Χορός
— ἦ σὺ γ’ ἔνθεος, ὦ κούρα,
εἴτ’ ἐκ Πανὸς εἴθ’ Ἑκάτας
ἢ σεμνῶν Κορυβάντων φοι-
τᾷς ἢ ματρὸς ὀρείας;
— σὺ δ’ ἀμφὶ τὰν πολύθηρον Δί-
145
κτυνναν ἀμπλακίαις ἀνίε-
ρος ἀθύτων πελάνων τρύχῃ;
φοιτᾷ γὰρ καὶ διὰ λίμνας
χέρσον θ’ ὑπὲρ πελάγους
δίναις ἐν νοτίαις ἅλμας.
150
Hippolytus. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.