Ἱππόλυτος
ὦ Ζεῦ, τί δὴ κίβδηλον ἀνθρώποις κακὸν
γυναῖκας ἐς φῶς ἡλίου κατῴκισας;
εἰ γὰρ βρότειον ἤθελες σπεῖραι γένος,
οὐκ ἐκ γυναικῶν χρῆν παρασχέσθαι τόδε,
ἀλλ’ ἀντιθέντας σοῖσιν ἐν ναοῖς βροτοὺς
620
ἢ χρυσὸν ἢ σίδηρον ἢ χαλκοῦ βάρος
παίδων πρίασθαι σπέρμα, τοῦ τιμήματος
τῆς ἀξίας ἕκαστον, ἐν δὲ δώμασιν
ναίειν ἐλευθέροισι θηλειῶν ἄτερ.
νῦν δ’ ἐς δόμους μὲν πρῶτον ἄξεσθαι κακὸν
625
μέλλοντες ὄλβον δωμάτων ἐκπίνομεν.
τούτῳ δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα·
προσθεὶς γὰρ ὁ σπείρας τε καὶ θρέψας πατὴρ
φερνὰς ἀπῴκισ’, ὡς ἀπαλλαχθῇ κακοῦ.
ὁ δ’ αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸν
630
γέγηθε κόσμον προστιθεὶς ἀγάλματι
καλὸν κακίστῳ καὶ πέπλοισιν ἐκπονεῖ
δύστηνος, ὄλβον δωμάτων ὑπεξελών.
ἔχει δ’ ἀνάγκην, ὥστε κηδεύσας καλοῖς
γαμβροῖσι χαίρων σῴζεται πικρὸν λέχος,
635
ἢ χρηστὰ λέκτρα, πενθεροὺς δ’ ἀνωφελεῖς
λαβὼν πιέζει τἀγαθῷ τὸ δυστυχές.
ῥᾷστον δ’ ὅτῳ τὸ μηδέν, ἀλλ’ ἀνωφελὴς
εὐηθίᾳ κατ’ οἶκον ἵδρυται γυνή.
640
σοφὴν δὲ μισῶ· μὴ γὰρ ἔν γ’ ἐμοῖς δόμοις
640
εἴη φρονοῦσα πλείον’ ἢ γυναῖκα χρή.
τὸ γὰρ κακοῦργον μᾶλλον ἐντίκτει Κύπρις
ἐν ταῖς σοφαῖσιν· ἡ δ’ ἀμήχανος γυνὴ
γνώμῃ βραχείᾳ μωρίαν ἀφῃρέθη.
χρῆν δ’ ἐς γυναῖκα πρόσπολον μὲν οὐ περᾶν,
645
ἄφθογγα δ’ αὐταῖς συγκατοικίζειν δάκη
θηρῶν, ἵν’ εἶχον μήτε προσφωνεῖν τινα
μήτ’ ἐξ ἐκείνων φθέγμα δέξασθαι πάλιν.
νῦν δ’ αἳ μὲν ἔνδον
δρῶσιν αἱ κακαὶ κακὰ
βουλεύματ’, ἔξω δ’ ἐκφέρουσι πρόσπολοι.
650
ὡς καὶ σύ γ’ ἡμῖν πατρός, ὦ κακὸν κάρα,
λέκτρων ἀθίκτων ἦλθες ἐς συναλλαγάς·
ἁγὼ ῥυτοῖς νασμοῖσιν ἐξομόρξομαι,
ἐς ὦτα κλύζων. πῶς ἂν οὖν εἴην κακός,
ὃς οὐδ’ ἀκούσας τοιάδ’ ἁγνεύειν δοκῶ;
655
εὖ δ’ ἴσθι, τοὐμόν σ’ εὐσεβὲς σῴζει, γύναι·
εἰ μὴ γὰρ ὅρκοις θεῶν ἄφαρκτος ᾑρέθην,
οὐκ ἄν ποτ’ ἔσχον μὴ οὐ τάδ’ ἐξειπεῖν πατρί.
νῦν δ’ ἐκ δόμων μέν, ἔστ’ ἂν ἔκδημος χθονὸς
Θησεύς, ἄπειμι· σῖγα δ’ ἕξομεν στόμα.
660
θεάσομαι δὲ σὺν πατρὸς μολὼν ποδὶ
πῶς νιν προσόψῃ καὶ σὺ καὶ δέσποινα σή·
τῆς σῆς δὲ τόλμης εἴσομαι γεγευμένος.
ὄλοισθε. μισῶν δ’ οὔποτ’ ἐμπλησθήσομαι
γυναῖκας, οὐδ’ εἴ φησί τίς μ’ ἀεὶ λέγειν·
665
ἀεὶ γὰρ οὖν πώς εἰσι κἀκεῖναι κακαί.
ἤ νύν τις αὐτὰς σωφρονεῖν διδαξάτω,
ἢ κἄμ’ ἐάτω ταῖσδ’ ἐπεμβαίνειν ἀεί.