Χορός
—πῶς ἂν ἐς ὄψιν τὰν ἁμετέραν
ἔλθοι μύθων τ’ αὐδαθέντων
δέξαιτ’ ὀμφάν;
175
—εἴ πως βαρύθυμον ὀργὰν
καὶ λῆμα φρενῶν μεθείη,
μήτοι τό γ’ ἐμὸν πρόθυμον
φίλοισιν ἀπέστω.
—ἀλλὰ βᾶσά νιν
180
δεῦρο πόρευσον οἴκων
ἔξω· φίλα καὶ τάδ’ αὔδα.
—
σπεῦσον πρίν τι κακῶσαι τοὺς εἴσω·
πένθος γὰρ μεγάλως τόδ’ ὁρμᾶται.
Medea. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.