάσθαι, μὴ μαθεῖν βούλου, τέκνον.
Φαίδρα
δέδοιχ’ ὅπως μοι μὴ λίαν φανῇς σοφή.
Τροφός
πάντ’ ἂν φοβηθεῖσ’ ἴσθι· δειμαίνεις δὲ τί;
Φαίδρα
μή μοί τι Θησέως τῶνδε μηνύσῃς τόκῳ.
520
Τροφός
ἔασον, ὦ παῖ· ταῦτ’ ἐγὼ θήσω καλῶς.
μόνον σύ μοι, δέσποινα ποντία Κύπρι,
συνεργὸς εἴης. τἄλλα δ’ οἷ’ ἐγὼ φρονῶ
τοῖς ἔνδον ἡμῖν ἀρκέσει λέξαι φίλοις.
Hippolytus. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.