Ὀδυσσεύς
ἄκουε δή νυν ἣν ἔχω τιμωρίαν
θηρὸς πανούργου σῆς τε δουλείας φυγήν.
Χορός
λέγ’, ὡς Ἀσιάδος οὐκ ἂν ἥδιον ψόφον
κιθάρας κλύοιμεν ἢ Κύκλωπ’ ὀλωλότα.
Ὀδυσσεύς
ἐπὶ κῶμον ἕρπειν πρὸς κασιγνήτους θέλει
445
Κύκλωπας ἡσθεὶς τῷδε Βακχίου ποτῷ.
Χορός
ξυνῆκ’· ἔρημον ξυλλαβὼν δρυμοῖσί νιν
σφάξαι μενοινᾷς, ἢ πετρῶν ὦσαι κάτω.
Ὀδυσσεύς
οὐδὲν τοιοῦτον· δόλιος ἡ ’πιθυμία.
Χορός
πῶς δαί; σοφόν τοί σ’ ὄντ’ ἀκούομεν πάλαι.
450
Ὀδυσσεύς
κώμου μὲν αὐτὸν τοῦδ’ ἀπαλλάξαι, λέγων
ὡς οὐ Κύκλωψι πῶμα χρὴ δοῦναι τόδε,
μόνον δ’ ἔχοντα βίοτον ἡδέως ἄγειν.
ὅταν δ’ ὑπνώσσῃ Βακχίου νικώμενος
ἀκρεμὼν ἐλαίας ἔστιν ἐν δόμοισί τις,
455
ὃν φασγάνῳ
’γὼ τῷδ’ ἀποξύνας ἄκρον,
ἐς πῦρ καθήσω· κᾆθ’, ὅταν κεκαυμένον
ἴδω νιν, ἄρας θερμὸν ἐς μέσην βαλῶ
Κύκλωπος ὄψιν, ὄμμα τ’ ἐκτήξω πυρί.
ναυπηγίαν δ’ ὡσεί τις ἁρμόζων ἀνὴρ
460
διπλοῖν χαλινοῖν τρύπανον κωπηλατεῖ,
οὕτω κυκλώσω δαλὸν ἐν φαεσφόρῳ
Κύκλωπος ὄψει καὶ συναυανῶ κόρας.
Χορός
ἰοὺ ἰού,
γέγηθα, μαινόμεσθα τοῖς εὑρήμασιν.
465
Ὀδυσσεύς
κἄπειτα καὶ σὲ καὶ φίλους γέροντά τε
νεὼς μελαίνης κοῖλον ἐμβήσας σκάφος
διπλαῖσι κώπαις τῆσδ’ ἀποστελῶ χθονός.
Χορός
ἔστ’ οὖν ὅπως ἂν ὡσπερεὶ σπονδῆς θεοῦ
κἀγὼ λαβοίμην τοῦ τυφλοῦντος ὄμματα
470
δαλοῦ; φόνου γὰρ τοῦδε κοινωνεῖν θέλω.
Ὀδυσσεύς
δεῖ γοῦν· μέγας γὰρ δαλός· οὗ ξυλληπτέον.
Χορός
ὡς κἂν ἁμαξῶν ἑκατὸν ἀραίμην βάρος,
εἰ τοῦ Κύκλωπος τοῦ κακῶς ὀλουμένου
ὀφθαλμὸν ὥσπερ σφηκιὰν ἐκθύψομεν.
475
Ὀδυσσεύς
σιγᾶτε νῦν· δόλον γὰρ ἐξεπίστασαι·
χὥταν κελεύω, τοῖσιν ἀρχιτέκτοσι
πείθεσθ’. ἐγὼ γὰρ ἄνδρας ἀπολιπὼν φίλους
τοὺς ἔνδον ὄντας οὐ μόνος σωθήσομαι.
καίτοι φύγοιμ’ ἄν, κἀκβέβηκ’ ἄντρου μυχῶν·
480
ἀλλ’ οὐ δίκαιον ἀπολιπόντ’ ἐμοὺς φίλους,
ξὺν οἷσπερ ἦλθον δεῦρο, σωθῆναι μόνον.
Cyclops. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Funding provided by Tufts University.