ΑΘΗΝΑ
Ἀεὶ μὲν, ὦ παῖ Λαρτίου, δἐδορκά σε
1
πεῖράν τιν’ ἐχθρῶν ἁρπάσαι θηρώμενον.
καὶ νῦν ἐπὶ σκηναῖς σε ναυτικαῖς ὁρῶ
Αἴαντος, ἔνθα τάξιν ἐσχάτην ἔχει,
πάλαι κυνηγετοῦντα καὶ μετρούμενον
5
ἴχνη τὰ κείνου νεοχάραχθ’, ὅπως ἴδῃς
εἴτ’ ἔνδον, εἴτ’ οὐκ ἔνδον· εὑ δέ σ’ ἐκφέρει
κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις.
ἔνδον γὰρ ἁνὴρ ἄρτι τυγχάνει κάρα
στάζων ἱδρῶτι καὶ χέρας ζιφοκτόνους,
10
καί σ’ οὐδὲν εἴσω τἧςδε παπταίνειν πύλης
ἔτ’ ἔργον ἐστὶν, ἐννέπειν δ’ ὅτου χάριν
σπουδὴν ἔθου τήνδ’, ὡς παρ’ εἰδυίας μάθης.
ΟΔΥΣΣΕΥΣ
ὦ φθέγμ’ Ἀθανᾶς, φιλτάτης ἐμοὶ θεῶν,
ὡς εὔμαθές σου, κἂν ἄποπτος ᾖς, ὅμως
15
φώνημ’ ἀκούω καὶ ξυναρπάζω φρενὶ,
χαλκοστόμου κώδωνος ὡς Τυρσηνικῆς.
καὶ νῦν ἐπέγνως εὖ μ’ ἐπ’ ἀνδρὶ δυςμενῖ
βάσιν κυκλοῦντ’, Αἴαντι τῷ σακεσφόρῳ.
κεῖνον γὰρ, οὐδἐν’ ἄλλον, ἰχνεύω πάλαι.
20
νυκτὸς γὰρ ἡμᾶς τἧςδε πρᾶγος ἄσκοπον
ἔχει περάνας, εἴπερ εἴργασται τάδε.
ἴσμεν γὰρ οὐδὲν τρανὲς ἀλλ’ ἀλώμεθα.
κἀγὼ ’θελοντὴς τῷδ’ ὑπεζύγην πόνῳ.
ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν
25
λείας ἁπάσας καὶ κατηναρισμένας·
ἐκ χειρὸς, αὐτοῖς ποιμνίων ἐπιστάταις.
τήνδ’ οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέuει.
καὶ μοί τις ὀπτὴρ αὐτὸν εὶςιδὼν μόνον
πηδῶντα πεδία σὺν νεορράντῳ ξίφει,
30
φράζει τε κἀδήλωσεν· εὐθέως δ’ ἐγὼ
κατ’ ἴχνος ᾄσσω· καὶ τὰ μὲν σημαίνομαι,
τὰ ὸ’ ἐκπέπληγμαι, κοὐκ ἔχω μαθεῖν ὅτου·
καιρὸν δ’ ἐφήκεις· πάντα γὰρ, τά τ’ οὖν πάρος,
τά τ’ εὶσἐπειτα, σῇ κυβερνῶμαι χερί.
35
ΑΘΗΝΑ
Ἐγώ σφ’ ἀπείργω δυςφόρους ἐπ’ ὄμμασι
γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαράς,
καὶ πρός τε ποίμνας ὲκτρέπω σύμμικτά τε
λείας, ἄδαστα βουκόλων φρουρήματα·
ἔνθ’ εkπεσὼν ἔκειρε πολύκερων φόνον,
55
κύκλῳ ῥαχίζων· κἀδόκει μὲν ἔσθ’ ὅτε
δισσοὺς Ἀτρείδας αὐτόχειρ κτείνειν ἔχων,
ὅτ’ ἄλλοτ’ ἄλλον, ἐμπίτνων, στρατηλατῶν.
ἐγὼ δὲ φοιτῶντ’ ἄνδρα μανιάσιν νόσοις
ὤτρυνον, εἰςέβαλλον εἰς ἕρκη κακά.
60
κἀπειτ , ἐπειδὴ τοῦδ’ ἐλώφησεν πόνου,
τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν
ποίμνας τε πάσας εἰς δόμους κομίζεται,
ὡς ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων.
καὶ νῦν κατ’ οἴκους ζυνδέτους αἰκίζεται.
65
δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον,
ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς.
θαρσῶν δὲ μίμνε μηδὲ συμφορὰν δέχου
τὸν ἄνδρ’· ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους
αὐγὰς ἀπείρξω, σὴν πρόςοψιν εἰςιδεῖν.
70
οὗτος, σὲ, τὸν τὰς αἰχμαλωτίδας χέρας
δεσμοῖς ἀπευθύνοντα, προςμολεἷν καλῶ.
Αἴαντα φωνῶ· στεῖχε δωμάτων πάρος,
ΠΑΡΟΛΟΣ ΧΟΡΟΥ
Τελαμώνιε πaῖ, τῆς ἀμφιρύτου
Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου,
135
σὲ μὲν εὖ πράσσοντ’ ἐπιχαίρω·
σὲ δ’ ὅταν πληγὴ Δῖός ἢ ζαμενὴς
λόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ,
μέγαν ὄκνον ἔχω καὶ πεφόβημαι
πτηνῆς ὡς ὄμμα πελείας.
140
Ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς
ιιεγάλοι θόρυβοι κατέχουσ’ ἡμᾶς
ἔπι δυςκλείᾳ, σὲ τὸν ἱππομανῆ
λειμῶν’ ὲπιβάντ’ ὀλέσαι Δαναῶν
ἥπερ δορίληπτος ἔτ’ ἦν λοιπὴ,
Τοιούςδε λόγους ψιθύρους πράσσων
εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεὺς,
καὶ σφόδρα πείθει· περὶ γὰρ σοῦ νῦν
150
εὔπειστα λέγει· καὶ πᾶς ὁ κλύων
τοῦ λἐξαντος χαίρει μᾶλλον,
τοῖς σοῖς ἄχεσιν καθυβρίζων.
Τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς
οὐκ ἂν ἁμάρτοι· κατὰ δ’ ἄν τις ἐμοῦ
155
τοιαῦτα λέγων οὐκ ἂν πείθοι·
πρὸς γὰρ τὸν ἔχονθ’ ὁ φθόνος ἕρπει.
καίτοι σμικροὶ μεγάλων χωρὶς
σφαλερὸν πύργου ῥῦμα πέλονται·
μετὰ γὰρ μεγάλων βαιὸς ἄριστ’ ἂν,
160
καὶ μέγας ὀρθοῖθ’ ὑπὸ μικροτέρων.
ἀλλ’ οὐ δυνατὸν τοὺς ἀνοήτους
τούτων γνώμας προδιδάσκειν.
ὑπὸ τοιούτων ἀνδρῶν θορυβεῖ,
χἠμεῖς οὐδὲν σθένομεν πρὸς ταῦτ’
165
ἀπαλέξασθαι σοῦ χωρὶς, ἄναξ.
ἀλλ’, ὅτε γὰρ δὴ τὸ σὸν ὄμμ’ ἀπέδρav,
παταγοῦσιν ἅτε πτηνῶν ἀγέλαι,
μέγαν αἰγυπιὸν δ’ ὑποδείσαντες
τάχ’ ἂν, ἐξαίφνης εἰ σὺ φανείης,
170