Ἄδμητος
οἴμοι· τόδ’ ἔπος λυπρὸν ἀκούω
καὶ παντὸς ἐμοὶ θανάτου μεῖζον.
μὴ πρός
σε θεῶν τλῇς με προδοῦναι,
275
μὴ πρὸς παίδων οὓς ὀρφανιεῖς,
ἀλλ’ ἄνα, τόλμα·
σοῦ γὰρ φθιμένης οὐκέτ’ ἂν εἴην·
ἐν σοὶ δ’ ἐσμὲν καὶ ζῆν καὶ μή·
σὴν γὰρ φιλίαν σεβόμεσθα.
Alcestis. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Funding provided by Tufts University.