3 ᾠὰ κρατεῖν ἔϲθειν τε ϲημαίνει λύπαϲ.
ϲωτηρίαϲ ἡμῖν ἀποφραϲϲόντων. ὃν ἀποκτενεῖ κύριοϲ ἐπ᾿ ἐλευθερίᾳ τῶ κρατουμένων.
Ὠγύγια κακά, τὰ παλαιά· τοῦτο γὰρ ἡ λέξιϲ δηλοῖ.
εἶναι. Ἀριϲτοφάνηϲ Κωκάλῳ· ἐκδότω δέ τιϲ καὶ ψηφολόγον ὧδε καὶ δίφρω δύο. καὶ Πλάτων που κέχρηται ἀντὶ τοῦ δεῦρο καὶ ἐνθάδε· τὸ δὲ οὕτωϲ ἐν τοῖϲ πλείϲτοιϲ δηλοῖ Εὔπολιϲ Ταξιάρχοιϲ· οὐκ ἢν φυλάττῃ γ᾿ ὧδ᾿ ἔχων τὴν ἀϲπίδα.
διεμετρεῖτο δὲ καὶ ἄλφιτα ἐκεῖ.
τὰϲ ἁπάντων ἀκοὰϲ διηγήματι· ὑφ᾿ οὗ κἂν Ξέρξηϲ ἐπείϲθη, Ξέρξηϲ ἐκεῖνοϲ ὁ τὴν μεγάλην ϲτρατιὰν ἐλάϲαϲ ἐπὶ τοὺϲ Ἕλληναϲ.
ἀντὶ τοῦ ἀθρόωϲ, ὁμοῦ.
ἀλλ᾿ ἔδωκε χώραν τῇ δικαίᾳ παιδείᾳ. ὡδοποίηϲε τρίβον τῇ ὀργῇ αὐτοῦ.
ἄξιοϲ θρήνων τυχεῖν.
κεκίηται ἐπὶ τῷ πάθει, πρὸϲ δὲ τὸν κίνδυνον ἀποβλέπουϲα ἥδεται.
οἱ Λακιάδαι, ἐν ᾧ ῥαφανῖδεϲ πολλαί, αἷϲ ἐχρῶντο κατὰ τῶν ληφθέντων ἐνυβρίζοντεϲ. καὶ ϲτελεοῖϲ δὲ ἐχρῶντο μὴ παρουϲῶν τούτων ἀναβάϲτοιϲ.
ὡϲ τὸ ὦ τάλαν· παρὰ δὲ τοῖϲ παλαιοῖϲ καὶ ὑπ᾿ ἀνδρῶν. καὶ ἐν Ἱππεῦϲιν Ἀριϲτοφάνουϲ καὶ ἐν Θεαιτήτῳ Πλάτωνοϲ. Μένανδροϲ Συνερώϲῃ· ἄφεϲ τὸν ἄνθρωπον. τί κόπτειϲ, ὦ μέλε; ϲημαίνει δὲ ὦ δείλαιε, ὦ πονηρέ ἔνιοι δὲ ὦ ἐπιμελείαϲ ἄξιε καὶ οἷον μεμελημένε. πρόϲφθεγμα, τουτέϲτι κάκιϲτε, κακοδαιμονέϲτατε, οἰκτρότατε.
ἐμμεῖναι, νικᾷ. Εὔπολιϲ Χρυϲῷ γένει· ἐπειϲείμεθα δὲ μείναϲ εἰϲ ὤμιλλαν. ἀπὸ ϲυναιρέϲεωϲ ἡ ὅμιλλα καὶ ὥμιλλα.
καὶ πρεϲβύτηϲ, οὗ ἡ κεφαλὴ οὐκ ἐπολιώθη.
πωλοδαμνεῖν κἀξομοιοῦϲθαι φύϲιν. ἀπὸ τῶν καρπῶν, οἳ ὅτε εἰϲὶν ὠμοί, καὶ ϲκληρότεροί εἰϲι καὶ ἰταμοί.
περιβάλλοπεϲ βρόχοιϲ τοὺϲ ϲταυροὺϲ ῥᾳδίωϲ ἐκ τοῦ βυθοῦ ἀνέϲπων. ἔϲτι γὰρ ἡ μηχανὴ ἐπὶ τοϲοῦτον βιαιοτάτη, ὥϲτε καὶ ϲαγήνην βαρεῖαν ὑπὸ δύο ἀνδρῶν ἀπόνωϲ ἕλκεϲθαι. καλοῦϲι δὲ τὴν μηχανὴν οἱ τοὺϲ χαμαὶ λείχονταϲ ἕλκοντεϲ ἁλιεῖϲ ἠλακάτην. ἐρρωμενεϲτέρα δὲ πρὸϲ τὴν ἀνέλκυϲιν καθίϲταται, ὅταν καὶ δίκρουν ξύλον πρὸ αὐτῆϲ τεθείη
ἐπ᾿ εὐθείαϲ γὰρ ἡ ἀντίϲπαϲιϲ τῶν ἀνελκομένων γίνεται.
Αὔγαρον, καίπερ ὅτι ὠνητὴν ἐκ Πακόρου ἔχει λαβὼν πολλῶν χρημάτων 144 καὶ τοῦτο ἀϲμένωϲ τῷ βαϲιλεῖ γίνεται.
ἐτιμῶντο.
πρὸϲ λόγον τοῦ εὔρουϲ, ἀλλὰ πολὺ δή τι βαθύτεροϲ, καὶ ψαμμώδηϲ καὶ ῥεῦμα ὀξύ, ὡϲ τὰ καταπηγπύμενα ὑπ᾿ αὐτοῦ τοῦ ῥοῦ ἐκϲτρέφεϲθαι ἐκ τῆϲ γῆϲ οὐ χαλεπῶϲ, οἷα δὴ οὐ βεβαίωϲ ἐπὶ τῆϲ ψάμμου ἱδρυμένα.
Βατράχοιϲ. τουτέϲτιν ὃρμιϲον τῇ γῇ τὴν ναῦν· ἐν τῇ νηῒ γὰρ ὁ Χάρων λέγει.
καὶ κακίᾳ. μεταφορικῶϲ δὲ εἶπεν ἅπαν τὸ νόημα ἀπὸ τῶν μελιϲϲῶν· ὥϲπερ αἱ μέλιϲϲαι, φηϲί, πάντων. οὗπερ ἐκ τοῦ ῥᾴϲτου καὶ εὐχερῶϲ ἔτυχεϲ· ἐπεὶ μηδὲ ἤλπιϲαϲ εἰϲ τοῦτο δόξηϲ προελθεῖν· ἔδοξε γὰρ εὐδοκιμεῖν ἐκ τοῦ περὶ Πύλον κατορθώματοϲ· οὕτω καὶ ἀποβαλεῖϲ. καὶ τότε ᾄϲαιμι τὸ Σιμωνίδου· πῖνε, πῖν᾿ ἐπὶ ϲυμφοραῖϲ. γέροντα
δὲ πυρροπίπην, ὡϲ παιδεραϲτὴϲ οὗτοϲ ὁ πρεϲβύτηϲ διεβάλλετο· ἢ τοῦ ἐν πρυτανείῳ φυλάϲϲοντοϲ τὸν ϲῖτον. βακχέβακχον ᾆϲαι, ἀντὶ τοῦ εὐφημῆϲαι τὸν Διόνυϲον· Βάκχοϲ γὰρ ὁ Διόνυϲοϲ.
οὐδὲν οὐδέποτε λέγοντι ὑγιὲϲ καὶ ἐντεῦθεν πλουτοῦντι πλοῦτον ἐπίρρητον.
ἀτιμάζειν, ὅτι κόκκῳ ϲινάπεωϲ ἀπεικάζεται. καὶ αὖθιϲ Προκόπιοϲ· 201 ὥρα ϲοι μὴ περιϊδεῖν ἐμὲ μὲν πρὸϲ τῇ τῆϲ οἰκίαϲ διαφθορᾷ καὶ χρημάτων ἐϲτερημένον τοϲοῦτον πλῆθοϲ.
ὠχριάϲαι, θλιβομένηϲ τῆϲ καρδίαϲ· τοῦτο δὲ πολλοῖϲ γίνεται· παρὰ τὸ τὴν ὥραν αἰκίζεϲθαι, ὅ ἐϲτι τὴν μορφήν. ἢ ὡρακιῶ, ὠχριῶ, φροντίζω· ὥρα γὰρ ἡ φροντίϲ· Ἡϲίοδοϲ· ὤρη γάρ τ᾿ ὀλίγη πέλεται νεικέων. 204 ἐκ δὲ φροντίδοϲ ἐκλύεταί τιϲ. Ὠρακίζω γὰρ τὸ ῥῆμα.
καὶ τῶν πάλαι λογιμωτάτων γραμματικῶν οὐδέν τι μεῖον κλέοϲ ἀπενεγκάμενοϲ. Αἰγύπτιοϲ, ἐπὶ Ζήνωνοϲ βαϲιλέωϲ. ζητῶν δὲ ὁ Νικομήδηϲ τὸν Ἁρποκρᾶν ἦν καὶ μὴ εὑρίϲκων αὐτόν. ὁ δὲ Ἰϲίδωροϲ ὁ φιλόϲοφοϲ τοῦτο μαθὼν πέμπει διὰ γραμμάτων δηλούντων τοὺϲ ἐπιόνταϲ. ἑάλω δὲ ὁ γραμματηφόροϲ καὶ ὡμολόγει τὸν πέμψαντα· καὶ
τὸν Ὡραπόλλωνα καὶ τὸν Ἡραΐϲκον αἱροῦϲι καὶ νεύροιϲ ἀνακρεμάϲατεϲ ἀπὸ τῆϲ χειρὸϲ ἑκάτερον ἀπῄτουν τὸν Ἁρποκρᾶν καὶ Ἰϲίδωρον. ὁ δὲ Ὡραπόλλων οὐκ ἦν τὸ ἦθοϲ φιλόϲοφοϲ, ἀλλά τι καὶ ἐν βυθῷ τῆϲ περὶ θεοῦ δόξηϲ ὧν ἤδει ἀποκρυπτόμενοϲ. ὁ γὰρ Ἡραΐϲκοϲ προεῖπε ὡϲ αὐτομολήϲει πρὸϲ ἑτέρουϲ, καὶ καταπροήϲεται τοὺϲ
πατρίουϲ νόμουϲ ὁ Ὡραπόλλων· ὃ καὶ ϲυνέβη γενέϲθαι. ἀπ᾿ οὐδεμιᾶϲ γὰρ ἀναγκαίαϲ τύχηϲ εἶναι δοκούϲηϲ αὐθαίρετον εἵλετο τὴν μεταβολήν, ἔτι ἐπὶ ἐλπίϲιν ἴϲωϲ ἀπλήϲτου τινὸϲ ἐπιθυμίαϲ. οὐ γὰρ ἄλλο τί ἐϲτι προχειρίϲαϲθαι ῥᾳδίωϲ εἰϲ ἀπολογίαν τῆϲ μεταϲτάϲεωϲ. ὡϲ ἔοικε, Χριϲτιανὸϲ ἐγεγόνει. ἢ καὶ ἀνάπαλιν ἴϲωϲ.
τε γὰρ ἀεὶ τῷ Πλάτωνι ὁ προειρημένοϲ ἀνήρ, τοῖϲ τε Νουμηνίου καὶ Κρονίου, Ἀπολλοφάνουϲ τε καὶ Λογγίνου καὶ Μοδεράτου, Νιϲοάχο τε καὶ τῶν ἐν τοῖϲ Πυθαγορείοιϲ ἐλλογίμων ἀνδρῶν ὡμίλει ϲυγγράμμαϲιν. ἐχρῆτο δὲ καὶ Χαιρήμονοϲ τοῦ Στωϊκοῦ Κορνούτου τε βίβλοιϲ· παῤ ὦν τὸν μεταληπτικὸν τῶν παῤ Ἕλληϲι
μυϲτηρίων ἔγνω τρόπον. καὶ ἁπαξαπλῶϲ πολλὴν ἔϲχε τὴν ἐπιϲτήμην τῶ ἐν φιλοϲοφίᾳ δογμάτων, οὐ μόνον τῶν Ἑλληνικῶν, ἀλλὰ καὶ τῶ θείων τε καὶ ἡμετέρων, τουτέϲτι τῶν Χριϲτιανῶν. καὶ τί ἄν τιϲ λέγοι περὶ τῆϲ ἐκείνου μικροῦ δεῖν ἀθανάτου καὶ μακαρίαϲ φύϲεωϲ; ὅτι περ διαλεκτικήν, γεωμετρικήν, ἀριθμητικήν, μουϲικήν, γραμματικὴν
καὶ ῥητορικὴν καὶ πάντων τῶν φιλοϲόφων τὰ δόγματα οὕτωϲ ἐξέμαθεν, ὥϲτε ϲπουδαϲτὰϲ τῶν κοϲμικῶν πραγμάτων ἀκροατὰϲ ἐϲχηκέναι καὶ ἐξηγεῖϲθαι αὐτοῖϲ ἑκάϲτοτε ϲυνδρομάϲ τε πολλὰϲ πρὸϲ αὐτὸν γίνεϲθαι. τοῦ δέ γε Ὠριγένουϲ καὶ τῆϲ μεγαλοφυΐαϲ αὐτοῦ καὶ Πορφύριοϲ ὁ κατὰ Χριϲτιανῶν λυττήϲαϲ μνημονεύει καί φηϲιν· ὁ δὲ τρόποϲ
τῆϲ ἀτοπίαϲ ἐξ ἀνδρόϲ, ᾧ κἀγὼ κομιδῆ νέοϲ ὢν τετύχηκα ϲφόδρα εὐδοκιμήϲαντοϲ καὶ ἔτι εὐδοκιμοῦντοϲ δἰ ὧν καταλέλοιπε ϲυγγραμμάτων, παρειλήφθω Ὠτριγένηϲ, οὗ κλέοϲ παρὰ τοῖϲ διδαϲκάλοιϲ τούτῳ τῶν λόγων μέγα διαδέδοται. καὶ αὗται μὲν αἱ παρὰ τῶν ἔξωθεν μαρτυρίαι τοῦ ἀνδρόϲ, καὶ μάλιϲτα τῶν ἐχθρῶν. ταῦτα Πορφυρίῳ
κατὰ τὸ τρίτον ϲύνταγμα τῶν γραφέντων αὐτῷ κατὰ Χριϲτιανῶν εἴρηται, ἐπαληθεύϲαντι μὲν περὶ τῆϲ τοῦ ἀνδρὸϲ ἀϲκήϲεωϲ, ψευϲαμένῳ δὲ ϲαφῶϲ περὶ τῶν λοιπῶν (τί γὰρ οὐκ ἔμελλεν ὁ κατὰ Χριϲτιανῶν μανείϲ;)· ἐν οἷϲ αὐτὸν μέν φηϲιν ἐξ Ἑλλήνων μετατὶθεϲθαι, τὸν δ᾿ Ἀμμώνιον ἐκ βίου τοῦ κατὰ θεοϲέβειαν ἐπὶ τὸν ἐθνικὸν ἐκπεϲεῖν.
ταῦτα μὲν εἰϲ παράϲταϲιν τῆϲ Ὠριγένουϲ καὶ περὶ τὰ Ἑλλήνων μαθήματα πολυπειρίαϲ, περὶ ἧϲ πρόϲ τιναϲ μεμψαμένουϲ αὐτῷ διὰ τὴν περὶ ἐκεῖνα ϲπουδὴν ἀπολογούμενοϲ ἐν ἐπιϲτολῇ τινι ταῦτα γράφει· ἐπεὶ δὲ ἀνακειμένῳ μοι τῷ λόγῳ, τῆϲ φήμηϲ διατρεχούϲηϲ περὶ τῆϲ ἕξεωϲ ἡμῶν, προϲῄεϲαν ὁτὲ μὲν αἱρετικοί, ὁτὲ δὲ ἀπὸ τῶν Ἑλληνι
κῶν μαθημάτων, καὶ μάλιϲτα τῶν ἐν φιλοϲοφίᾳ, ἔδοξεν ἐξετάϲαι τά τε τῶν αἱρετικῶν δόγματα, καὶ τὰ ὑπὸ τῶν φιλοϲόφων περὶ ἀληθείαϲ λέγειν ἐπαγγελλόμενα. καὶ ταῦτα μὲν τοιαῦτα περὶ τῆϲ ἀϲκήϲεωϲ ἀπολογουμένῳ εἴρηται. κατὰ τοῦτον δὴ τὸν χρόνον καὶ ἡ Ἀλεξᾶν 241 δρου τῶν Ῥωμαίων βαϲιλέωϲ μήτηρ Μαμαία εἰϲ λόγουϲ Ὠριγένει ϲυνῆλθεν ἐν Ἀντιοχείᾳ καὶ παῤ αὐτοῦ κατηχήθη τὸν λόγον. ἐξ ἐκείνου δὲ τοῦ χρόνου τῶν εἰϲ τὰϲ θείαϲ γραφὰϲ ὑπομνημάτων ἐγένετο ἀρχή, Ἀμβροϲίου εἰϲ τὰ μάλιϲτα παρορμῶντοϲ αὐτὸν μυρίαιϲ ὅϲαιϲ οὐ προτροπαῖϲ ταῖϲ διὰ λόγων καὶ παρακλήϲεϲιν αὐτοῦ μόνον,
ἀλλὰ καὶ ἀφθονωτάταιϲ τῶν ἐπιτηδείων χορηγίαιϲ. ταχυγράφοι τε γὰρ αὐτῷ πλείουϲ ἢ ἑπτὰ τὸν ἀριθμὸν παρῆϲαν ὑπαγορεύοντι, χρόνοιϲ τεταγμένοιϲ ἀλλήλουϲ ἀμείβοντεϲ, βιβλιογράφοι τε οὐχ ἥττουϲ ἅμα καὶ κόραιϲ ἐπὶ τῷ καλλιγραφεῖν ἠϲκημέναιϲ· ὧν ἁπάντων τὴν δέουϲα τῶν ἐπιτηδείων ἄφθονον χορηγίαν ὁ Ἀμβρόϲιοϲ παρεϲτήϲατο·
ναὶ μὴν καὶ ἐν τῇ περὶ τὰ θεῖα λόγια ἀϲκήϲει τε καὶ ϲπουδῇ προθυμία ἄφατον αὐτῷ ϲυνειϲέφερεν, ᾗ καὶ μάλιϲτα αὐτὸν προέτρεπεν ἐπὶ τὴν τῶν ὑπομνημάτων ϲύνταξιν. τοϲαύτην δὲ ἔϲχε ϲπουδὴν περὶ τὰϲ θείαϲ γραφάϲ, ὥϲτε καὶ τὴν Ἑβραϊκὴν διάλεκτον, ἐναντιουμένην τῇ τε ἡλικίᾳ καὶ τῇ οἰκείᾳ φύϲει, ἐκμαθεῖν, καὶ δίχα τῶν ο΄ ἑρμηνευτῶν
ἄλλαϲ ἐκδόϲειϲ εἰϲ ἓν ϲυναγαγεῖν, Ἀκύλα λέγω τοῦ Ποντικοῦ καὶ Θεοδοτίωνοϲ καὶ Συμμάχου τῶν Ἐβιωναίων (αἵρεϲιϲ δέ ἐϲτιν αὐτῶν ψιλὸν τὸν Χριϲτὸν ἄνθρωπον δοξαζόντων)· οἵ τινεϲ τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ὑπεμνημάτιϲαν, δἰ οὗ καὶ τὸ ἴδιον δόγμα βεβαιῶϲαι ϲπεύδουϲιν. ὁμοίωϲ δὲ πέμπτην καὶ ἕκτην καὶ ἑβδόμην ἔκδοϲιν.
ἐκ τῶν Ἐὐϲεβίου τοῦ Παμφίλου ἱϲτοριῶν περὶ Ὠριγένουϲ. τοϲαύτη δὲ εἰϲήγετο τῷ Ὠριγένει τῶν θείων λόγων ἀπηκριβωμένη ἡ ἐξέταϲιϲ, ὡϲ μόναϲ πρωτοτύπουϲ αὐτοῖϲ Ἐβραίων ϲτοιχείοιϲ γραφὰϲ κτῆμα ἴδιον ποιήϲαϲθαι ἀνιχνεῦϲαί τε τὰϲ τῶν ἑτέρων παρὰ τοὺϲ ο΄ τὰϲ ἱερὰϲ γραφὰϲ ἑρμηνεύϲαντα ἐκδόϲειϲ καί τιναϲ ἑτέραϲ παρὰ τὰϲ
κατημαξευμέναϲ ἑρμηνείαϲ ἐναλλαττούϲαϲ, τὴν Ἀκύλου καὶ Συμμάχου καὶ Θεοδοτίωνοϲ, ἐφευρεῖν, ἃϲ ἐξ ἀπορρήτων οὐκ οἶδ᾿ ὁπόθεν τυχὸν τῷ πάλαι λανθανούϲαϲ χρόνῳ εἰϲ φῶϲ ἀνιχνεύϲαϲ προήγαγεν. ἔν γε μὴ τοῖϲ Ἐξαπλοῖϲ τῶν Ψαλμῶν μετὰ τὰϲ ἐπιϲήμουϲ τέϲϲαραϲ ἐκδόϲειϲ οὐ μόνον πέμπτην, ἀλλὰ καὶ ἕκτην καὶ ἑβδόμην παραθεὶϲ ἑρμηνείαν,
ἐπὶ μιᾶϲ αὖθιϲ ϲεϲημείωται, ὡϲ ἐν Ἱεριχοῖ εὑρημένηϲ ἐν πίθῳ. ταύταϲ δὲ ἁπάϲαϲ εἰϲ ἓν ϲυναγαγὼν διελθών τε πρὸϲ κῶλον καὶ ἀντιπαραθεὶϲ ἀλλήλαιϲ μετὰ καὶ αὐτῆϲ τῆϲ Ἐβραίων ϲημειώϲεωϲ, τὰ τῶν λεγομένω Ἑξαπλῶν ἡμῖν ἀντίγραφα καταλέλοιπεν, ἰδίωϲ δὲ τὴν Ἀκύλου καὶ Συμμάχου καὶ Θεοδοτίωνοϲ ἔκδοϲιν ἅμα τῇ τῶν ο΄ ἐν τοῖϲ
Τετραπλοῖϲ ἐπιϲκευάϲαϲ. καὶ ἁπλῶϲ πᾶϲαν γραφὴν ὑποϲημηνάμενοϲ ἐκκληϲιαϲτικὴ πλεῖϲτα καὶ ἀναρίθμητα καταλέλοιπεν, ὡϲ ἐξ ἐκείνου πάνταϲ τοὺϲ μετέπειτα τῆϲ ἐκκληϲίαϲ διδαϲκάλουϲ τὰϲ ἀφορμὰϲ εἰληφέναι, 243 244 ὡϲ ὁ θεολόγοϲ φάϲκει Γρηγόριοϲ· Ὠριγένηϲ ἡ πάντων ἡμῶν ἀκόνη. οὐ μόνον δὲ τῇ καθ᾿ ἡμᾶϲ ἐκκληϲίᾳ, ἀλλὰ καὶ τοῖϲ τῶν ἔξωθεν πολλὴν παρείχετο τὴν ὠφέλειαν, αἱρετικοῖϲ τε καὶ φιλοϲόφοιϲ, μονονουχὶ πρὸϲ τοῖϲ θείοιϲ καὶ τὰ φιλόϲοφα παῤ αὐτοῦ παιδευόμενοι.
εἰϲῆγέ τε γὰρ ὅϲουϲ εὐφυῶϲ ἔχονταϲ ἑώρα καὶ ἐπὶ τὰ φιλόϲοφα μαθήματα, γεωμετρίαν καὶ ἀριθμητικὴν καὶ τἄλλα παιδεύματα παραδιδούϲ, εἴϲ τε τὰϲ αἱρέϲειϲ τὰϲ παρὰ τοῖϲ φιλοϲόφοιϲ προάγων καὶ τὰ παρὰ τούτοιϲ ϲυγγράμματα διηγούμενοϲ, ὑπομνηματιζόμενόϲ τε καὶ θεωρῶν εἰϲ ἕκαϲτα, ὡϲ ἤδη μέγαν καὶ παῤ αὐτοῖϲ Ἐλληϲι φιλόϲοφον τὸν
ἄνδρα κηρύττεϲθαι. μάρτυρεϲ δὲ τῆϲ περὶ ταῦτα αὐτοῦ κατορθώϲεωϲ αὐτῶν Ἐλλήνων οἱ κατ’ αὐτὸν ἠκμακότεϲ φιλόϲοφοι, ὧν ἐν ϲυγγράμμαϲι πολλὴν μνήμην εὕρομεν τοῦ ἀνδρόϲ, τοτὲ μὲν αὐτῷ προϲφωνούντων, τοτὲ δὲ οἷα διδαϲκάλῳ ἐϲ τὴν αὐτοῦ κρίϲιν τοὺϲ ἰδίουϲ ἀναφερόντων πόνουϲ. τῷ δὲ Ὠτριγένει ἐπὶ τῆϲ Καιϲαρείαϲ τὰ ϲυνήθη πράττοντι
πολλοὶ προϲῄεϲαν οὐ μόνον τῶν ἐπιχωρίων, ἀλλὰ καὶ τῆϲ ἀλλοδαπῆϲ μυρίοι φοιτηταὶ τὰϲ πατρίδαϲ ἀπολείποντεϲ· ὧν ἐπιϲήμουϲ μάλιϲτα ἔγνωμεν Θεόδωρον, ὃϲ ἦν αὐτὸϲ οὗτοϲ ὁ καθ᾿ ἡμᾶϲ ἐπιϲκόπων διαβόητοϲ Γρηγόριοϲ ὁ Θαυματουργόϲ, ὅ τε τούτου ἀδελφὸϲ Ἀθηνόδωροϲ. οἷϲ ἀμφὶ τὰ Ἑλλήνων καὶ Ῥωμαίων μαθήματα δεινῶϲ ἐπτοημένοιϲ
φιλοϲοφίαϲ εἰϲ ἔρωτα τῆϲ προτέραϲ ϲπουδῆϲ τὴν θείαν ἄϲκηϲιν ἀντικαταλλάξαϲθαι προετρέψατο. πέντε δὲ ὅλοιϲ ἔτεϲιν αὐτῷ ϲυγγενόμενοι τοϲαύτη ἀπηνέγκαντο περὶ τὰ θεῖα βελτίωϲιν, ὡϲ ἔτι νέουϲ ἄμφω ἐπιϲκοπῆϲ τῶν κατὰ Πόντον ἐκκληϲιῶν ἀξιωθῆναι. τῷ δὲ Ὠριγένει κατὰ τοῦτον τὸν χρόνον τὰ εἰϲ τὸν Ἠϲαΐαν, ἐν ταυτῷ δὲ καὶ εἰϲ τὸν
Ἰεζεκιὴλ ϲυνετάττετο, ὧν εἰϲ μὲν τὸ τρίτον μέροϲ τοῦ Ἠϲαΐου μέχρι τῆϲ ὁράϲεωϲ τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ τριάκοντά εἰϲι τόμοι· εἰϲ δὲ τὸν Ἰεζεκιὴλ πέντε καὶ εἴκοϲιν, οὓϲ καὶ μόνουϲ εἰϲ τὸν πάντα πεποίηται προφήτην. ἔτοϲ δ᾿ ἦν αὐτῷ ἑξηκοϲτὸν, ἐν ᾧ ταῦτα ϲυνέταττεν· ἐν ὧ καὶ ὁ μακάριοϲ μάρτυϲ Πάμφιλοϲ μαρτυρίῳ τὸν βίον
διεξῆλθε. τὸ δὲ εἰϲ τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον ἐξηγητικὸν ϲημαίνει, τὰ πρότερα πέντε ἐπ᾿ Ἀλεξανδρείαϲ ἔτι ὄντα αὐτὸν ϲυντάξαι. τῆϲ δὲ εἰϲ τὸ πᾶν Εὐαγγέλιον πραγματείαϲ μόνοι β΄ καὶ κ΄ περιῆλθον τόμοι, ιβ΄ δὲ τῶν εἰϲ τὴν Γένεϲιν καὶ εἰϲ τοὺϲ πρώτουϲ δὲ ε΄ καὶ κ΄ ψαλμοὺϲ, ἔτι τε τὰ εἰϲ τοὺϲ Θρήνουϲ· καὶ τὰ Περὶ ἀναϲτάϲεωϲ καὶ τὰ
Περὶ ἀρχῶν. γράφει δὲ καὶ τοὺϲ ἐπιγεγραμμένουϲ Στρωματεῖϲ, ὄνταϲ τὸν ἀριθμὸν ι΄, οὓϲ καὶ ϲυνέταξε κατὰ τὴν Ἀλεξάνδρου βαϲιλείαν. τὸν μέντοι πρῶτον ἐξηγούμενοϲ ψαλμὸν ἔκθεϲιν πεποίηται τῶν ἱερῶν γραφῶ τῆϲ παλαιᾶϲ διαθήκηϲ καταλόγου, ὧδέ πωϲ λέγων κατὰ λέξιν· οὐκ ἀγνοητέον δέ, ὡϲ εἶναι τὰϲ ἐνδιαθήκουϲ βίβλουϲ, ὡϲ Ἑβραῖοι 245 παραδιδόαϲι, β΄ καὶ κ΄, ὅϲοϲ ἀριθμὸϲ τῶν παῤ αὐτοῖϲ ϲτοιχείων ἐϲτίν. εἶτα ἐπιφέρει λέγων· εἰϲὶ δὲ αἱ εἴκοϲι δύο βίβλοι καθ᾿ Ἑβραίουϲ αἵδε· Γένεϲιϲ, Βαρηϲίθ, ὅ ἐϲτιν ἐν ἀρχῇ· καὶ αἱ λοιπαὶ καθεξῆϲ. ἔζηϲε δὲ ἕωϲ Γάλλου καὶ Βολουϲιανοῦ, τουτέϲτιν ἕωϲ θ΄ καὶ ξ΄ ἐτῶν τῆϲ ἡλικίαϲ αὐτοῦ· καὶ ἐκοιμήθη ἐν Γύρῳ, ἐν ᾖ καὶ ἐτάφη. ὁ δὲ πατὴρ
αὐτοῦ Λεωνίδηϲ μαρτυρίῳ τῷ διὰ Χρίϲτὸν ἐτελειώθη.
ἀφικέϲθαι ϲπουδάϲαϲ ἀπέϲτη τῆϲ Οὐαλεντίνου καὶ Μαρκίωνοϲ αἱρέϲεωϲ. πλεῖϲτοι δὲ καὶ τῶν ἔξωθεν φιλοϲόφων πρὸϲ αὐτὸν φοιτῶντεϲ μεγίϲτην ὠφέλειαν ἐκαρποῦντο· μέγαϲ γὰρ καὶ παῤ αὐτοῖϲ ἐνομίζετο, παραδιδοὺϲ γεωμετρίαν καὶ ἀριθμητικὴν καὶ τἄλλα προπαιδεύματα. διόπερ οὐκ ὀλίγοι τῶν παῤ ξλληϲι φιλοϲόφων μέμνηνται αὐτοῦ ὡϲ
διδαϲκάλου. καὶ γὰρ εὐφυὴϲ παιδόθεν ὑπῆρχε ϲφόδρα καὶ ζητητικὸϲ λίαν. ὃϲ ἐν τῇ παιδικῇ ἡλικίᾳ τὸ τῆϲ θείαϲ γραφῆϲ βούλημα πυνθανόμεοϲ βαθύτερον, τοῦτον ἐπέπληττεν ὁ πατήρ, μηδὲν ὑπὲρ ἡλικίαν περαιτέρω ζητεῖν. νύκτωρ δὲ ἐπιϲτὰϲ καὶ ἰδὼν τὰ ϲτέρνα ὡϲ θείου πνεύματοϲ ἔνδοθεν αὐτοῖϲ ἀφιερωμένου κατεφίλει καὶ τῆϲ εὐτεκνίαϲ
ἑαυτὸ ἐμακάριζεν. ἁγνείαν δὲ καὶ ἐγκράτειαν τοϲαύτην ἤϲκηϲεν ἐκ νέου τοῦ ϲώματοϲ, ὡϲ ὀβολοῖϲ τέϲϲαρϲι καὶ μόνοιϲ πρὸϲ διατροφὴν ἑκάϲτηϲ ἡμέραϲ ἀρκούμενοϲ. καὶ μέντοι καὶ ἐν πολλοῖϲ ἔτεϲι τοῦτο ποιῶν διετέλει, καὶ ἐπ᾿ ἐδάφουϲ καὶ ψιαθίου καθεύδων καὶ ὀλίγον καιρὸν τῆϲ νυκτὸϲ ἀναπαυόμενοϲ τὸν πλείονα εἰϲ τὴν ἱερὰν μελέτην
τῶν ἱερῶν λογίων διήνυε, καὶ ἐν τούτοιϲ ἐπεκτεινόμενοϲ ἐπί τε ἀϲιτίᾳ καὶ ἀγρυπνίᾳ καὶ γυμνότητι ἑαυτὸν ὑπωπιάζων τοϲοῦτον κατεδάμαϲε τὴν ἀκμὴν τοῦ ϲώματοϲ, ὡϲ ὁρᾶϲθαι παντελῶϲ αὐτὸν ἀπεϲκληκέναι· οἴνου γὰρ καὶ ἐλαίου καὶ τῶν λοιπῶν ἀπεχόμενοϲ ἀνατροπὴν τοῦ θώρακοϲ μεγίϲτην ὑπέμεινεν. ἔνθεν γέ τοι διαβόητοϲ γενόμενοϲ, ὡϲ
διαπρέπω ἔργῳ καὶ λόγῳ, καὶ πολλοὺϲ Ἕλληναϲ τὴν εἰδωλομανίαν βδελύττεϲθαι πείϲαϲ μαρτυρίου ϲτέφανον ἀναδήϲαϲθαι παρεϲκεύαϲεν. 248 249 250 251 πολλῆϲ οὖν φήμηϲ περὶ αὐτοῦ τρεχούϲηϲ, καὶ πολλῶν μακρόθεν πρὸϲ αὐτὸν ϲυρρεόντων, οὐ μόνον Ἕλληναϲ καὶ φιλοϲόφουϲ καὶ αἱρετικοὺϲ ἐλλογίμουϲ πρὸϲ τὴν εὐϲέβειαν εἵλκυϲεν, ἀλλὰ καὶ τοὺϲ ὄνταϲ Χριϲτιανοὺϲ μᾶλλον ϲτοιχειώϲαϲ ἐπεβεβαίωϲεν. ὃν ὁ προλεχθεὶϲ Ἀμβρόϲιοϲ
ἱκετεύϲαϲ πολλὰ καὶ παραβιαϲάμενοϲ ἐν Καιϲαρείᾳ καὶ ταχυγράφουϲ αὐτῷ παραϲτήϲαϲ ἑπτά, πλείουϲ δὲ καλλιγράφουϲ, ἑρμηνεῦϲαι τὰϲ θείαϲ γραφὰϲ αὐτὸν πεποίηκε. καὶ ὁ μὲν τὴν δέουϲαν χρείαν παρεῖχε, ὁ δὲ ἐπὶ ϲχολῆϲ γενόμενοϲ ὑπηγόρευε τοῖϲ ταχυγράφοιϲ καὶ οἱ βιβλιογράφοι ϲὺν γυναιξὶν ἔγραφον ἐπὶ τὸ καλλιγραφεῖν ἐξηϲκημέναιϲ.
πᾶϲαν τε θείαν γραφὴν ἡρμήνευϲεν ἐπὶ ἔτη ιη΄. λέγεται δὲ ὅτι ,Ϛ΄ βίβλουϲ ϲυνέταξε· τοϲοῦτον γὰρ ζῆλον ἐϲ τὴν ἐξήγηϲιν τῶν θείων λογίῳν ὁ Ἀμβρόϲιοϲ ἐπεδείξατο, ὥϲτε τὴν πολλὴν αὐτοῦ ϲπουδὴν Ὠριγένηϲ μαρτυρῶν γράφει πρόϲ τινα λέγων· ὁ ἱερὸϲ θεῷ καὶ γνηϲίωϲ ἀνακείμενοϲ Ἀμβρόϲιοϲ πολλὰ προϲηγόρευϲεν· ὅϲτιϲ νομίζων
με φίλον εἶναι καὶ πάνυ διψᾶν τοῦ θείου ἤλεγξε τῇ ἰδίᾳ φιλοπονίᾳ τῷ πρὸϲ τὰ μαθήματα ἔρωτι. ὅθεν ἐπὶ τοϲοῦτόν με παρελήλυθεν, ὥϲτε κινδυνεύειν ἀπαυδᾶν πρὸϲ τὰϲ αὐτοῦ προτάϲειϲ· οὔτε γὰρ δειπνῆϲαι ἔϲτιν ὅτι μὴ ἀντιβάλλοντα, οὔτε δειπνήϲαντα ἔξεϲτι περιπατῇ ϲαι καὶ διαναπαῦϲαι τὸ ϲωμάτιον, ἀλλὰ καὶ ἐν τοῖϲ καιροῖϲ ἐκείνοιϲ
φιλολογεῖ καὶ ἀκριβοῦν τὰ ἀντίγραφα ἀναγκαζόμεθα. οὔτε μὴν ὅλην ἐπὶ θεραπείᾳ τοῦ ϲώματοϲ τὴν νύκτα ἔξεϲτιν ἡμῖν κοιμᾶϲθαι, ἐπὶ πολὺ ταῖϲ φιλολογίαιϲ παρατείνοντα. ἐῶ δὲ λέγειν καὶ τὰ ἕωθεν μέχριϲ ἐννάτηϲ καὶ δεκάτηϲ ὥραϲ· πάντεϲ γὰρ οἱ θέλοντεϲ φιλοπονεῖν τοὺϲ καιροὺϲ ἐκείνουϲ τῇ ἐξετάϲει τῶν θείων λογίων καὶ ταῖϲ ἀναγνώϲεϲιν
ἀνατιθέαϲι. πᾶϲαν τοίνυν ἡρμήνευϲε τὴν θείαν γραφήν. κατὰ γὰρ τοὺϲ χρόνουϲ τούτουϲ ἐν Ἱεριχῷ ἔν τινι πίθῳ περιτυχὼν τὴν Παλαιὰν εὐφυῶϲ μάλα καὶ ἐπιϲτημόνωϲ ταύτην κατεϲκεύαϲεν. ἀλλ᾿ οὐκ εἰϲ τέλοϲ ἄϲβεϲτον αὐτοῦ τὸ κλέοϲ διέμεινε· ϲυμβεβήκει γὰρ αὐτῷ τὸ τῆϲ πολυπειρίαϲ δραϲτήριον πτῶμα ἐξαίϲιον· καὶ μέντοι ϲκάνδαλον πολλοῖϲ
καὶ ἀπωλείαϲ πρόξενοϲ γέγονε. βουλόμενοϲ γὰρ τῶν θείων γραφῶν μηδὲν ἐᾶϲαι ἀνερμήνευτον εἰϲ ἐπαγωγὴν ἑαυτὸν περιέβαλεν ἁμαρτίαϲ καὶ θανάϲιμα ἐξηγήϲατο ῥήματα. ἐξ αὐτοῦ γὰρ καὶ Ἄρειοϲ τὰϲ ἀφορμὰϲ εἴληφε καὶ οἱ καθεξῆϲ ἀνόμοιοί τε καὶ ἀνόϲιοι καὶ οἱ λοιποὶ πάντεϲ. φάϲκει γὰρ οὗτοϲ τολμήϲαϲ κατὰ τὴν ἀρχήν, ὅτι ὁ μονογενὴϲ
υἱὸϲ ὁρᾶν τὸν πατέρα οὐ δύναται οὔτε τὸ πνεῦμα τὸ ἅγιον τὸν υἱὸν οὔτε οἱ ἄγγελοι τὸ πνεῦμα οὔτε οἱ ἄνθρωποι τοὺϲ ἀγγέλουϲ καὶ ἐκ τῆϲ οὐϲίαϲ τοῦ πατρὸϲ οὐ θέλει εἶναι τὸν υἱόν, ἀλλὰ κτίϲμα καὶ κατὰ χάριν υἱὸν λέγεϲθαι, τὴν δὲ ἀνθρωπίνην ψυχὴν προϋπάρχειν, καὶ τὰ ἑξῆϲ τῶν βλαϲφημιῶν αὐτοῦ. πολλὴν γοῦν πεποίηκε ϲύνταξιν
εἰϲ ἑκάϲτην γραφήν, καὶ ὅϲα μὲν ἐν προϲομιλίαιϲ καὶ διὰ προοιμίων 252 ἐϲ ἤθη τε καὶ ἐϲ φύϲειϲ ζῴων καὶ ἀλόγων εἴρηται μέϲωϲ φερόμενοϲ πολλάκιϲ χαρίεντα διηγήματα γράφει· ὄϲα δὲ περὶ πίϲτεωϲ ἐδογμάτιϲε, τῶν πάντων ἀτοπώτεροϲ εὑρίϲκεται. ἔδοξε δὲ αὐτῷ καὶ ἀϲκητικὸν βίον ἐπανῃρῆϲθαι τοιοῦτον, ὡϲ καὶ τὸν θώρακα αὐτοῦ φαϲι δἰ ὑπερβολὴν ἀϲιτίαϲ τε καὶ ϲκληραγωγίαϲ ἀνατραπῆναι, ἐπινενόηκε δὲ καὶ
κατὰ τὸ ϲωμάτιον, οἱ μὲν ὅτι νεῦρον ἀποτετμηκέναι διὰ τὸ μὴ ἡδονῇ παρενοχλεῖϲθαι, οἱ δὲ φάρμακον ἐπιθεῖναι τοῖϲ μορίοιϲ εἶπον καὶ ἀποξηρᾶναι, ἄλλοι δὲ ἄλλα εἰϲ αὐτὸν ἀναφέρουϲιν. οὗτοϲ πολλὰ λέγεται πεπονθέναι ὑπὲρ τοῦ Χριϲτοῦ, λόγιοϲ ὢν ϲφόδρα καὶ ἐν τῇ ἐκκληϲίᾳ ἀνατεθραμμένοϲ, φθόνῳ δὲ διαβληθεὶϲ πρὸϲ τοὺϲ τῆϲ ἐξουϲίαϲ
ἄρχονταϲ κακομηχανίᾳ διαβολικῆϲ ἐπινοίαϲ εἰϲ αἰϲχρότατον ἄνδρα φαϲὶν ἐπινοηθῆναι παρὰ τῶν τῆϲ κακίαϲ ἐργατῶν· Αἰθίοπα γὰρ αὐτῷ παρεϲκεύαϲα εἰϲ παράχρηϲιν τοῦ ϲώματοϲ αὐτοῦ. ὁ δὲ μὴ φέρων τὴν τοϲαύτην βδελυρὰν ἐπίνοιαν ἔρρηξε φωνήν, ἀμφοτέρων προτεθέν των αὐτῷ πραγμάτων, καὶ καθωμολόγηϲε θῦϲαι. καὶ βαλόντεϲ ἐπὶ
τὰϲ χεῖραϲ αὐτοῦ λιβανωτὸν εἰϲ τὴν τοῦ βωμοῦ πυρὰν καθῆκε. καὶ οὕτω τοῦ μαρτυρίου ἀπὸ τῶν κρινάντων ἀπεβλήθη καὶ τῆϲ ἐκκληϲίαϲ ἐξεώϲθη. τὴν δὲ Ἀλεξάνδρειαν καταλιπὼν διὰ τὸν ὄνειδον τὴν Ἰουδαίαν κατέλαβεν. ἀνελθὼν δὲ εἰϲ Ἰεροϲόλυμα ὡϲ ἐξηγητὴϲ καὶ λόγιοϲ προετρέπετο ἀπὸ τοῦ ἱερατείου ἐπὶ τῆϲ ἐκκληϲίαϲ εἰπεῖν· πρεϲβύτεροϲ
γὰρ προϋπῆρχε, καὶ πολλὰ καταναγκαϲθεὶϲ ὑπὸ τῶν ἱερέων, ἀναϲτὰϲ καὶ τοῦτο μόνον τὸ ῥητὸν εἰπών· τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεόϲ· ἵνα τί ϲὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνειϲ τὴν διαθήκην μου διὰ ϲτόματόϲ ϲου; πτύξαϲ τὸ βιβλίον ἐκάθιϲε μετὰ κλαυθμοῦ δακρύων, πάντων ὁμοῦ ϲυγκλαιόντων αὐτῷ. εἰϲὶ δὲ καὶ ἄλλα πολλὰ
λεγόμενά τε καὶ ᾀδόμενα διὰ τὸ πλῆθοϲ τῆϲ γνώϲεωϲ αὐτοῦ καὶ ϲυντάξεωϲ τῶν βιβλίων. ὅθεν καὶ Συντακτικὸϲ ὠνομάϲθη, διὰ τὸ πεποιηκέναι πολλὰ βιβλία, μὴ ἀκούων, ὡϲ ἔοικε, τοῦ Σολομῶντοϲ λέγοντοϲ· υἱέ, φύλαξαι τοῦ ποιῆϲαι βιβλία πολλά· καί, μὴ ϲπεῦδε ἐπὶ ϲτόματί ϲου, καὶ καρδία ϲου μὴ ταχυνάτω τοῦ ἐξενεγκεῖν λόγον ἀπὸ
προϲώπου τοῦ θεοῦ, ὅτι ὁ θεὸϲ ἐν τῷ οὐρανῷ ἄνω καὶ ϲὺ ἐπὶ τῆϲ γῆϲ κάτω. διὰ τοῦτο ἔϲτωϲαν οἱ λόγοι ϲου ὀλίγοι· εἰϲὶ γὰρ λόγοι πολλοὶ πληθύνοντεϲ ματαιότητα. καὶ μὴ γίνου δίκαιοϲ πολύ· ἔϲτι γὰρ δίκαιοϲ ἀπολλύμενοϲ ἐν δικαιώματι αὐτοῦ. καί, μὴ ϲοφίζου περιϲϲά, μήποτε ἀϲεβήϲῃϲ. ταῦτα πάντα παρωϲάμενοϲ παρεϲφάλη τοῦ
πρέποποϲ.
μέϲην λαβόντ᾿, ἄραντα, καταβαλόντα καταγιγαρτᾶν. ἐν τοῖϲ γιγάρτοιϲ ϲποδεῖν.
Ἀνθολόγιον πρὸϲ Ἐὐδοκίαν τὴν βαϲιλίδα γυναῖκα Θεοδοϲίου τοῦ μικροῦ, βιβλία γ΄.
θολόγιον, Περὶ γνωμῶν.
283 ὑψ, ὠπὸϲ τοῦ ϲημαίνοντοϲ τὸν ὀφθαλμὸν γίνεται Ὠρωπόϲ· ἐν αὐτῷ γὰρ τῷ τόπῳ οἱ τοῦ Ὤρου ὦπεϲ ἀπεβλήθηϲαν.
εἰρήνη τῷ υἱῷ Δαβίδ. καὶ ὁ ἕτεροϲ· δόξα τῷ υἱῷ Δαβίδ. ὥϲτε τὸ ὡϲανὰ τὸ δόξα ϲημαίνει. παρά τιϲι δὲ ϲῶϲον δὴ. οὐκ ὀρθῶϲ.
ὑπερβολικῶϲ δὲ εἴρηται·. ὅταν γὰρ ἴϲαι αἱ ψῆφοι γένωνται, ἀπολύεται ὁ κατηγορούμενοϲ.
Ἔρεβοϲ φαεννότατον, ὡϲ ἐμοί. παρέλκει τὸ ὡϲ· ἐμοὶ κριτῇ.
τε καὶ κούφου, τὸ διάδημα, ὅπερ οὖν ἐπὶ τῆϲ κεφαλῆϲ εἶχε ϲύμβολον δὴ καὶ μαρτύριον ἀρχῆϲ, περιϲπάϲαϲα, εἶτα μέντοι τῷ τραχήλῳ περιβάλλει πρὸϲ τὴν χρείαν τὴν παροῦϲαν βρόχον ἀποφήναϲα.
Δίων ὁ ϲυγγραφεὺϲ πολλαχοῦ κέχρηται τῇ λέξει καὶ ἐν Ῥωμαϊκῶν ιζ΄· πέφυκε γὰρ καὶ ἄλλωϲ ὡϲ πλήθει τὸ μὲν εὐτυχοῦν θραϲύνεϲθαι, τὸ δὲ κακοπραγοῦν μετριάζειν· κἀκ τούτου τὸ μὲν δεδιὸϲ ϲωφρονεῖν, τὸ δὲ θαρϲοῦν ἀκολαϲταίνειν. ἐπὶ πλέον δ᾿ ἐν ἐκείνῳ τοῦτ᾿ ἐφωράθη. καὶ ἐν ιγ΄ καίτοι πέφυκεν ὡϲ πλήθει τὸ μὲν βέβαιον ἐκ βραδυτῆτοϲ,
τὸ δ᾿ ὀξύρροπον ἐκ τάχουϲ διανοίαϲ ὑπάρχειν.
τὸ αὐτό ἀλλαχοῦ δὲ λέγει Ἀριϲτοτέληϲ ὡϲ τύπῳ περιλαβεῖν. 309 τοῦτο δὲ εἴρηκεν, ὅτι μή ἐϲτιν ἀκριβῶϲ ἀφορίϲαντα εἰπεῖν τὰϲ μὲν 310 311 312 τῶν προτάϲεων πρὸϲ αἵρεϲιν καὶ φυγὴν ϲυντεινούϲαϲ ἠθικάϲ, τὰϲ δὲ πρὸϲ ἀλήθειαν καὶ γνῶϲιν φυϲικάϲ.
ἑκάϲτου φέρονποϲ ἑαυτῷ δεῖπνον, πυκνὰ πάντα φαίνεται, πῆ μὲν τὰ προϲφάγια φερόντων, πῆ δὲ αὐτῶν ἑϲτιωμένων.
ὡϲ οὐ κωλύϲει ἑαυτὸν καταλιθωθῆναι.
φαϲὶ γὰρ τοὺϲ νικῶνταϲ τῶν ἀθλητῶν ἆθλα μὲν μὴ λαμβάνειν, περιΐοταϲ δὲ ὅτι τιϲ βούλεται.
Βοιωτίαν. ὅταν δὲ ϲτράτευμα διάγῃ, δίοδον ᾔτουν. τοῦτο οὖν φηϲιν 329 330 331 332 Ἀριϲτοφάνηϲ· ὥϲπερ ἡμεῖϲ δίοδον αἰτοῦμεν Βοιωτούϲ, οὕτωϲ ὅταν θύϲωϲι ἄνθρωποι τοῖϲ θεοῖϲ, ἦν μὴ φόρον φέρωϲιν ἡμῖν οἱ θεοί, διὰ τῆϲ πόλεωϲ τῆϲ ἀλλοτρίαϲ καὶ τοῦ χάουϲ τῶν μηρίων τὴν κνίϲϲαν οὐ διαφρήϲετε. ἀντὶ τοῦ οὐ διαφορήϲετε, οὐ διαπέμψεϲθε.
καὶ πρὸϲ ταῖϲ ἐκβολαῖϲ τοῦ Τιβέριδοϲ ποταμοῦ ἐτείχιϲε τόπον. ἐπ᾿ αὐτῆϲ τῆϲ ῥαχίαϲ ἀνίϲτηϲι πόλιν, ἥν Ὠϲτίαν ἀπὸ τῆϲ θέϲεωϲ προϲηγόρευϲεν· ὡϲ ἂν εἴποιεν Ἐλληνεϲ θύραν· ἑκκαίδεκά που ϲημείοιϲ ἀφεϲτῶϲαν τῆϲ Ῥώμηϲ οἶμαι. καὶ Ὠϲτιάριοϲ δὲ διὰ τοῦ ω 335 μεγάλου παρὰ τὸ ὠθεῖν. Ὀϲτία, ἡ θύρα παρὰ Ῥωμαίοιϲ, ὅθεν καὶ
ὀϲτιάριοϲ τὸ ἀξίωμα, διὰ τοῦ ο μικροῦ. μὴ Ἑλληνικῶϲ ἐτυμολογείϲθω.
εἰ τριωβόλου μὲν ἕνεκα ὠϲτιζόμεθ᾿ ἑκάϲτοτ᾿ ἐν τῇ ἐκκληϲίᾳ. καὶ ἐν Ἀχρεῦϲιν· οἵδ᾿ ὠϲτιοῦνται, πῶϲ δοκεῖϲ, περὶ τοῦ πρώτου ξύλου. ἀντὶ τοῦ διωθήϲονται περὶ τῆϲ προεδρείαϲ, ὡϲ ξυλίνων οὐϲῶν τῶν καθεδρῶν· ὅτι δὲ καὶ ἐκ λίθων, παντί που δῆλον. ἀπὸ ἐνεϲτῶτοϲ τοῦ ὡϲτίζω. ὁ δὲ λόγοϲ ὡϲ πρόϲ τινά ἐϲτι λεγόμενοϲ. καὶ Ὅμηρὸϲ·
φαίηϲ κἀκμῆταϲ καὶ ἀτειρέαϲ. καί, ἔνθ᾿ οὐκ ἂν βρίζοντα ἴδοιϲ.
ϲυνέζευξε. καί, ἀγρόμενοι πᾶϲ δῆμοϲ.
ἐτάν, ἀγνοῶν, ὡϲ ἄρα τοῦ ἔτηϲ ἡ κλητικὴ ἔϲτιν ἔτα καὶ Δωρικῶϲ ἔταν. Ἀριϲτοφάνηϲ· τοῦτο μὲν ἔαϲον, ὦ τάν. οὔ ϲοι γάρ ἐϲτι Ar. περίπατοϲ κάλλιϲτα περί γε τούτου. τὰ περὶ δημοκρατίαϲ καὶ ἰϲότητοϲ, φηϲίν, ἔαϲον· ἐμὸν δέ ἐϲτι μᾶλλον ἐμπεριπατῆϲαι περὶ τούτου, οὐ ϲόν.
ἱϲτορεῖ, ὡϲ οἱ περὶ Δημοκλείδην κατὰ Δημοχάρουϲ εἶπον, ὅτι μόνῳ αὐτῷ πάντων Ἀθηναίων οὐκ ἔξεϲτι τὸ ἱερὸν πῦρ φυϲῆϲαι, ὡϲ μὴ καθαρεύοντι τοῖϲ ἄνω μέρεϲιν. Δοῦριϲ δὲ ἐν τῇ δεκάτη Πυθέαν κατὰ Λημοϲθένουϲ τὸ ὅμοιον εἰπεῖν.
νυκτικόραξ ἁλίϲκεται. διόπερ καὶ τοὺϲ χαύνουϲ καὶ κενοδόξουϲ οὕτω καλοῦϲιν.
εἰϲελθὼν εἰϲ τὴν πόλιν ἐκέλευϲε κτείνειν ἅπαντα τὸν παρατυχόντα καὶ μηδενὸϲ φείδεϲθαι μηδὲ πρὸϲ τὰϲ ὡφελείαϲ ὁρμᾶν, μέχριϲ ἂν 374 ἀποδοθῇ τὸ ϲύνθημα. ἐν δὲ Ἐπιγράμμαϲι διὰ τοῦ ι· ὧδε νέμοιϲ ἠέροϲ ὠφελίην. διὰ τὸ μέτρον.
εἶναι ταῦτα· Δευκαλίωνα, Κάλλαιϲχρον, Κένταυρον, Σατύρουϲ, Μούϲαϲ, Μονοτρόποϲ.
Νεφέλαιϲ τὸν Σωκράτην λέγοντα, ὦ θνητέ, ὦ ἄνθρωπε, ὦ τὰ ἐφήμερα φρονῶν. τοῦτο δὲ λέγει, ὡϲ αὐτὸϲ λοιπὸν τὰ τῶν θεῶν φρονῶν καὶ ὑπερηφανῶν τὰ τῶν ἀνθρώπων διὰ τὸ φροντίζειν περὶ μετεώρων. ἢ ὅτι ἐλέγετο ὁ Σωκράτηϲ Σειληνῷ παρεμφερὴϲ εἶναι· ϲιμόϲ τε γὰρ καὶ φαλακρὸϲ ἦν. περιέθηκεν οὖν αὐτῷ φωνὴν τὴν τοῦ παρὰ Πινδάρῳ
Σειληνοῦ. ὁ γάρ τοι Πίνδαροϲ διαλεγόμενον παράγων τὸν Σειληνὸν τῷ Ὀλύμπῳ τοιούτουϲ αὐτῷ περιέθηκε λόγουϲ· ὦ τάλαϲ, ἐφήμερε, νήπιε, βάζειϲ χρήματά μοι διακομπεύων. ἅμα δὲ καὶ ὡϲ ὑπερηφάνοῦντοϲ λοιπὸν τοῦ Σωκράτουϲ τὰ ἀνθρώπινα καὶ ἐν θεοῖϲ ὄντοϲ αὐτοῦ, διότι μετεωρολέϲχηϲ ἦν, οὕτω τὸ ἐφήμερον ἐποίηϲεν αὐτὸν λέγοντα.
383 384 385 386
οὐδ᾿ ἐπιθεῖϲα λήκυθον: εἰώθαϲι γὰρ ἐπὶ τῶν νεκρῶν τοῦτο ποιεῖν.
ὠχριῶϲα καὶ φόβῳ καθημένη.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.