View: By Section ← Previous Next → [1] μετὰ δὲ ταῦτα συγκεφαλαιωσάμενοι τὰς ἐν Ἰβηρίᾳ καὶ Λιβύῃ καὶ Σικελίᾳ πράξεις Ῥωμαίων καὶ Καρχηδονίων μεταβιβάσομεν τὴν διήγησιν ὁλοσχερῶς εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους ἅμα ταῖς τῶν πραγμάτων μεταβολαῖς. [2] ἐξηγησάμενοι δὲ τὰς Ἀττάλου καὶ Ῥοδίων ναυμαχίας πρὸς Φίλιππον, ἔτι δὲ τὸν Ῥωμαίων καὶ Φιλίππου πόλεμον, ὡς ἐπράχθη καὶ διὰ τίνων καὶ τί τὸ τέλος ἔσχεν, [3] τούτῳ συνάπτοντες τὸ συνεχὲς μνησθησόμεθα τῆς Αἰτωλῶν ὀργῆς, καθʼ ἣν Ἀντίοχον ἐπισπασάμενοι τὸν ἀπὸ τῆς Ἀσίας Ἀχαιοῖς καὶ Ῥωμαίοις ἐξέκαυσαν πόλεμον. [4] οὗ δηλώσαντες τὰς αἰτίας καὶ τὴν Ἀντιόχου διάβασιν εἰς τὴν Εὐρώπην διασαφήσομεν πρῶτον μὲν τίνα τρόπον ἐκ τῆς Ἑλλάδος ἔφυγεν, δεύτερον δὲ πῶς ἡττηθεὶς τῆς ἐπὶ τάδε τοῦ Ταύρου πάσης ἐξεχώρησε, [5] τὸ δὲ τρίτον τίνα τρόπον Ῥωμαῖοι καταλύσαντες τὴν Γαλατῶν ὕβριν ἀδήριτον μὲν σφίσι παρεσκεύασαν τὴν τῆς Ἀσίας ἀρχήν, ἀπέλυσαν δὲ τοὺς ἐπὶ τάδε τοῦ Ταύρου κατοικοῦντας βαρβαρικῶν φόβων καὶ τῆς Γαλατῶν παρανομίας. [6] μετὰ δὲ ταῦτα θέντες ὑπὸ τὴν ὄψιν τὰς Αἰτωλῶν καὶ Κεφαλλήνων ἀτυχίας ἐπιβαλοῦμεν τοὺς Εὐμένει συστάντας πρός τε Προυσίαν καὶ Γαλάτας πολέμους, ὁμοίως δὲ καὶ τὸν μετʼ Ἀριαράθου πρὸς Φαρνάκην. [7] οἷς ἑξῆς ἐπιμνησθέντες τῆς παρὰ Πελοποννησίων ὁμονοίας καὶ καταστάσεως, ἔτι δὲ τῆς αὐξήσεως τοῦ Ῥοδίων πολιτεύματος, συγκεφαλαιωσόμεθα τὴν ὅλην διήγησιν ἅμα καὶ τὰς πράξεις, [8] ἐπὶ πᾶσιν ἐξηγησάμενοι τὴν Ἀντιόχου στρατείαν εἰς Αἴγυπτον τοῦ κληθέντος Ἐπιφανοῦς καὶ τὸν Περσικὸν πόλεμον καὶ τὴν κατάλυσιν τῆς ἐν Μακεδονίᾳ βασιλείας. [9] διʼ ὧν ἅμα θεωρηθήσεται πῶς ἕκαστα χειρίσαντες Ῥωμαῖοι πᾶσαν ἐποιήσαντο τὴν οἰκουμένην ὑπήκοον αὑτοῖς. Histories. Polybius. ed. Theodor Büttner-Wobst. Leipzig. 1893-. Sponsored by Perseus Project, Tufts University.