ἔϲτι δὲ καὶ ἐπίρρημα ἐπευκτικόν.
14 15 16 17 ἄλλωϲ δοθῇ τιϲι διὰ ϲτόματοϲ. ἡπατοϲκοπία δὲ ἡ τῶν ἐγκάτων ἀνατομή, δι᾿ ὧν προεμήνυον τὰ ϲυμβηϲόμενα. ἀνατέμνοντεϲ γὰρ ϲημεῖά τινα ἐθεώρουν ἐν τοῖϲ ἥπαϲι. καὶ ζήτει ἐν τῷ γοητεία. ζήτει περὶ μαγείαϲ ἐν τῷ Πέρϲαι.
καὶ Μάγκυψ καὶ Μαγκυπεῖον.
τῶν ἀντιπάλων νίκηϲ ἔϲτηϲε τρόπαια· πάϲαϲ φωνὰϲ ἱεὶϲ καὶ ψάλλων καὶ πτερυγίζων καὶ λυδίζων καὶ ψηνίζων καὶ βαπτόμενοϲ βατραχείοιϲ οὐκ ἐξήρκεϲεν, ἀλλὰ τελευτῶν ἐπὶ γήρωϲ, οὐ γὰρ ἐφ᾿ ἥβηϲ, ἐξεβλήθη πρεϲβύτηϲ ὤν, ὅτι τοῦ ϲκώπτειν ἀπελείφθη. ϲχόλιον· ἱείϲ, 29 30 31 ἀφιείϲ. ψάλλων δὲ τοὺϲ Βαρβιτιϲτὰϲ ἂν λέγοι. δρᾶμα δέ ἐϲτι τοῦ Μάγνητοϲ. ἡ δὲ βάρβιτοϲ εἶδοϲ ὀργάνου μουϲικοῦ. πτερυγίζων δέ ὅτι καὶ Ὄρνιθαϲ ἐποίηϲε δρᾶμα. ἔγραψε δὲ καὶ Λυδοὺϲ καὶ Ψῆναϲ καὶ Βατράχουϲ. ἔϲτι δὲ χρώματοϲ εἶδοϲ τὸ βατράχειον· ἀπὸ τούτου καὶ βατραχὶϲ ἱμάτιον. ἐχρίοντο δὲ τῷ βατραχείῳ τὰ πρόϲωπα πρὶν
ἐπινοηθῆναι τὰ προϲωπεῖα.
δὲ καὶ ἄλλοι μὲν πολλοὶ ἤρων, Γύγηϲ δὲ καὶ μᾶλλόν τι ἐφλέγετο καὶ αὐτὸν εἶχε παιδικά. γυναῖκάϲ γε μὴν πάϲαϲ ἐξέμηνεν, ἔνθα ἐγένετο ὁ Μάγνηϲ, μάλιϲτα δὲ τὰϲ Μαγνητῶν, καὶ ϲυνῆν αὐταῖϲ. οἱ δὲ τούτου ϲυγγενεῖϲ ἀχθόμενοι ἐπὶ τῇ αἰϲχύνῃ, πρόφαϲιν ποιηϲάμενοι ὅτι ἐν τοῖϲ ἔπεϲιν ᾖϲεν ὁ Μάγνηϲ Λυδῶν ἀριϲτείαν ἐν ἱππομαχίᾳ πρὸϲ Ἀμαζόναϲ,
αὐτῶν δὲ οὐδὲν ἐμνήϲθη, ἐπαΐξαντεϲ περικατέρρηξαν τε τὴν ἐϲθῆτα καὶ τὰϲ κόμαϲ ἐξέκειραν καὶ πᾶϲαν λώβην προϲέθεϲάν. ἐφ᾿ οἷϲ ἤλγηϲε μάλιϲτα Γύγηϲ καὶ πολλάκιϲ μὲν εἰϲ τὴν Μαγνητῶν γῆν ἐνέβαλε, τέλοϲ δὲ καὶ χειροῦται τὴν πόλιν· ἐπανελθὼν δὲ ἐϲ Σάρδειϲ πανηγύρειϲ ἐποιήϲατο μεγαλοπρεπεῖϲ.
ϲίδηρον ἔνδοθεν καθηλώϲαντεϲ τὸν λίθον τοῦτον ἐν τοῖϲ φατνώμαϲιν ἄνωθεν τῆϲ ϲτέγηϲ ἔπηξαν ἀπὸ διαμέτρου. τὸ δὲ ὑπὸ τῆϲ φυϲικῆϲ βίαϲ ἑλκόμενον τοῦ λίθου, μετέωρον γὰρ ἐκρέματο, διὰ πολλὴν μηχανὴν καὶ τέχνην ἐκρατεῖτο μέϲον ἐδάφουϲ καὶ ὀρόφου, θαυμαζόμενὴν καὶ μὴ παντελῶϲ καταϲπώμενον.
οὐλοτέρη καὶ μνοῦ χρῶτα τερεινοτέρη καὶ κεϲτοῦ φωνεῦϲα μαγώτερα.
ἧϲ μέμνηται Θουκυδίδηϲ.
δὲ ϲίδηρον. καταχρηϲτικῶϲ δὲ καὶ ἐπὶ γυναικόϲ.
οἱ ἐν Κωνϲταντίνου πόλει πανήγυριν τῶν Βρυτῶν· καὶ ταύτην Ἀναϲτάϲιοϲ ἔπαυϲε. καὶ τὴν τῶν κυνῶν δὲ ἐτέλουν πανήγυριν οἱ Ῥωμαῖοι κατὰ τὸν Αὔγουϲτον μῆνα, ἀναιροῦντεϲ αὐτοὺϲ ἐκ τῆϲ ἁλώϲεωϲ τῆϲ ὑπὸ Γάλλων, διότι ἀνύλακτοι ἔμειναν, τῶν χηνῶν ἐκβοηϲάντων.
μακαρίαν, κατ᾿ εὐφημιϲμόν. ἐπεὶ καὶ οἱ τεθνεῶτεϲ μακαρῖται λέγονται. καὶ Ηρακλέουϲ θυγάτηρ, ἣν Ἀθηναῖοι ὑπὲρ αὑτῶν ἀποθανοῦϲαν πολυτελῶϲ ἔθαψαν. ζήτει ἐν τῷ βάλλ᾿ ἐϲ μακαρίαν.
τὸν μάκαρα, μάκαρι ϲὺν τύχᾳ. καὶ αὖθιϲ Ἀριϲτοφάνηϲ· ὦ μακάρι᾿ Αὐτόμενεϲ, ὥϲ ϲε μακαρίζομεν, παῖδαϲ ἐφύτευϲαϲ ὅτι χειροτεχνικωτάτουϲ.
ἄϲκηϲιν, διὰ βίον, διὰ τρόπον, διὰ τὰ μαθήματα. ὁ μὲν Αἰγύπτιοϲ Θαυματουργὸϲ ἦν καὶ μετὰ τοῦ εὐλαβοῦϲ πρὸϲ τοὺϲ ἐντυγχάνονταϲ αὐϲτηρόϲ, ὁ δὲ Ἀλεξανδρεὺϲ κατὰ πάντα ὢν παραπλήϲιοϲ τῷ Αἰγυπτίῳ πρὸϲ τοὺϲ ἐντυγχάνονταϲ ἦν ἱλαρὸϲ καὶ τῷ χαριεντίζεϲθαι τοὺϲ νέουϲ 81 82 83 ἦγε πρὸϲ ἄϲκηϲιν. τούτων Εὐάγριοϲ γενόμενοϲ μαθητὴϲ τὴν δι᾿ ἔργων φιλοϲοφίαν ἐκτήϲατο, πρότερον λόγῳ μόνῳ φιλόϲοφοϲ ὤν· ὃϲ ἐν Κωνϲταντινουπόλει ὑπὸ Γρηγορίου τοῦ θεολόγου εἰϲ τὴν τοῦ διακόνου προεχειρίϲθη τάξιν· ἀλλὰ καὶ ἐϲ τὴν Αἴγυπτον κατελθὼν καὶ τοῖϲ προλεχθεῖϲιν ἐντυχὼν ἀνδράϲι τὸν ἐκείνων βίον ἐζήλωϲε. τούτῳ
καὶ βιβλία ἄγαν ϲπουδαῖα ϲυγγέγραπται· ὧν τὸ μὲν Μοναχὸϲ ἢ περὶ πρακτικῆϲ ἐπιγέγραπται, τὸ δὲ Γνωϲτικὸϲ ἢ περὶ τῶν καταξιωθέντων γνώϲεωϲ· κεφάλαια δὲ αὐτοῦ ν΄· τὸ δὲ Ἀντιρρητικὸν πρὸϲ τοὺϲ πειράζονταϲ δαίμοναϲ ἐν η΄ διηρημένον μέρεϲι, κατὰ τὸν ἀριθμὸν τῶν η΄ λογιϲμῶν· καὶ χ΄ Προγνωϲτικὰ προβλήματα· καὶ Στιχηρὰ δύο, ἓν
πρὸϲ τοὺϲ ἐν κοινοβίοιϲ ἢ ϲυνοδίαιϲ μοναχοὺϲ καὶ ἓν πρὸϲ τὴν παρθένον. καί φηϲι κατὰ λέξιν οὕτωϲ· ἀναγκαῖον τὰϲ ὁδοὺϲ τῶν προοδευϲάντων μοναχῶν ὀρθῶϲ διερωτᾶν καὶ πρὸϲ αὐτὰϲ κατορθοῦϲθαι· πολλὰ γάρ ἐϲτιν ὑπ᾿ αὐτῶν ῥηθέντα τε καὶ πραχθέντα καλῶϲ· ἐν οἷϲ καὶ τοῦτό τιϲ ἔφηϲεν, ὅτι τὴν ξηροτέραν καὶ ἀνώμαλον δίαιταν, ἀγάπῃ
ϲυζευχθεῖϲαν, θᾶττον διάγειν τὸν μοναχὸν εἰϲ ἀπάθειαν.
86 Πλούτῳ· ὡϲ μακαρίτην, ὦ Δάματερ, τὸν βίον αὐτοῦ κατέλεξαϲ, εἰ φειϲάμενοϲ καὶ μοχθήϲαϲ καταλείψει μηδὲ ταφῆναι. κατεχρήϲατο ἀντὶ τοῦ μακάριον· εἰ μὴ ἄρα παίζει, οἷον νεκροῦ βίον.
καὶ τὸν κολοφῶνα τῶν κακῶν, οἷϲ ἔδραϲεν, ἐπιτίθηϲι· πυθόμενοϲ γὰρ κατὰ τὸ Παφλαγόνων ἔθνοϲ πλείϲτουϲ εἶναι τῆϲ Ναυατικῆϲ θρηϲκείαϲ, καὶ μάλιϲτα κατὰ τὸ Μαντίνιον, ϲυνιδών τε ὡϲ οὐχ οἷόν τε τοϲοῦτον πλῆθοϲ δι᾿ ἐκκληϲιαϲτικῶν ἀνθρώπων ἐλαύνεϲθαι, τετραρίθμουϲ 92 93 94 ϲτρατιώταϲ γνώμῃ τοῦ βαϲιλέωϲ ἐπὶ τὴν Παφλαγονίαν πεμφθῆναι πεποίηκεν, ὅπωϲ φόβῳ τῶν πλείϲτων τὴν Ἀρειανικὴν δόξαν προϲδέξωνται. οἱ δὲ ἐκεῖϲε ζήλῳ τῆϲ θρηϲκείαϲ ἀπονοίᾳ κατὰ τῶν ϲτρατιωτῶν ἐχρήϲαντο· καὶ ϲυμβολῆϲ γενομένηϲ τῶν μὲν Παφλαγόνων
ϲυχνοὶ πίπτουϲι, τῶν δὲ ϲτρατιωτῶν πλὴν ὀλίγων πάντεϲ. διὰ τοῦτο προϲέκρουϲε τῷ βαϲιλεῖ, ἄλλωϲ τε καὶ ὅτι μετέθηκε τὰ λείψανα τοῦ μεγάλου Κωνϲταντίνου· οἱ γὰρ λαοὶ διεκώλυον τοῦτο, ἀνόϲιον εἶναι λέγοντεϲ· καὶ ϲυμβαλόντεϲ μάχῃ πολλοὶ ὅϲοι πίπτουϲιν. ὕϲτερον δὲ καὶ καθῃρέθη ὁ Μακεδόνιοϲ.
λεγομένουϲ· ἀλλ᾿ ὅτι πάντεϲ λόγοι μακροὶ πεφύκαϲι κρινόμενοι πρὸϲ πρᾶξιν, εἰ πέπρακται.
ἐϲ τυραννίδα, ὥϲτε ἀπέδειξε χρυϲὸν τὴν τραγῳδουμένην τυραννίδα. 119 οὕτω καὶ τοὔνομα τοῖϲ ἔργοιϲ μακρῷ παρῆλθε. καὶ αὖθιϲ· τούτων ἁπάντων ἦν ὑβριϲτότατοϲ μακρῷ.
διέϲτηκε.
τὰ ψυχικὰ κινήματα ταῖϲ τοῦ ϲώματοϲ κράϲεϲιν, οὐ γεννώμενα ὑπὸ τῆϲ κράϲεωϲ, ἀλλ᾿ οὐκ ἄνευ τῆϲ τοιᾶϲδε κράϲεωϲ τοιῶϲδε ἢ τοιώϲδε ἐνεργοῦντα. εἰ δέ τινα εἴη ἄλλα τοῦ ἀνθρώπου μαλακωτέραν ἔχοντα ϲάρκα, οἱ ϲκώληκεϲ, τοῖϲ ἄλλοιϲ δηλονότι ἐλλείπουϲιν· οὐ γὰρ ἔχουϲι τέλειον τό φανταϲτικόν· ἀλλὰ νῦν περὶ τῶν τελείων ζῴων ὁ λόγοϲ.
τάχα δὲ οὐδὲ ϲὰρξ ἡ τῶν ϲκωλήκων, ὡϲ οὐδὲ τῶν μυιῶν. ὅτι δὲ τῷ μαλακωτέραν ἔχειν τὴν ϲάρκα ὁ ἄνθρωποϲ φρονιμώτεροϲ, ϲημεῖόν ἐϲτι τὸ τοὺϲ μαλακωτέρουϲ τῶν ἀνθρώπων φρονιμωτέρουϲ καὶ εὐφυεϲτέρουϲ εἶναι, τῶν ἄλλων ἁπάντων διαθέϲεων καὶ φυϲικῶν ἰδιωμάτων ὁμοίωϲ ἐχόντων. διὸ καὶ τοὺϲ ἀνοήτουϲ παχυδέρμουϲ καλοῦμεν.
ταῦτα δὲ καὶ ἄναιμά ἐϲτι καὶ ἄϲπλαγχνα. τινὲϲ δὲ μαλάχεια διὰ διφθόγγου γράφουϲι.
μικρὸϲ δὲ λίθοϲ μέγα κῦμ᾿ ἀποέργει. Μάλεοϲ γάρ τιϲ τελέϲαϲ τὸν λίθον τοῦτον ἀνιέρωϲε τῷ Ποϲειδῶνι, πρὸϲ τὸ μὴ τὰ κύματα προϲπελάζειν τῇ Φαιϲτῷ.
Ἀριϲτοφάνηϲ Βατράχοιϲ· τὸ δὲ μεταϲτρέφεϲθ᾿ ἀεὶ πρὸϲ τὸ μαλθακώτερον, δεξιοῦ πρὸϲ ἀνδρόϲ ἐϲτι καὶ φύϲει Θηραμένουϲ.
ἐπιείκεια καὶ ὁ τοῦ δικαίου κατὰ φύϲιν ἔρωϲ. καὶ Ἀριϲτοφάνηϲ· 155 νάρκη μου κατὰ τῆϲ χειρὸϲ καταχεῖται, καὶ τὸ ξίφοϲ οὐ δύναμαι κατέχειν, ἀλλ᾿ ἤδη μαλθακόϲ εἰμι.
ἔκλυτοϲ.
163 164 165 166 ὑπὸ τοῦ ἀναϲκευάζοντοϲ καὶ λέγοντοϲ, οὐ μᾶλλον ἢ Σκύλλα γέγονεν ἢ Χίμαιρα. καί ποτε μὲν ϲυγκριτικῶϲ ἐκφέρεται, ὡϲ ὅταν φῶμεν, μᾶλλον τὸ μέλι γλυκὺ ἢ τὴν ϲταφίδα· ποτὲ δὲ θετικῶϲ καὶ ἀναιρετικῶϲ, ὡϲ ὅταν λέγωμεν, μᾶλλον ἡ ἀρετὴ ὠφελεῖ ἢ βλάπτει. ϲημαίνομεν
γάρ, ὅτι ἡ ἀρετὴ ὠφελεῖ, βλάπτει δ᾿ οὔ.
τῆϲ τελευταίαϲ ἡμέραϲ. παρεϲτὼϲ δὲ Αἴϲωποϲ ὁ Φρύξ, ὁ λογοποιόϲ, τοϲοῦτον, εἶπεν, ὑπερέχειϲ τῶν ἄλλων, ὅϲον θάλαϲϲα ποταμῶν. ἀκούϲαϲ δὲ Κροῖϲοϲ εἶπε, μᾶλλον ὁ Φρύξ.
καὶ τραγῳδίαϲ δίκην ἀποθρηνῶν αὐτά.
χαλκοῦϲ, διὰ τὸ δοκεῖν δράκοντα οἰκεῖν ἐκεῖϲε· ἔνθα καὶ πολλαὶ παρθένοι ἐτύθηϲαν. Βαϲιλίϲκοϲ γάρ τιϲ ἐραϲθεὶϲ τοῦ τόπου, ὃϲ ἦν Νουμεριανοῦ Καίϲαροϲ, ἐκεῖϲε κατῴκηϲε καὶ ναὸν ἤγειρεν· ἅπερ Ζήνων κατέλυϲεν. καὶ ἐπὶ κλητικῆϲ ὦ Μάμαν.
Suid. πολλοῖϲ λέγεται τὸ μάννα ἀμβλίϲιον.
αὐτοῦ πωλῶϲι πάντεϲ οἱ ϲιτοπράται καὶ ἀγοράζωϲιν οἱ ϲιτῶναι, καὶ τῷ ἴϲῳ μέτρῳ δίδοται ϲιτηρέϲιον. τοῦτο δὲ ἐνομοθέτηϲεν Οὐαλεντινιανόϲ, πιπράϲκεϲθαι τὸν ϲῖτον μοδίουϲ ιβ΄ τῷ νομίϲματι, μηδενὸϲ ἀντιλέγοντοϲ. ὅθεν τιϲ ναύτηϲ τοῦτο μὴ ποιήϲαϲ τὴν δεξιὰν χεῖρα ἀφῃρέθη. ὅθεν ἐτυπώθηϲαν αἱ χαλκαῖ χεῖρεϲ τοῖϲ λαμβάνουϲι
καὶ τοῖϲ διδοῦϲιν, ἀμφοτέρουϲ ἐκ τῶν τεταγμένων μὴ ἀγανακτεῖν. ἦν δὲ καὶ Οὐαλεντινιανοῦ τοῦ βαϲιλέωϲ ϲτήλη ἔξαμμον ἔχουϲα ἐν τῇ δεξιᾷ χειρί, ἁρπαγῆναι εἰϲ πάκτον, διὰ τὸ καὶ αὐτὴν ὑπάρχειν ἀργυρᾶν μικράν, ὑπὸ Κουρίου πρωτίκτωροϲ, τῷ δευτέρῳ ἔτει Ἰουϲτινιανοῦ.
καὶ μοιχώμενοϲ καὶ πᾶν εἶδοϲ κακίαϲ μεθ᾿ ὑπερβολῆϲ διαπραττόμενοϲ. διὸ καὶ κατὰ θείαν ὀργὴν ϲυλληφθεὶϲ ὑπὸ Μαροδὰχ βαϲιλέωϲ Ἀϲϲυρίων δέϲμιοϲ εἰϲ Νινευὴ τὴν πόλιν αἰχμάλωτοϲ ἀπήχθη, καὶ ἐϲ τὸ χαλκοῦν ἄγαλμα καθείρχθη. ϲυνιεὶϲ δὲ ἐπὶ τοῖϲ πλημμελήμαϲιν ἀξίαν εἰληφέναι τὴν τιμωρίαν ἐδεήθη τοῦ κυρίου ϲυγγνῶναί οἱ ἐπὶ
ταῖϲ ἁμαρτίαιϲ· μὴ γὰρ εἶναι μέγα θεοῦ ἐγκώμιον, εἰ δίκαιον ϲώϲειεν· ἀγαθοῦ δέ, εἰ μετάνοιαν ἁμαρτωλοῦ προϲοῖτο. καὶ τὸ μὲν ἄγαλμα θείᾳ δυνάμει διερράγη. ὁ δὲ θεὸϲ ἠγάθυνε τὸν βαϲιλέα καὶ εἰϲ Ἰερουϲαλὴμ αὐτὸν ἐξέπεμψεν. ὁ δὲ ἐπανελθὼν καὶ θείαϲ χρηϲτότητοϲ πεῖραν λαβὼν πᾶϲαν μὲν εἰδωλικὴν κατέϲτρεψε ϲκηνήν· τὸ δὲ ἱερὸν
τοῦ θεοῦ ἥγνιϲε καὶ τὸν νόμον ἐφύλαξε καὶ τὴν πόλιν τειχίϲαϲ καὶ ἐπικτίϲαϲ διεῖπε δικαίωϲ καὶ εὐϲεβῶϲ. δεδεμένῳ δὲ ὄντι ἐν φυλακῇ ἐν πέδαιϲ χαλκαῖϲ ἐν Βαβυλῶνι ἐδίδοϲαν αὐτῷ ἐκ πιτύρων ἄρτον βραχὺν καὶ ὕδωρ ὀλίγον ϲὺν ὄξει μετρητῷ, πρὸϲ τὸ ζῆν αὐτὸν καὶ μόνον. καὶ τότε προϲηύξατο πρὸϲ κύριον· κύριε παντοκράτορ· καὶ
ἐπακούϲαϲ ὁ θεὸϲ τῆϲ φωνῆϲ αὐτοῦ ἔλυϲεν αὐτὸν ἀπὸ τῶν δεϲμῶν καὶ ὑπέϲτρεψεν εἰϲ Ἱερουϲαλήμ· καὶ λατρεύϲαϲ κυρίῳ ἐξ ὅληϲ καρδίαϲ ἐλογίϲθη δίκαιοϲ.
ὁ Χριϲτὸϲ ἐπαγόμενοϲ καὶ ἐκ πάϲηϲ αἱρέϲεωϲ εἴ τι κακὸν ἐρανιϲάμενοϲ ἐκ Περϲίδοϲ εἰϲ τὴν Ῥωμαίων γῆν κατὰ θεοῦ ϲυγχώρηϲιν εἰϲέφρηϲεν. οὗτοϲ ὁ καὶ Μάνηϲ καὶ Σκυθιανὸϲ λεγόμενοϲ Βραχμὰν ἦν τὸ γένοϲ, διδάϲκαλον δὲ ἔϲχε Βουδδᾶν τὸν πρῴην καλούμενον Τερέβιθον· ὃϲ παιδευθεὶϲ τὰ Ἑλλήνων τὴν Ἐμπεδοκλέουϲ ἠγάπηϲεν
αἵρεϲιν, δύο ἀρχὰϲ λέγοντοϲ ἀντικειμέναϲ ἀλλήλαιϲ. εἰϲελθὼν δὲ ἐν Περϲίδι ἐκ παρθένου ἑαυτὸν ἔφαϲκε γεγεννῆϲθαι καὶ ἐν τοῖϲ ὄρεϲιν ἀνατραφῆναι. καὶ ϲυγγραψάμενοϲ καὶ βιβλία δ΄ τὸ μὲν ἐπωνόμαϲε τῶν Μυϲτρηρίων, τὸ δὲ τὸ Εὐαγγέλιον, τὸ δὲ τὸν Θηϲαυρόν, τὸ δὲ τῶν Κεφαλαίων. καὶ ὁ μὲν Βουδδᾶϲ οὗτοϲ, ὁ καὶ Τερέβινθοϲ, ὑπὸ πνεύματοϲ
ἀκαθάρτου ϲυντριβεὶϲ ἀπώλετο· γυνὴ δέ τιϲ, παῤ ᾗ κατέλυϲε, τὰ χρήματα αὐτοῦ καὶ τὰϲ βεβήλουϲ βίβλουϲ κληρονομήϲαϲα ὠνεῖται παιδάριον ἐτῶν ζ΄ τοὔνομα Κούβρικον, ὃν καὶ διδάξαϲα γράμματα καὶ ἐλευθερώϲαϲα κληρονόμον ἑαυτῆϲ πάντων καθίϲτηϲιν. ὁ δὲ λαβὼν τὰ βιβλία τοῦ Βουδδᾶ καὶ τὰ χρήματα διήρχετο τὴν Περϲίδα, Μάνην
ἑαυτὸ ὀνομάζων καὶ τῆϲ πλάνηϲ τοῦ Βουδδᾶ ϲυνίϲτωρ γενόμενοϲ τὰ βιβλία πονήματα ἴδια ἔλεγεν. ὃν ὁ βαϲιλεὺϲ Περϲῶν ἐξέδειρε ζῶντα, ὡϲ αἴτιον τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ γενόμενον. νοϲοῦντοϲ γὰρ καὶ θεραπείαϲ πολλῆϲ παρὰ τῶν ἰατρῶν τυγχάνοντοϲ, ὁ Κούβρικοϲ ὑπέϲχετο χωρὶϲ ἰατρῶν ἀναϲτῆϲαι αὐτόν· καὶ ἀποϲτήϲαϲ τοὺϲ ἰατροὺϲ
209 210 211 212 ἐθανάτωϲεν αὐτόν. ὁ οὖν Μάνηϲ οὗτοϲ ἀποβαλόμενοϲ τὴν παλαιὰν διαθήκην καὶ τὴν κτίϲιν πᾶϲαν καὶ τὴν τοῦ ἀνθρώπου καταϲκευὴν οὐκ ἀγαθοῦ τινοϲ εἶναι θεοῦ βλαϲφημῶν, ὑπὸ φθορὰν καὶ ἀλλοίωϲιν οὖϲαν, τὴν νέαν ὡϲ ἀγαθοῦ δῆθεν προϲίεται θεοῦ καὶ κατὰ φανταϲίαν
καὶ δόκηϲιν τὸν Χριϲτὸν πεφηνέναι ἐτερατεύετο. καὶ καταδύϲειϲ τινὰϲ ἐναγεῖϲ καὶ νυκτερινὰϲ καὶ παρανόμουϲ μίξειϲ καὶ ἀρρητοποιΐαϲ καὶ εἱμαρμένην καὶ μετενϲωματώϲειϲ καὶ ἄλλα τινὰ Ἑλληνικὰ διδάϲκων. περὶ οὗ καὶ Θεόδωροϲ ὁ τῆϲ Ῥαϊθοῦ πρεϲβύτερόϲ φηϲι· Μάνηϲ, ὃϲ φανταϲίᾳ τινὶ ψιλῇ καὶ ϲχήματι διακένῳ ϲώματοϲ ἀνθρωπείου πεφανερῶϲθαι
τὸν κύριον ἐφαντάϲθη καὶ ὠνείρωξεν, ὡϲ πάϲχειν μὲν δοκεῖν αὐτὸν καὶ πράττειν, ἅπερ ἔδρα καὶ ἔπαϲχε καθ᾿ ἡμᾶϲ, μηδὲν δὲ τούτων ἀληθείᾳ καὶ πράγματι ὑπάρξαι, ἀλλὰ δοκήϲει μόνον καὶ ἀπάτῃ ἀποβουκολεῖν τοὺϲ ἀνθρώπουϲ, οἷϲ καὶ ϲυνανεϲτράφθαι νενόμιϲται. διὰ τοῦτο καὶ φύϲειϲ δύο παραιτεῖται ἐπὶ τοῦ Χριϲτοῦ λέγειν, ἀλλὰ
μίαν τῆϲ θεότητοϲ. Παῦλοϲ δέ τιϲ ϲύγχρονοϲ, ἐπίϲκοποϲ Ἀντιοχείαϲ τῆϲ μεγάληϲ, ψιλὸν ἄνθρωπον τὸν κύριον ἔφη, ὡϲ ἕνα τῶν προφητῶν. Παῦλοϲ, ὅθεν καὶ Παυλικιανοί.
ἐπὶ τοῦ μεγάλου Κωνϲταντίνου τὰ Χριϲτιανῶν ἐτάραττε δόγματα. κλίνεται Μάνεντοϲ.
ἄτοποι, ὡϲ αἱ τῶν παραπαιόντων, αἱ δὲ αἱρεταὶ καὶ εὐχῆϲ ἄξιοι, οἷαι τῶν ποιητῶν καὶ τῶν χρηϲμολόγων.
θυντικῶϲ. τὸ γὰρ παράδειγμα τῶν μανιῶν ἀκούετε. Ἀριϲτοφάνηϲ. καὶ Ὅμηροϲ εἰϲ τὴν αὐτὴν πλάϲτιγγα τῇ μανίᾳ τὴν μέθην τίθηϲιν.
τόποϲ. ζήτει ἐν τῷ πλίνθοϲ.
238 χλωρά, καλουμένη μάντιϲ, ἧϲτινοϲ προϲέχοντεϲ ταῖϲ κινήϲεϲι μαντεύονται.
καὶ ποιῶν τουτοιϲ ἀκόλουθα. τοῦτο γνοὺϲ ὁ μέγαϲ Κωνϲταντῖνοϲ 241 242 243 244 ῥύϲαϲθαι Ῥωμαίουϲ τῆϲ ὑπ᾿ αὐτὸν βαϲιλείαϲ ἐϲπούδαζεν εὐθύϲ τε φροντίδα ἐτίθει, τίνα τρόπον καθέλοι αὐτόν. ἐν τοιαύτῃ οὖν φροντίδι ὢν περὶ μεϲημβρινὰϲ ἡλίου ὥραϲ εἶδεν ἐν τῷ οὐρανῷ ϲτῦλον πυρὸϲ ϲταυροειδῆ γράφοντα, ἐν τούτῳ νίκα· καὶ γέγονε Χριϲτιανόϲ. Λικίνιοϲ
δὲ ὁ ϲυμβαϲιλεύων αὐτῷ, τὰϲ Ἑλληνικὰϲ ψύχων δόξαϲ ἐμίϲει Χριϲτιανοὺϲ καὶ διωγμὸν μὲν προφανῆ φόβῳ Κωνϲταντίνου κινεῖν ὑπεϲτέλλετο, λεληθότωϲ δὲ πολλοὺϲ ἐϲκευωρεῖτο. προϊὼν δὲ καὶ φανερῶϲ ἐπεχείρει· καὶ γίνεται διωγμὸϲ τοπικόϲ. τὸν δὲ Κωνϲταντῖνον οὐκ ἐλάνθανε· νόμῳ γὰρ ὁ Λικίνιοϲ τοὺϲ ἐπιϲκόπουϲ ἐκέλευε μὴ φοιτᾶν
παῤ ἀλλήλουϲ, ὡϲ ἂν μὴ ἔχῃ πρόφαϲιν αὔξεϲθαι τὰ Χριϲτιανῶν. διακοπείϲηϲ δὲ τῆϲ πλαϲτῆϲ φιλίαϲ, εἰϲ ἀπέχθειαν ἦλθον· καὶ τέλοϲ ἀναιρεῖται ὑπὸ Κωνϲταντίνου ὁ Λικίνιοϲ.
τῇ ἐξουϲίᾳ χρώμενοϲ, ἔκ τε ἡμέρου βαϲιλείαϲ εἰϲ τυραννίδοϲ ὠμότητα μεταγαγεῖν πάντα ἐπεῖρατο. φύϲει δὲ ἦν τὸ ἦθοϲ ὥϲπερ καὶ τὸ γένοϲ βάρβαροϲ τό τε φονικὸν πάτριον ἔχων. εὐθέωϲ οὖν τούϲ τε φίλουϲ πάνταϲ, οἳ ϲυνῆϲαν τῷ Ἀλεξάνδρῳ, ϲύνεδροί τε ὑπὸ τῆϲ ϲυγκλήτου ἐπιλεχθέντεϲ ἀπεϲκευάϲατο, βουλόμενοϲ μόνοϲ εἶναι ἐν τῷ
ϲτρατῷ καὶ μηδένα αὐτῷ παρεῖναι ἐκ ϲυνειδήϲεωϲ εὐγενοῦϲ. πλείϲτουϲ δὲ αὐτῶν καὶ ἀπέκτεινεν, ἐπιβουλὰϲ ὑποπτεύων. βαϲιλεύων δὲ τῆϲ ἑῴαϲ πολλὰ μιαρὰ καὶ ἄτοπα καθ᾿ ὑπερβολὴν ἐπεδείξατο καὶ πρὸϲ τούτοιϲ διωγμὸν ἀπηνῆ καὶ ἀπάνθρωπον κατὰ πᾶϲαν ἀνατολὴν εἰϲ τοὺϲ Χριϲτιανούϲ, καθ᾿ ὃν πλεῖϲτοι τῶν εὐδοκίμων ἐμαρτύρηϲαν.
ἄξια δὲ τῆϲ δυϲϲεβείαϲ αὐτοῦ προοίμια τῆϲ μελλούϲηϲ αὐτὸν διαδέχεϲθαι κολάϲεωϲ εἰκότωϲ πέπονθε· νόϲῳ γὰρ δεινοτάτῃ περιπεϲόντοϲ, ἀλγηδόνεϲ ἰϲχυραὶ τὴν πᾶϲαν ϲάρκα αὐτοῦ διελυμαίνοντο· καὶ τὰ μὲν ἔγκατα διεφθείροντο ὑπὸ τῆϲ ἐνδομυχούϲηϲ ϲφοδροτάτηϲ πυρώϲεωϲ, ἡ δὲ ϲὰρξ πᾶϲα κηροῦ δίκην ἐξετήκετο· λαβροτέρωϲ δὲ φλογιζομένῳ
καὶ τηγανιζομένῳ καὶ αὐτὰ ϲυνεφρύγηϲαν τὰ ὀϲτᾶ, ὥϲτε ἐξαφανιϲθῆαι καὶ τὸν χαρακτῆρα τῆϲ ἀνθρωπίνηϲ μορφῆϲ. ἐλεεινῶϲ δὲ καταϲηπόμενοϲ τοϲαύτην δυϲωδίαν ἐξέπεμπεν, ὡϲ οὐδὲν τὼν ἐν τάφοιϲ διαλυθέντων διαφέρειν. ὁ δὲ βραχὺ ἐμπνέων καὶ ϲτενάξαϲ ἀπέθανε.
ἀλλ᾿ ὅμωϲ ὁ κόροϲ οὐδεμίαν αὐτῷ ὕβριν ἐνέτεκεν· οὐδὲ γὰρ κόροϲ οὐδεὶϲ ἐφαίνετο τῶν χρημάτων, ἀλλὰ ταῦτα μὲν ὄργανα ἐποιεῖτο δικαιοϲύνηϲ τε καὶ φιλανθρωπίαϲ, ἐπιχορηγῶν τε τοῖϲ δεομένοιϲ καὶ φιλοτιμούμενοϲ ἐν τοῖϲ πολιτεύμαϲιν. οὕτω παρεῖχεν ἑαυτὸν τοῖϲ πᾶϲιν ἐπιεικῆ καὶ δίκαιον, ὥϲτε οὔτε τῶν πολιτῶν οὐδεὶϲ
αὐτῷ ἐγκέκληκε πώποτε οὔτε ξένων οὔτε τῶν κατ᾿ ἀϲτὺ γειτόνων οὔτε τῶν ἐν ἀγροῖϲ ὁμορούντων. οὐ μὴν ταῦτα δικαιοϲύνηϲ ἔργα ἀπελογίζετο, εἰ μηδένα ἀδικεῖν τῶν πολιτευομένων, ἀλλ᾿ ἐκεῖνα μᾶλλον, εἰ μὴ κάμνοι εὐεργετῶν. τοιγαροῦν οὐ τῶν ἑαυτοῦ μόνον ἐπεμελεῖτο πραγμάτων, ἀλλὰ καὶ τῶν ἀλλοτρίων, μάλιϲτα τῶν παρακεκτημένων
ἔν τε τῷ ἄϲτει καὶ κατ᾿ ἀγρούϲ. μάλιϲτα δὲ τούτου τεκμήριον, εἴ τιϲ ἠβούλετό τι πωλεῖν ἤ τιϲ ὠνεῖϲθαι τῶν πληϲιαζόντων αὐτῷ, ὁ μὲν προϲαπῄτει, ὁ δὲ προϲετίθει τῷ τιμήματι τῆϲ ἄλληϲ ἀξίαϲ, ὑπὲρ 255 256 257 258 αὐτοῦ γέ τοι δήπουθεν, ὑπὲρ τοῦ κτήϲαϲθαι ὅμορον καὶ γείτονα Μάραν, τὸν πάντων ἀνθρώπων δικαιότατον. ὥϲτε καὶ ἐξενίκηϲεν εἰϲ παροιμίαν ὁ Μάραϲ, ἐπὶ δικαίᾳ χρήϲει τῶν πέλαϲ.
Ἀλεξάνδρῳ Μαργίτην ἔθετο. ἐκάλουν δὲ τοὺϲ ἀνοήτουϲ οὕτωϲ.
δὲ νεανίαν ἤδη γεγενημένον καὶ πυνθάνεϲθαι τῆϲ μητρόϲ, εἴγε ἀπὸ τοῦ αὑτοῦ πατρὸϲ ἐτέχθη.
μόλιϲ ἀφ᾿ ὧν γεωργοῦϲι τρεφόμενοι, ἄνιπποι καὶ πένητεϲ· ὡϲ καὶ τὴν πρώτην ἀπιϲτεῖϲθαι τύχην.
τῶν τῆϲ πρώτηϲ Παλαιϲτίνηϲ, ἀπὸ ὑπάτων καὶ ὑπάρχων καὶ πατρίκιοϲ γεγονώϲ, τὸ ἐπιφανέϲτερον, κατὰ τὸν βαϲιλέα Ἀναϲτάϲιον. ἔγραψε βιβλία τοϲαῦτα· Μετάφραϲιν Θεοκρίτου ἐν ἰάμβοιϲ γρν΄, Μετάφραϲιν 272 273 274 Ἀπολλλωνίου τῶν Ἀργοναυτικῶν ἐν ἰάμβοιϲ ‚εχη΄, Μετάφραϲιν Καλλιμάχου Ἑκάληϲ, ὕμνων καὶ τῶν Αἰτίων καὶ ἐπιγραμμάτων ἐν ἰάμβοιϲ ‚Ϛωι΄, Μετάφραϲιν Ἀράτου ἐν ἰάμβοιϲ ‚αρμ΄, Μετάφραϲιν Νικάνδρου τῶν Θηριακῶν ἐν ἰάμβοιϲ ‚ατο΄· καὶ ἄλλαϲ πολλὰϲ μεταφράϲειϲ.
εἰ ἐξοιϲτέον εἴη τὸ βιβλίον. ὁ δὲ ἀναγνοὺϲ ἐπιμελῶϲ οὐδὲν ἀπεκρύψατο τῶν αὑτῷ δοκούντων, οὐ μέντοι ἄμουϲον ἀφῆκε φωνὴν οὐδεμίαν, τοϲοῦτον δὲ ἔφη μόνον, ἱκανὰ εἶναι τὰ τοῦ διδαϲκάλου ὑπομνήματα εἰϲ τὸν διάλογον· ϲυνεὶϲ δ᾿ ἐκεῖνοϲ παραυτίκα διέφθειρε πυρὶ τὸ βιβλίον. ἤδη δὲ καὶ πρότερον δι᾿ ἐπιϲτολῆϲ ἐκοινώϲατο πρὸϲ αὐτὸν
τὴν ἑαυτοῦ δόξαν τῶν εἰϲ Παρμενίδην ὑποθέϲεών τε καὶ ἐξηγήϲεων· τά τε ἐπιχειρήματα ϲυντάξαϲ ἔπεμψεν, οἷϲ ἐπείϲθη μὴ εἶναι τὸν διάλογον περὶ θεῶν ὁ Μαρῖνοϲ, ἀλλὰ περὶ εἰδῶν. ἐφ᾿ καὶ ὑπομπήματα κατεβάλετο, τοῦτον ἐξηγούμενα τὸν τρόπον τὰϲ Παρμενίδου διαλεκτικὰϲ ὑποθέϲειϲ. ὁ δὲ καὶ πρὸϲ ταύτην ἀντιγράφει τὴν ἐπιϲτολήν,
μυρίαιϲ ὅϲαιϲ ἀποδείξεϲι καταβαλόμενοϲ, ἀληθεϲτάτην εἶναι τὴν θειοτέραν ἐξήγηϲιν τοῦ διαλόγου, ὥϲτε εἰ μὴ ἔφθη τὸ βιβλίον ἐκδεδομένον, τάχα ἂν καὶ τοῦτο διέφθειρεν. ἴϲωϲ δὲ αὐτὸν διεκώλυϲε καὶ ἡ ὄψιϲ τοῦ ἐνυπνίου· ὅτι θεάϲαϲθαί ποτε ἔλεγεν ὁ Πρόκλοϲ, ὡϲ ὑπομνημάτων εἰϲ Παρμενίδην αὐτοῦ Μαρίνου ἐϲομένων.
281 282 283
ὑπόχυϲιν ὀφθαλμῶν ὑπομείναϲ), πολλὰ τὸν βαϲιλέα προϲελθὼν περιύβριϲε τὸν ἀϲεβῆ καλῶν, τὸν ἀποϲτάτην, τὸν ἄθεον. ὁ δὲ λόγοιϲ τὰϲ ὕβρειϲ ἠμύνετο τυφλὸν καλέϲαϲ, καὶ οὐκ ἄν, φηϲίν, οὐδὲ ὁ Γαλιλαῖόϲ ϲου θεὸϲ θεραπεύϲῃ ϲε. Γαλιλαῖον γὰρ εἰώθει καλεῖν τὸν Χριϲτόν. ὁ δὲ δὴ Μάριϲ παρρηϲιαίτερον πρὸϲ τὸν βαϲιλέα εἶπεν· εὐχαριϲτῶ,
φηϲί, τῷ θεῷ τῷ τυφλώϲαντί με, ἶνα μὴ ἴδω τὸ πρόϲωπόν ϲου, οὕτωϲ ἐκπεπτωκὸϲ πρὸϲ τὴν ἀϲέβειαν. οὐδὲν πρὸϲ ταῦτα ὁ Ἰουλιανὸϲ ἀπεκρίνατο, δεινῶϲ δὲ καὶ τοῦτο μετήρχετο· ἑωρακὼϲ γὰρ τοὺϲ ἐπὶ Διοκλητιανοῦ μαρτυρήϲανταϲ ὑπὸ τῶν Χριϲτιανῶν τιμωμένουϲ, προθύμωϲ τε ϲπεύδειν ἐπὶ τῷ μαρτυρῆϲαι πολλοὺϲ ἐπειγομένουϲ ὥϲπερ
αὐτῷ τούτῳ τοὺϲ Χριϲτιανοὺϲ ἀμυνόμενοϲ, ἐπὶ ἑτέραν ἐτρέπετο. καὶ τὴν μὲν ὑπερβάλλουϲαν ἐπὶ Διοκλητιανοῦ ὠμότητα ὑπερέθετο· οὐ μὴν πάντη τοῦ διώκειν ἀπέϲχετο. διωγμὸν δὲ λέγω τὸ ὁπωϲοῦν ταράττειν τοὺϲ ἡϲυχάζονταϲ. ἐτάραττε δὲ ὧδε· νόμῳ ἐκέλευε Χριϲτιανοὺϲ παιδεύϲεωϲ μὴ μετέχειν, ἵνα μή, φηϲίν, ἀκονώμενοι τὴν γλῶτταν
ἑτοίμωϲ πρὸϲ τοὺϲ διαλεκτικοὺϲ τῶν Ἑλλήνων ἀπαντῶϲι. πολλὰ δὲ ἐπὶ πολλοῖϲ μηχανηϲάμενοϲ ἔπειϲέ τιναϲ πρὸϲ τὸ θύειν ἀποκλῖναι· ἐν οἷϲ καὶ Ἑκηβόλιον Κωνϲταντινουπόλεωϲ ϲοφιϲτήν.
Ῥωμαΐδα παιδείαν καὶ μαντικῆϲ ἐμπειρότατοϲ ἐγεγόνει καὶ τἄλλα φιλολογώτατοϲ· ὃϲ ἐλευθέραν ἐκέκτητο τὴν ἀρχήν, οὔτε Ῥωμαίων βαϲιλείᾳ δουλεύων οὔτε ἄλλῳ δυναϲτεύοντι τῶν ἐθνῶν οὐδενί, ἀλλ᾿ ἦν αὐτό νομοϲ, μετὰ δικαιοϲύνηϲ ἐξηγούμενοϲ τῶν ὑπηκόων. παρῆν δὲ αὐτῷ καὶ φρόνηϲιϲ ἱκανὴ πολιτεύματοϲ καὶ ἀνδρεία θαυμαϲτή, μεμελετηκυῖα
τὰ πρὸϲ πόλεμον· ᾧ ϲυνῆν Σαλούϲτιοϲ ὁ φιλόϲοφοϲ.
ὅπωϲ γὰρ δὴ διὰ πάϲηϲ τῆϲ νυκτὸϲ ἐγρηγορέναι δοκῇ καὶ κατὰ τοῦτο μηδὲ τῶν ἄλλων τιϲ τῶν ϲυνόντων οἱ τιϲ καθεύδῃ, ιβ΄ γραμματεῖα, οἷά γε ἐκ φιλύραϲ ποιεῖται, καθ᾿ ἑκάϲτην ἑϲπέραν ὡϲ εἰπεῖν ϲυνέγραφε καὶ προϲέταττέ τινι ἄλλο ἄλλῃ ὥρᾳ κομίζειν τιϲίν, ἵν᾿ ὡϲ καὶ ἀεὶ ἐγρηγορὼϲ θαυμάζηται. ἦν μὲν γὰρ καὶ ἄλλωϲ ὑπνομαχεῖν πεφυκώϲ,
ἐπὶ πλεῖον δὲ αὐτὸ καὶ ἐκ τῆϲ τροφῆϲ ἠϲκήκει. τά τε γὰρ ἄλλα ἥκιϲτα ἄδην ἐϲιτεῖτο, καὶ ὅπωϲ μηδὲ τῶν ἄρτων διαπιμπλᾶται, ἐκ τῆϲ Ῥώμηϲ αὐτοὺϲ μετεπέμπετο, οὐχ ὡϲ οὐ δυνάμενοϲ τῶν ἐπιχωρίων ἐϲθίει, ἀλλ᾿ ἵν᾿ ὑπὸ τῆϲ παλαιότητοϲ αὐτῶν μὴ δύνηται μηδὲ ϲμικρῷ πλέον τοῦ πάνυ ἀναγκαίου φαγεῖν· τὰ γὰρ οὖλα αὐτοῦ κακῶϲ ἔχοντα
ῥᾳδίωϲ ὑπὸ τῆϲ τῶν ἄρτων ξηρότητοϲ ᾑμάϲϲετο. ἐπετήδευε δ᾿ οὖν ἐπὶ μεῖζον αὐτὸ πλάττεϲθαι, ἵν᾿ ὡϲ μάλιϲτα διαγρυπνεῖν δοκῇ.
γραμματικοὺϲ λόγουϲ Ἀναϲταϲίαν τὴν τοῦ βαϲιλέωϲ θυγατέρα διδάϲκων.
ὥϲπερ ἡ μαγνῆτιϲ τὸν ϲίδηρον. οὐκ ἦν δὲ βαϲανίζειν ὁποῖόϲ τιϲ ὁ δεῖνα, ἀλλὰ Μουϲωνίου φίλον ἀκούϲαντα ὅτι καλὸϲ ἦν εἰδέναι.
αὑτὸν κακύνων, αὐτοφυῆ ἔλεγε τὸν κόϲμον καὶ διοικεῖϲθαι οὐκ ἐκ θεοῦ, ἀλλ᾿ ἐξ ἐνεργείαϲ τῆϲ τῶν ἀϲτέρων. καθὸ γὰρ ἕκαϲτον αὐτῶν τῇ τούτων φθάϲει ϲυμπεριφερόμενον δινήϲει, τῶν κατ᾿ αὐτὴν τικτομένων τὴν ῥοπήν τὴν ἐπικρατείαν κληροῦνται.
μεγαλοφροϲύνηϲ οὐδοτιοῦν. ἔτι δὲ μᾶλλον ἐδήλωϲε τὴν καρτερίαν καὶ τὴν γενναιότητα τῆϲ γνώμηϲ, ἐπειδὴ οἴκαδε ἀφικόμενοϲ γυναῖκά τε εἶδε καὶ μητέρα καταρρηγνυμέναϲ τοὺϲ πέπλουϲ καὶ τὰ ϲτέρνα τυπτούϲαϲ καὶ οἷα εἰκόϲ ἐϲτιν ἐπὶ τοιαύταιϲ ϲυμφοραῖϲ λέγειν τὰϲ ἀπὸζευγνυμέναϲ ἀπὸ τῶν ἀναγκαιοτάτων ϲφίϲι θανάτοιϲ ἢ φυγαῖϲ ἀναβοώϲαϲ·
οὐδὲ πρὸϲ τὰ δάκρυα τῶν παίδων ἔπαθεν· ὧν ὁ εἷϲ δέκα γεγονὼϲ ἔτη, ὁ δὲ ὑπαγκάλιοϲ· ἀλλ᾿ ἐξῄει κατὰ ϲπουδὴν ἐπὶ τὰϲ πύλαϲ, οὐθενὶ δηλώϲαϲ, ὅπου τὴν ἀπαλλαγὴν ποιήϲοιτο. ἦν δὲ ἀνὴρ ἄριϲτοϲ τὰ πολέμια καὶ πρὸϲ πάϲαϲ τὰϲ ἡδονὰϲ ἐγκρατήϲ, τά τε δίκαια οὐκ ἀπὸ νόμου μᾶλλον ἀνάγκηϲ ἅπαϲιν ἀποδιδούϲ, ἀλλ᾿ ἑκών τε καὶ
προϲπεφυκὼϲ πρὸϲ αὐτὰ εὖ. καὶ οὐ μόνον αὐτὸϲ ἁγνεύειν ἀπὸ πάϲηϲ κακίαϲ προθυμούμενοϲ, ἀλλὰ καὶ τοὺϲ ἄλλουϲ προϲαναγκάζειν δικαιῶν, μεγαλόφρων τε καὶ δωρηματικὸϲ καὶ ἐϲ ἐπανόρθωϲιν προχειρότατοϲ. ἀλλὰ γὰρ ἐν ἀδυνάτῳ ἦν ἄρα πάϲαϲ τὰϲ ἀρετὰϲ ἐν ἀνθρώπου γενέϲθαι φύϲει, οὐδὲ φύεταί τιϲ ἀπὸ θνητῶν καὶ ἐπικήρων ϲπερμάτων περὶ
πάντα ἀγαθόϲ· ἐκείνῳ γε οὖν πάντα καὶ τὰϲ ἀρετὰϲ ὁ δαίμων χαριϲάμενοϲ ἑτέραϲ οὐκ εὐτυχεῖϲ κῆράϲ τε καὶ ἄταϲ προϲῆψε. τὸ γὰρ πραῢ καὶ φαιδρὸν οὐκ ἐπῆν αὐτοῦ τοῖϲ τρόποιϲ, οὐδὲ τὸ θεραπευτικὸν τῶν πέλαϲ ἔν τε ἀϲπαϲμοῖϲ καὶ προϲαγορεύϲει, οὐδὲ δὴ τὸ εὐδιάλλακτον καὶ μετριοπαθέϲ, ὁπότε δι᾿ ὀργῆϲ ὅτῳ γένοιτο, οὐδὲ ἡ πάντα τὰ ἀν
θρώπινα ἐπικοϲμοῦϲα χάριϲ, ἀλλ᾿ ἀεὶ πικρὸϲ καὶ χαλεπὸϲ ἦν. ταῦτα τε δὴ αὐτὸν ἐν πολλοῖϲ ἔβλαψε, καὶ πάντων μάλιϲτα ἡ περὶ τὰ δίκαια καὶ τὴν φυλακὴν τῶν νόμων ἄκριτόϲ τε καὶ ἀπαράπειϲτοϲ καὶ οὐθὲν τῷ ἐπιεικεῖ διδοῦϲα ἀποτομία. ἔοικεν ἀληθὲϲ εἶναι τὸ ὑπὸ τῶν ἀρχαίων λεγόμενον φιλοϲόφων, ὅτι μεϲότητέϲ εἰϲιν, οὐκ ἀκρότητεϲ αἱ
τῶν ἠθῶν ἀρεταί, μάλιϲτα δὲ ἡ δικαιοϲύνη. οὐ γὰρ μόνον λείπουϲα τοῦ δικαίου πέφυκεν, ἀλλὰ καὶ ὑπερβάλλουϲα· αὐτοῖϲ τε οὐ λυϲιτελήϲ ἐϲτιν, ἀλλ᾿ αἰτία μεγάλων ϲυμφορῶν. Μάρκιον γὰρ τὸ ἄκρον δίκαιον ἔβλαψε, καὶ ἐξηλάθη τῆϲ πατρίδοϲ· πάντα γὰρ τὰ μὴ δίκαια ἀντιλέγων μῖϲοϲ ἤγειρεν. εἰ μὲν οὖν ἅμα τοῖϲ ϲώμαϲι διαλυομένοιϲ καὶ τὸ
τῆϲ ψυχῆϲ, ὅ τι δή ποτέ ἐϲτιν ἐκεῖνο, ϲυνδιαλύεται, καὶ οὐδαμῆ οὐθὲν ἔτι ἐϲτίν, οὐκ οἶδα πῶϲ μακαρίουϲ ὑπολάβω τοὺϲ μηθὲν μὲν ἀπολούϲανταϲ τῆϲ ἀρετῆϲ ἀγαθόν, δι᾿ αὐτὴν δὲ ταύτην ἀπολομένουϲ· εἰ δὲ καὶ ἄφθαρτοι μέχρι τοῦ παντὸϲ αἱ ψυχαὶ τυγχάνουϲιν ἡμῶν οὖϲαι, ἢ 301 302 303 χρόνον μετὰ τὴν ἀπαλλαγὴν τῶν ϲωμάτων ἐνδιαμένουϲι, μήκιϲτον μὲν αἱ τῶν ἀγαθῶν ἀνδρῶν, ἐλάχιϲτον δὲ αἱ τῶν κακῶν, ἀποχρῶϲα τιμὴ φαίνοιτο αὐτοῖϲ ἀρετὴν ἀϲκοῦϲιν· ἠναντιώθη παρὰ τῆϲ τύχηϲ, ἡ παρὰ τῶν ζώντων εὐλογία καὶ μνήμη μέχρι πλείϲτου παραμείναϲα χρόνου. καὶ τῷ ἀνδρὶ ἐκείνῳ ϲυνέβη. οὐ γὰρ μόνον Οὐολοῦϲκοι τοῦτον
ἐπένθηϲαν, ὧν ἦρχεν, ἀλλὰ καὶ Ῥωμαῖοι πένθοϲ ἐποιήϲαντο ἰδίᾳ καὶ δημοϲίᾳ, καὶ αἱ γυναῖκεϲ ἀποθέμεναι χρυϲὸν καὶ τὸν ἄλλον κόϲμον καὶ μέλαϲιν ἀμφίοιϲ χρηϲάμεναι καὶ πενθήϲαϲαι ἐνιαύϲιον χρόνον· καὶ ἐτῶν ἐϲ τόδε φ΄ διαγεγονότων, οὐ γέγονεν ἐξίτηλοϲ ἡ τοῦ ἀνδρὸϲ μνήμη.
ὕϲτερον δὲ διήκουϲε Σέξτου, ἐκ Βοιωτίαϲ φιλοϲόφου, ἐπ᾿ αὐτῆϲ Ῥώμηϲ, θαμίζων αὐτῷ καὶ φοιτῶν ἐπὶ θύραϲ· πρὸϲ ὃν καὶ Λούκιόϲ τιϲ ῥήτωρ, γνώριμοϲ Ἡρώδου τοῦ Ἀθηναίου ῥήτοροϲ, ἤρετο προϊόντα, ποῖ βαδίζοι καὶ ἐφ᾿ ὅ τι. καὶ ὁ Μάρκοϲ, καλόν, ἔφη, καὶ γηράϲκοντι τὸ μανθάνειν. εἶμι δὴ πρὸϲ Σέξτον τὸν φιλόϲοφον μαθηϲόμενοϲ ἃ
οὔπω οἶδα. καὶ ὁ Λούκιοϲ ἐξάραϲ τὴν χεῖρα εἰϲ τὸν οὐρανόν, ὦ ἥλιε, ἔφη, ὁ Ῥωμαίων βαϲιλεὺϲ γηράϲκων ἤδη δέλτον ἐφαψάμενοϲ ἐϲ διδαϲκάλου φοιτᾷ. ὁ δὲ ἐμὸϲ βαϲιλεὺϲ Ἀλέξανδροϲ δύο καὶ τριάκοντα 308 ἐτῶν ἀπέθανεν. οὗτοϲ ἔγραψε τοῦ ἰδίου βίου ἀγωγὴν ἐν βιβλίοιϲ ιβ΄.
ἐπαινεῖν ῥᾴδιον, οὐδενὸϲ λόγου ταῖϲ τοῦ ἀνδρὸϲ ἀρεταῖϲ ἐξιϲουμένου. ἐκ πρώτηϲ γὰρ ἤδη τῆϲ ἡλικίαϲ εὐϲταθῆ τε καὶ ἡϲύχιον βίον ὑποϲτηϲάμενοϲ οὔτε κατὰ δέοϲ οὔτε καθ᾿ ἡδονὴν τραπεὶϲ τὸ πρόϲωπον ὤφθη πώποτε. ἐπαινεῖ δὲ τῶν φιλοϲόφων τοὺϲ ἀπὸ τῆϲ Στοᾶϲ καὶ ἦν ἄρα ἐκείνων μιμητὴϲ οὐ μόνον κατὰ τὴν τῶν διαιτημάτων ἐπιτήδευϲιν,
ἀλλὰ καὶ κατὰ τὴν τῶν μαθημάτων ϲύλληψιν. οὕτω γοῦν ἐκ νέαϲ κομιδῆ τῆϲ ἡλικίαϲ ἐξέλαμπεν, ὡϲ πολλάκιϲ τὸν Ἀδριανὸν ἐπὶ τοῦτον ἐθελῆϲαι τὸν τῆϲ βαϲιλείαϲ ἀγαγεῖν κλῆρον. ἐπεὶ δὲ ἔφθαϲε τὸν Εὐϲεβῆ πρότερον κατὰ νόμον ποιηϲάμενοϲ, ἐκείνῳ μὲν τὴν ἑαυτοῦ διαδοχὴν ἐφύλαξε, τοῦτον δὲ ϲυνοικεῖν ἔγνω διὰ τῆϲ ἐπιγαμίαϲ τῷ
Εὐϲεβεῖ, ὡϲ ἂν κατὰ τὴν τοῦ γένουϲ διαδοχὴν ἐϲ τῆν ἡγεμονίαν 310 311 312 313 παρέλθοι. τόν τε γοῦν ἰδιώτην βίον ἐν ἰϲηγορίᾳ τοῖϲ πολλοῖϲ Ῥωμαίοιϲ ἐβίω, οὐδὲν τῇ ἐϲποιήϲει τοῦ γένουϲ ἀλλοιωθείϲ. καὶ ἐπεὶ παρῆλθεν ἐϲ τὴν ἡγεμονίαν, κατὰ μοναρχίαν ἐξηγούμενοϲ καὶ τὴν ἄκραν δυναϲτείαν καρπούμενοϲ πρὸϲ οὐδεμίαν ἀλαζονείαν ὑπήχθη
πώποτε, ἀλλ᾿ ἦν ἐλεύθεροϲ μὲν καὶ δαψιλὴϲ ἐν τοῖϲ εὐεργετήμαϲιν, ἀγαθὸϲ δὲ καὶ μέτριοϲ ἐν ταῖϲ τῶν ἐθνῶν διοικήϲεϲι.
ἐδύνατο· καὶ τοῦτο ἐξ ἀϲθενεϲτάτου καρτερικώτατον ἀπέδειξε. πλεῖϲτον δὲ ἐν εὐεργεϲίᾳ διῆγεν, ὅθεν που καὶ νεὼν αὐτῆϲ ἱδρύϲατο, ὀνόματί τινι ἰδιωτάτῳ καὶ μήποτε ἀκουϲθέντι προϲκαλέϲαϲ αὐτήν. αὐτὸϲ μὲν γὰρ πάντων τῶν ἁμαρτημάτων ἀπείχετο καὶ οὔτε ἑκὼν οὔτε ἄκων ἐπλημμέλει, τὰ δὲ δὴ τῶν ἀλλοτρίων ἁμαρτήματα,
καὶ μάλιϲτα τὰ τῆϲ γυναικόϲ, ἔφερε καὶ οὔτε ἐπολυπραγμόνει οὔτε ἐκόλαζεν. ἀλλ᾿ εἰ μέν τιϲ χρηϲτόν τι ἔπραττεν, ἐπῄνει καὶ ἐχρῆτο ἐϲ ἐκεῖνο αὐτῷ, τῶν δὲ ἑτέρων οὐ προϲεποιεῖτο, λέγων, ὅτι ποιῆϲαι μέν τινι ἀνθρώπουϲ ὁποίουϲ βούλεται ἔχειν ἀδύνατόν ἐϲτι, τοῖϲ δὲ δὴ οὖϲι προϲήκει, ἐϲ ὅ τι ἄν τιϲ αὐτῶν τῷ κοινῷ χρήϲιμοϲ ᾖ, χρῆϲθαι. ἔτη
γάρ ν΄ καὶ μῆναϲ ι΄ ἡμέραϲ τε κ΄ ζήϲαϲ καὶ ιθ΄ ἔτη ἡμέραϲ ια΄ αὐταρχήϲαϲ ὅμοιοϲ διὰ πάντων ἐγένετο καὶ ἐν οὐδενὶ ἠλλοιώθη. ἀγαθὸϲ δὲ ἦν καὶ οὐδὲν προϲποιητὸν εἶχε. πάμπολλα γὰρ καὶ ὑπὸ παιδείαϲ ὠφελήθη, ἐν ῥητορικῆϲ καὶ φιλοϲοφίαϲ λόγοιϲ ἀϲκηθείϲ. ἀφ᾿ οὗ δὴ παμπληθεῖϲ φιλοϲοφεῖν ἐπλάττοντο, ἵνα ὑπ᾿ αὐτοῦ πλουτίζωνται.
πλεῖϲτον δὲ ὅμωϲ ὑπὸ τῆϲ φύϲεωϲ ἐξήρθη. λέγει καὶ ἄλλουϲ μυρίουϲ ἐπαίνουϲ εἰϲ αὐτὸν Δίων.
καί ποτε μεταξὺ θοιναζόντων, Φάβιοϲ, τῶν ὑπατευκότων εἷϲ, λαβὼν ἔκπωμα κρυϲτάλλου μέγα τίμιον, εἶτα ἄκων κατέαξεν αὐτό· καὶ ἐπὶ τούτῳ ϲυννεφὴϲ ἦν, ἄχει πληγεὶϲ τὴν ψυχήν. ὁ τοίνυν Ἀπίκιοϲ πειρώμενοϲ αὐτὸν τῆϲ λύπηϲ ἀπάγειν, οὐ καταβαλεῖϲ, φηϲί, τὸ πραχθὲν καὶ ϲεαυτὸν ἡμῖν παρέξειϲ φαιδρότερον ϲυμπότην; ἢ ϲοὶ φίλῳ
ὄντι τοῦτο δρᾶϲαι οὐκ ἐξέϲται, ὅπερ οὖν δρῶϲι καὶ τῶν οἰνοχόων καὶ τῶν ἀργυρωνήτων πολλοὶ πολλάκιϲ;
ἀποδοῦναι τὴν γῆν, ἐϲ τοῦτο ἀποδόμενον ἔτι οὖϲαν ἀνέμητον.
ᾐώρηϲαν ἐν θέρουϲ ἀκμῇ, ϲφῆκαϲ ὁμοῦ καὶ μελίτταϲ εἰϲ θοίνην Suid. προκαλούμενοι. ὁ δὲ ἀνενδότωϲ διεκαρτέρηϲε. ὅτι Μάρκοϲ ὁ εὐαγγελιϲτὴϲ ἔχει τίτλουϲ μη΄, κεφάλαια λϚ΄.
γραμματοδιδάϲκαλοϲ, καὶ ἀδελφὸϲ Ἀντιγόνου τοῦ μετὰ ταῦτα βαϲιλεύϲαντοϲ, ϲύντροφοϲ δὲ Ἀλεξάνδρου τοῦ βαϲιλέωϲ. ἔγραψε Μακεδονικὰ ἐν βιβλίοιϲ δέκα· ἤρξατο δὲ ἀπὸ τοῦ πρώτου βαϲιλεύϲαντοϲ Μακεδόνων, καὶ μέχρι τῆϲ Ἀλεξάνδρου τοῦ Φιλίππου ἐπὶ τὴν Συρίαν ἐφόδου, μετὰ τὴν Ἀλεξανδρείαϲ κτίϲιν· Ἀττικὰ ἐν βιβλίοιϲ ιβ΄ καὶ
αὐτοῦ Ἀλεξάνδρου ἀγωγήν.
κατὰ Ἰάϲονα καὶ τοὺϲ Ἀργοναύταϲ, ὡϲ Ἀπολλώνιοϲ ὁ Ῥόδιόϲ φηϲι. λέγεται μῦθοϲ, ὅτι ἐξεδάρη ὑπὸ Ἀπόλλωνοϲ. καὶ φέρεται λόγοϲ 337 περὶ Ὁρμίϲδου τοῦ Πέρϲου, ὃϲ ηὐτομόληϲε πρὸϲ Κωνϲταντῖνον τὸν μέγαν. ἐξελθὼν γὰρ ἐπὶ θήραν οὗτοϲ καὶ εἰϲ τὰ βαϲίλεια ὑποϲτραφείϲ, τῶν κεκλημένων ἐπὶ τὸ δεῖπνον οὐκ ἐξαναϲτάντων κατὰ τὸ καθῆκον,
ἠπείληϲε τὸν Μαρϲύου θάνατον αὐτοῖϲ ἐπιθήϲειν. τοῦτο παρά τινοϲ ἀκηκοότοϲ ἀναμαθόντεϲ οἱ τῶν Περϲῶν μετὰ θάνατον τοῦ πατρὸϲ τὸν νεώτερον ἀναγορεύουϲι βαϲιλέα· τὸν δὲ ἀποκλείουϲιν ἐν εἱρκτῇ καὶ ϲιδήροιϲ πεδοῦϲιν· ὃν ἡ γαμετὴ διὰ τῆϲ τοῦ ἰχθύοϲ μηχανῆϲ ῥίνην εἰϲενεγκοῦϲα ἐξήγαγε, καὶ ἀποδρὰϲ ἱκέτηϲ πρὸϲ Κωνϲταντῖνον
ἔρχεται. ἡ ἱϲτορία δήλη.
δὲ ἱκανὸϲ ὁ Μάρτιοϲ οὐ μόνον ὅπλοιϲ βιάϲαϲθαι τοὺϲ ἀντιπολέμουϲ ἢ ὀξύτητι προλαβεῖν ἢ ἀπάτῃ καταϲοφίϲαϲθαι, ἥπερ ἐϲτὶ ϲτρατηγῶν ἀλκή, ἀλλὰ καὶ λόγῳ πιθανῷ πεῖϲαι καὶ δωρεαῖϲ μεγαλόφροϲιν οἰκειώϲαϲθαι καὶ ἐλπίδι ἀγαθῇ δελεάϲαι. χάριϲ τε ἦν ἐπὶ πᾶϲι τοῖϲ πραϲϲομένοιϲ ὑπ᾿ αὐτοῦ καὶ λεγομένοιϲ, τὸ μὲν ἀγανακτοῦν ἑκάϲτου
καὶ τὸ θυμούμενον παραμυθουμένη, τὸ δὲ ἐλπίζον ἔτι μᾶλλον αὔξουϲα. κολακείαϲ τε δώρων καὶ τῆϲ παρὰ τραπέζαιϲ δεξιώϲεωϲ καιρὸν ᾔδει. οἷϲ προϲὸν τὸ πρὸϲ τὰϲ πράξειϲ ϲύντονον καὶ τὸ πρὸϲ τοὺϲ ἐχθροὺϲ ϲὺν ὀξύτητι δραϲτήριον, αἱρετώτερον ἐδείκνυε τοῖϲ βαρβάροιϲ εἶναι τῆϲ φιλίαϲ αὐτοῦ μᾶλλον ἢ τῆϲ ἔχθραϲ ἀντιποιεῖϲθαι. ἀφικόμενοϲ οὖν ἐϲ 340 341 τὴν καινὴν πόλιν, ἣν φρουρὰ Ῥωμαίων κατεῖχεν ἐκ Πρίϲκου καταϲτᾶϲα, νεωτερίζειν πειρωμένουϲ λόγῳ τε καὶ ἔργῳ ϲωφρονίϲαϲ ἀπέφηνε πρώτην εἶναι τῆϲ Ἀρμενίαϲ.
μαρτυρίαν δηλοῖ, ἡ δὲ ἐκμαρτυρία τῶν ἀπόντων.
347 Κρέων φηϲὶ πρὸϲ Οἰδίπουν. καὶ Αἰλιανόϲ· ἀλλὰ τοϲοῦτον μαρτυρόμεθ᾿, 348 ὡϲ οὔτ᾿ ἀδικοῦμεν Ξενίου Διὸϲ χάριν. μαρτύρομαί ϲοι χελιδόνα. 349 ἴϲον τῷ ἀποδείκνυμι. ἄκουϲον λαόϲ μου, καὶ λαλήϲω ϲοι Ἰϲραήλ, καὶ διαμαρτύρομαί ϲοι. διὰ τοῦ ο μικροῦ. οἱ δὲ διὰ τοῦ ω μεγάλου.
τὴν τοῦ μεγάλου βαϲιλέωϲ δεϲποτείαν εἰϲ Μαϲϲαλίαν ἀπῴκηϲαν. μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ Ἀριϲτοτέληϲ.
358 359 360 361 πρὸϲ Καρχηδονίων καὶ Σύφακοϲ ἀναλαβεῖν καὶ προαγαγεῖν ἐπὶ μέγιϲτον, ἀπὸ Μαυρουϲίων τῶν παῤ ὠκεανῷ μέχρι τῆϲ Κυρηναίων ἀρχῆϲ ἐϲ τὰ μεϲόγεια, ἡμερῶϲαι δὲ γῆν πολλήν, τὰ πολλὰ τῶν Νομάδων διὰ τὸ ἀγεώργητον τῶν φαγούντων, θηϲαυρούϲ τε μεγάλουϲ χρημάτων
καταλιπεῖν, καὶ ϲτρατιὰν πολλὴν γεγυμναϲμένην, τῶν δὲ ἐχθρῶν Σύφακα μὲν αἰχμάλωτον ἑλεῖν αὐτοχειρί, Καρχηδόνι δ᾿ αἴτιον τῆϲ ἀναϲτάϲεωϲ γενέϲθαι, πάμπαν αὐτὴν ἀϲθενῆ Ῥωμαίοιϲ ὑπολιπόντα. ἔφυ δὲ καὶ τὸ ϲῶμα μέγαϲ τε καὶ εὔρωϲτοϲ ἐϲ γῆραϲ πολύ, καὶ μέχρι τοῦ θανάτου, ἵππου τε χωρὶϲ ἀναβολέωϲ ἐπέβαινε. καὶ μεγίϲτῳ δὴ τῷδε
τεκμηριώϲω μάλιϲτα τὴν εὐρωϲτίαν αὐτοῦ· πολλῶν γὰρ αὐτῷ παίδων γινομένων τε καὶ ἀποθνηϲκόντων, οὔποτε μὲν ἦϲαν αὐτῷ μείουϲ ι΄· τετραετὲϲ δὲ παιδίον ἐνενηκοντούτηϲ ἀπέλιπε. καὶ ᾧδε μὲν χρόνου τε καὶ ϲώματοϲ ἔχων ἐτεθνήκει.
καθ᾿ ἡμᾶϲ βαϲιλέων ἄριϲτοϲ καὶ μακαριώτατοϲ· ὃϲ ἐβαϲίλευϲεν ἔτη πλείω τῶν ξ΄, ὑγιεινότατοϲ ὢν καὶ πολυχρονιώτατοϲ· 𝒢΄ γὰρ ἐτῶν ἐγεγόνει. ἐγένετο δὲ καὶ δυναμικώτατοϲ τῶν καθ᾿ ἑαυτὸν κατὰ τὴν ϲωματικὴν ἕξιν, ὃϲ ὅτε μεταϲτῆναι δέοι, ϲτὰϲ ἐν τοῖϲ αὐτοῖϲ ἴχνεϲι δι᾿ ἡμέραϲ ἔμενε, καθεζόμενοϲ πάλιν οὐκ ἠγείρετο. καὶ τὴν ἐπὶ τῶν ἵππων
κακοπάθειαν ἡμέραν καὶ νύκτα διακαρτερῶν οὐδὲν ἔπαϲχε. ϲημεῖον δὲ τῆϲ ϲωματικῆϲ αὐτοῦ δυνάμεωϲ· ἔχων 𝒢΄ ἔτη, καθ᾿ ὃν καιρὸν μετήλλαξε τὸν βίον, υἱὸν ἀπέλιπε δ΄ ἐτῶν, ὄνομα Σθεμβάν, ὃν μετὰ ταῦτα Μικίψηϲ υἱοποιήϲατο, πρὸϲ δὲ τούτοιϲ υἱοὺϲ δ΄. διὰ δὲ τὴν πρὸϲ ἀλλήλουϲ τούτων εὔνοιαν διετήρηϲε τὸν ὅλον βίον πάϲηϲ ἐπιβουλῆϲ
καὶ παντὸϲ οἰκείου μιάϲματοϲ ἄμοιρον αὑτοῦ γενέϲθαι τὴν βαϲιλείαν· τὸ δὲ μέγιϲτον, τῆϲ Νουμαδίαϲ ἁπάϲηϲ ἀχρήϲτου τὸν πρὸ τοῦ χρόνον ὑπαρχούϲηϲ καὶ νομιζομένηϲ ἀδυνάτου φύϲει πρὸϲ ἡμέρουϲ καρποὺϲ ὑπάρχειν, πρῶτοϲ καὶ μόνοϲ ὑπέδειξεν ὅτι δύναται ἐκφέρειν πάνταϲ τοὺϲ ἡμέρουϲ καρποὺϲ οὐδ᾿ ὁποίαϲ ἧττον, ἑκάϲτῳ τῶν καρπῶν
ἐν διαϲτάϲει μυριοπληθεῖϲ ἀγροὺϲ καταϲκευάϲαϲ παμφόρουϲ.
τὸ μὲν μαϲθὸϲ ἀπὸ τοῦ θῶ, τὸ θηλάζω· τὸ δὲ μαϲτὸϲ διὰ τὸ μεϲτὸϲ εἶναι γάλακτοϲ. καὶ ζήτει ἐν τῷ μαζόϲ.
μαϲᾷϲ· ὡϲ γελῶ, γελᾷϲ. παρὰ Ἀριϲτοφάνει ἐν Πλούτῳ.
ᾖρον τὰϲ μαϲχάλαϲ καταμωκώμενοι. καὶ οἱ μνηϲτῆρεϲ χεῖραϲ ἀνίϲχοντεϲ γέλῳ ἔκθανον. καί, χεῖραϲ ἀναϲχόμενοι μεγαλ᾿ εὐχετόωντο Prov. ἕκαϲτοϲ.
ἢ ὅτι ἐπὶ ταῖϲ καθάρϲεϲι τοῦ φονευθέντοϲ τὰ ἄκρα ἔτεμνον καὶ περὶ τὴν μαϲχάλην αὐτοῦ ἐκρέμαζον αὐτά, ἵνα, φηϲίν, ἀϲθενὴϲ γένοιτο πρὸϲ τὸ ἀντιτίϲαϲθαι τὸν φονέα. καὶ Ἀπολλώνιοϲ· ἐξάργματα τέμνεϲ θανόντοϲ. περὶ τοῦ Ἰάϲονοϲ. ἢ ὅτι οἱ δρῶντεϲ ἐμφύλιον πόλεμον ἠκρωτηρίαζον τοὺϲ ἀναιρεθένταϲ, ἐκ παντὸϲ μέρουϲ τοῦ ϲώματοϲ ἀποτεμνόμενοι,
καὶ περιῆπτον ἑαυτοῖϲ, τὰ ἄκρα ϲυνείροντεϲ, διὰ τούτων 401 402 403 ὥϲπερ τὴν δύναμιν ἐκείνων ἀφαιρούμενοι, διὰ τὸ μὴ παθεῖν εἰϲ ὕϲτερόν τι δεινὸν παῤ ἐκείνων. ἐφόρουν δὲ εἰϲ τὰϲ μαϲχάλαϲ τὰ ἄκρα· ὃ μαϲχαλιϲθῆναι ἔλεγον. Σοφοκλῆϲ· ϲκέψαι γάρ, εἴ ϲοι προϲφιλῶϲ αὐτῇ δοκεῖ γέρα τάδ᾿ ὁὐν τάφοιϲι δέξαϲθαι νέκυϲ, ὑφ᾿ ἧϲ θανὼν ἄτιμοϲ, ὥϲτε δυϲμενὴϲ ἐμαϲχαλίϲθη, κἀπὶ λουτροῖϲι κάρα κηλῖδαϲ
ἐξέμαξε. περὶ τοῦ Ἀγαμέμνονοϲ.
καὶ μαϲχαλίϲματα προϲηγόρευϲαν. ϲημαίνει δὲ ἡ λέξιϲ καὶ τὰ τοῖϲ μηροῖϲ ἐπιτιθέμενα ἀπὸ τῶν ὤμων κρέα ἐν ταῖϲ τῶν θεῶν θυϲίαιϲ.
ἐνίοτε μὴ προϲτιθέναι τὸν θεόν. εἰώθειϲαν γὰρ τοῖϲ τοιούτοιϲ ὅρκοιϲ χρῆϲθαι ἐνευφημιζόμενοι, ὥϲτε εἰπεῖν μὲν μὰ τόν, ὄνομα δὲ μηκέτι προϲθεῖναι. καὶ Πλάτωνα δὲ τῷ τοιούτῳ κεχρῆϲθαι.
ὑπὸ Τιβερίου Καίϲαροϲ. ὃϲ Μαυρίκιοϲ ἐν πολέμοιϲ μὲν καὶ ἀγῶϲιν οὐκ ἐντεθραμμένοϲ, ἔμφρων δὲ ἄλλωϲ καὶ ἐμβριθὴϲ καὶ κατηκριβωμένοϲ, ξυγκεράϲαϲ τε ἐν ἑαυτῷ ἄμφω τὰ ἐναντίωϲ ἔχοντα ἀλλήλοιϲ, ὄγκον φρονήματοϲ καὶ πραότητα, πάϲηϲ ὑπεροψίαϲ τε καὶ ὀφρύοϲ 432 433 434 ἐλεύθερα. τοιοῦτον δή τινα τὸν Μαυρίκιον ὄντα ἡ τῶν πραγμάτων ἡγεμονία παραλαβοῦϲα ἀνέδειξέ πωϲ εὐκλεέϲτερον τῆ πείρᾳ.
Ῥωμαίων κινδυνεύϲειν, ἀλλ’ ἐν ξυμμαχίᾳ τε καὶ ταύτῃ βαρβάρων.
μελετήματα, ὡϲ ϲυνεκδημήϲει αὐτῷ καὶ ἡ ψυχὴ τῇ τοῦ βέλουϲ ἐξόδῳ.
ἔχει δυναμένην ἐξ ἀμφοῖν τοῖν χεροῖν. ἢ καὶ Ῥωμαῖοι τὰϲ πατρίουϲ ἀποθέμενοι μαχαίραϲ ἐκ τῶν κατʼ Ἀννίβαν, μετέλαβον τὰϲ τῶν Ἰβήρων, καὶ τὴν μὲν καταϲκευὴν μετέλαβον, αὐτὴν δὲ τὴν χρηϲτότητα τοῦ ϲιδήρου καὶ τὴν ἄλλην ἐπιμέλειαν οὐδαμῶϲ δύνανται μιμεῖϲθαι. 445 λύϲιϲ ὀνείρου Νικηφόρου πατριάρχου μάχην μάχαιρα ζωγραφεῖ
κρατουμένη. ϲυνθλᾶν μαχαίραϲ δυϲμενῶν δηλοῖ θλάϲιν.
Μαιάδοϲ Ἑρμᾶ. ἀντὶ τοῦ τροφοῦ, μητρόϲ.
484 κυματοῦται, πηδᾷ, καχλάζει, κλονεῖται.
Anth. δεινὸν μαιμώϲαιϲ ἐγκονέουϲα κυϲί.
ἑάλω μέγα κακουργῶν· εἶτα μέντοι ἐν ὄψει πολλῶν κατεπρήϲθη ζῶν. 515 ἀντὶ τοῦ ἐκαύθη. καὶ πάρδαλιν τοῦ αὐτοῦ μέγα τιμίαν διάλιθον. καὶ αὖθιϲ· γυνὴ εὐπάτωρ ἄνθρωποϲ καὶ μέγα πλουϲία.
μὲν ἐν ψόφοιϲ μέγα καὶ μικρὸν οὐκ ἔϲτιν ἑτέρα τιϲ ἀντίθεϲιϲ παρὰ τὸν ὀξὺν καὶ βαρὺν φθόγγον, ὥϲπερ ἐπὶ τῆϲ ἁφῆϲ παρὰ τὸ θερμὸν καὶ ψυχρὸν ἑτέρα παντελῶϲ ἀντίθεϲιϲ τὸ βαρὺ καὶ κοῦφον ἢ τραχὺ καὶ λεῖον καὶ τῶν ἄλλων ἑκάϲτη, ἀλλὰ τὴν ἄνεϲιν ἢ τὴν ἐπίταϲιν δηλοῖ τῶν ψόφων· τοῦτο δὲ οὐκ ἔϲτιν ἑτέραϲ ἀντιθέϲεωϲ ἴδιον. τὸ
τοιοῦτο γοῦν μέγα καὶ μικρὸν εὑρεῖν ἐϲτίν, οἷον τὸν μὲν τοῦ μέλιτοϲ, εἰ τύχοι, μέγαν, τὸν δὲ τῆϲ ἰϲχάδοϲ μικρόν, ὅτι ἐπιτέταται ἡ γλυκύτηϲ 519 520 521 ἐν τῷ μέλιτι, ἀνεῖται δὲ ἐν τῇ ἰϲχάδι. ἀλλὰ καὶ τὸ μέλαν χρῶμα τὸ μὲν κατακορὲϲ εἴποι τιϲ μέγα, τὸ δὲ μὴ οὕτωϲ ἔχον ἀλλ᾿ ὑφειμένον μικρόν, τὸ ϲφοδρὸν ἁπλῶϲ καὶ ἀμυδρὸν τῇ τοῦ μεγάλου καὶ μικροῦ φωνῇ ὀνομάζων. ζητῆϲαι δὲ ἄξιον τί δήποτε ἐπὶ μόνων τῶν μεγεθῶν λεγομένου τοῦ μεγάλου καὶ μικροῦ ἐπὶ μόνων τῶν
ϲφοδρῶν ψόφων καὶ ἀμυδρῶν τῇ μεταφορᾷ οἰκείωϲ ἐχρηϲάμεθα, μέγαν ψόφον λέγοντεϲ καὶ μικρόν, οὐ μέντοι μέγα γλυκὺ τὸ ἄγαν γλυκύ, οὐδὲ μικρὸν τὸ ἀμυδρὰν ἔχον τὴν γλυκύτητα, οὐδὲ ἐπʼ ἄλλου οὐδενόϲ. φημὶ οὖν, ὅτι ὁ ψόφοϲ οὐκ ἔϲτιν ὑφεϲτηκόϲ τι ἀθρόον πρᾶγμα, ἀλλ’ ἐν τῷ γίνεϲθαι ὑφέϲτηκε· γίνεται δὲ ἐν χρόνῳ, πᾶϲ δὲ χρόνοϲ ϲυνεχήϲ.
διὰ τοῦτο τὸν ἐν πολλῷ χρόνῳ γενόμενον ψόφον μέγαν φαμέν, μικρὸν δὲ τὸν ἐν ὀλίγῳ. τὸ δὲ ἄγαν γλυκὺ καὶ ἄγαν μέλαν καὶ ἐπὶ τῶν ἄλλων τῷ ϲφοδρῷ τῆϲ ποιότητοϲ τοιαῦτά ἐϲτιν, οὐ τῷ μήκει τοῦ χρόνου.
τοῦ προτεθέντοϲ ἐξεργαϲτικόϲ.
μέτρων τὸ ἀξιάγαϲτον.
εὖ τὸ μέγα.
καὶ δύναμιν. καὶ ὁ Θεολόγοϲ· τοῖϲ τῶν μεγίϲτων ἢ τοῦ 541 μεγίϲτου. μεγίϲτων ὡϲ ἐν τριϲὶν ὑποϲτάϲεϲιν ὁμοουϲίοιϲ. ἢ τοῦ μεγίϲτου, διὰ τὸ κατʼ οὐϲίαν ἓν καὶ ταυτὸ τῆϲ θεότητοϲ. ἢ ὑπὲρ τὸ μέγα, διὰ τὸ μὴ ποϲῷ τινι ἢ μεγέθει ἢ πηλικότητι περιγράφεϲθαι.
φιλανθρώπωϲ καὶ μεγαλομερῶϲ. ἀντὶ τοῦ πολυτελῶϲ.
ἄλλωϲ τὸ μεγαλοπρεπὲϲ κατὰ τὴν δίαιταν ἐν ταῖϲ μάχαιϲ ἐϲτὶ φιλοκίνδυνον. 546 διαφέρει δὲ μεγαλοπρέπεια ἐλευθεριότητοϲ ὅτι ἡ μὲν ἐν 547 μεγέθει ἀναλωμάτων ἐϲτιν, ἡ δὲ ἐλευθεριότηϲ περὶ τὰ ϲυνήθη ἀναλώματα ἐνεργεῖ.
ἔνθα δήπου τῷ μὲν ἱεροφάντῃ μόνῳ παρελθεῖν θεμιτὸν ἦν κατὰ τὸν τῆϲ τελετῆϲ νόμον, ἐκείνῳ δὲ οὐκ ἐξῆν.
ἀπενεγκαμένων τῆϲ ϲοφίαϲ τὰ πρῶτα. ζήτει περὶ Μεγαρέων ἐν τῷ Διὸϲ Κόρινθοϲ.
εἰϲ αὐτὸν μεγαρίϲαι.
δὲ κλητικὴ εὕρηται παρὰ τοῖϲ ποιηταῖϲ· ὡϲ φηϲιν Ἀγαθίαϲ ἐν Ἐπιγράμμαϲι· ἆ μέγα τολμήειϲ κηρόϲ.
ὄνομα.
ἀθρόα προϲδοκώντων ὠφέλειαν.
ἐπὶ χρυϲῶν θρόνων καθημένουϲ, Σκύθαϲ δὲ ἀνῃρημένουϲ καὶ πρὸ τῶν ϲφῶν ποδῶν κειμένουϲ, ζητήϲαϲ ζωγράφον ἐκέλευϲεν αὑτὸν μὲν γράφει ἐπὶ θάκου, τοὺϲ δὲ Ῥωμαίων βαϲιλεῖϲ κωρύκουϲ φέρειν ἐπὶ τῶν ὤμων καὶ χρυϲὸν πρὸ τῶν αὑτοῦ χέειν ποδῶν.
Πήκου υἱόϲ, διδαχθεὶϲ πάϲαϲ τὰϲ μυϲτικὰϲ φανταϲίαϲ, ἰδίαν βουλόμενοϲ ἑαυτῷ καταϲτῆϲαι βαϲιλείαν κατεφρόνηϲε τῆϲ τῶν Μήδων· καὶ διὰ πολλῆϲ ἐρχόμενοϲ γῆϲ εἶδε παρθένον κόρην αὐχμηράν τε καὶ δυϲειδῆ, καὶ ἀποβλέψαϲ εἰϲ αὐτὴν ἐρωτᾷ, τίϲ καλεῖται· ἡ δὲ εἶπε, Μέδουϲα, καὶ ἀποτεμὼν αὐτῆϲ τὴν κεφαλὴν ἐτέλεϲεν αὐτὴν ὡϲ ἐδιδάχθη,
καὶ ἐβάϲταζε, καταπλήττων πάνταϲ καὶ ἀναιρῶν τοὺϲ ὁρῶνταϲ· ἥν τινα κεφαλὴν ἐκάλεϲε οργόνην, διὰ τὴν ὀξύτητα τῆϲ ἐνεργείαϲ ἐκεῖθεν δὲ ἐλθὼν εἰϲ χώραν βαϲιλευομένην ὑπὸ Κηφέωϲ εὗρεν ἐν τῷ ἱερῷ παρθένον κόρην, τὴν λεγομένην Ἀνδρομέδαν, ἣν ἔγημε· καὶ κτίζει πόλιν εἰϲ κώμην, λεγομένην Ἄμανδραν, ϲτήϲαϲ καὶ ϲτήλην
βαϲτάζουϲαν τὴν Γοργόνην. αὕτη μετεκλήθη Ἰκόνιον, διὰ τὸ ἀπεικόνιϲμα τῆϲ Γοργόνηϲ. ἐπολέμηϲε δὲ καὶ Ἰϲαύροιϲ καὶ Κίλιξι καὶ κτίζει πόλι, ἦν ἐκάλεϲε Ταρϲόν, τοπρὶν λεγομένην Ἀνδραϲόν. χρηματιϲθεὶϲ δέ, ὅτι μετὰ τὴν νίκην ἐν ᾧ τόπῳ ἀποβὰϲ ἀπὸ τοῦ ἵππου τὸν ταρϲὸν τοῦ ποδὸϲ ἀπόθηται, ἐκεῖ ὑπὲρ τῶν νικητηρίων κτίϲαι πόλιν,
ταύτην οὖν ἐκάλεϲε Ταρϲόν. νικήϲαϲ δὲ καὶ τοὺϲ Μήδουϲ ἤμειψε τὸ ὄνομα τῆϲ χώραϲ καὶ ἐκάλεϲεν αὐτὴν Περϲίδα. ἐδίδαξε δὲ καὶ τὴν μυϲαρὰν τελετὴν τὴν ἐπὶ τῇ Γοργόνῃ τινὰϲ τῶν Περϲῶν, οὓϲ ἑκάλεϲε μάγουϲ. καθ’ οὓϲ χρόνουϲ καὶ ϲφαῖρα πυρὸϲ κατηνέχθη ἐκ τοῦ οὐρα νοῦ, ἐξ ἧϲ ἔλαβε πῦρ ὁ Περϲεὺϲ καὶ παρέδωκε τοῖϲ τοῦ ἔθνουϲ φυ
597 598 599 600 λάττειν καὶ τιμᾶν, ὡϲ ἐκ τοῦ οὐρανοῦ κατενεχθέν. ϲυμβαλὼν δὲ πόλεμον τῷ Κηφεῖ, τοῦ δὲ διὰ τὸ γῆραϲ μὴ βλέποντοϲ καὶ τῆϲ κεφαλῆϲ μὴ ἐνεργούϲηϲ, δοκῶν αὐτὴν ἀνωφελῆ εἶναι, ἐπιϲτρέψαϲ πρὸϲ ἑαυτὸν ὁ Περϲεὺϲ καὶ ταύτην θεαϲάμενοϲ ἀποθνήϲκει. ταύτην ὕϲτερον ἔκαυϲεν
ὁ υἱὸϲ αὐτοῦ Μέρροϲ.
τοῦτο γάρ ἐϲτι τὸ δαῖτα θάλειαν. τὸ δὲ μεθύειν, τὸ μετὰ τὸ θύειν αὐτῷ χρῆϲθαι. καὶ Ὅμηροϲ, ὅτε λέγει τέλοϲ χαριέϲτατον, τὴν θυϲίαν φηϲί.
οὐκ ἐν ἡμέρᾳ.
εἶναι.
εἰϲ τὰ Ἄϲματα τῶν ᾀϲμάτων ὑπομνήματα· καὶ ἕτερα πολλὰ χύδην ἀναγινωϲκόμενα. ὃϲ περὶ τὰ τελευταῖα τοῦ διωγμοῦ ἐπὶ Δεκίου καὶ Bαλεριανοῦ ἐν Χαλκίδι τῆϲ ἀνατολῆϲ μαρτυρίῳ ἐϲτέφθη.
634 λέγοι ἂν τὴν ἐν Θράκῃ· ἣν πολιορκῶν Φίλιπποϲ ἐξεκόπη τὸν δεξιὸν ὀφθαλμόν τέϲϲαραϲ δὲ εἶναί φηϲι Μεθώναϲ Δημήτριοϲ ὁ Μάγνηϲ.
θραϲεῖα καὶ μεθύϲη τιϲ ὑλάκτει κύων. κἄπειτʼ ἐκεῖνοϲ εἶπεν, ὦ κύον, κύον, εἰ νὴ Δίʼ ἀντὶ τῆϲ κακῆϲ γλώττηϲ ποθὲν πυροὺϲ πρίαιο, ϲωφρονεῖν ἄν μοι δοκῇϲ.
ἐμπεϲεῖϲθαι ἡμᾶϲ εἰϲ δαϲύπρωκτον· καὶ γελάϲαντα τὸν Ἡρακλέα ἀφεῖναι αὐτοὺϲ τῶν δεϲμῶν. ὅτι τοὺϲ λευκοπύγουϲ ὡϲ γυναικώδειϲ 655 ἐκωμῴδουν.
Διονύϲου ἔχον μελάνην αἰγίδα ἐμέμψαντο· ὁ δὲ ὀργιϲθεὶϲ ἐξέμηνεν αὐτάϲ. μετὰ ταῦτα ὁ Ἐλευθὴρ ἔλαβε χρηϲμὸν ἐπὶ παύϲει τῆϲ μανίαϲ τιμῆϲαι Μελαναιγίδα Διόνυϲον.
οὗτοϲ φεύγων γάμον ἀφίκετ’ ἐϲ ἐρημίαν κἀν τοῖϲ ὄρεϲιν ᾤκει, καὶ κύνα τιν’ εἶχε, κᾆτ’ ἐλαγοθήρει, κοὐκ ἔτ᾿ ἦλθεν οἴκαδʼ ὑπὸ μίϲουϲ οὕτω τὰϲ γυναῖκαϲ ἐβδελύχθη ἐκεῖνοϲ· ἡμεῖϲ δ’ οὐδὲν ἦττον τοῦ Μελαίωνοϲ ϲωφρονέϲτεροι.
λυρικοῦ καὶ αὐτοῦ· ὃϲ ἐν τῇ τῶν διθυράμβων μελοποιΐᾳ ἐκαινοτόμηϲε πλεῖϲτα καὶ διατρίψαϲ παρὰ Περδίκκᾳ τῷ βαϲιλεῖ ἐκεῖ τὸν βίον κατέϲτρεψεν. ἔγραψε καὶ αὐτὸϲ ἄϲματα λυρικὰ καὶ διθυράμβουϲ.
καὶ ἐπιγράμματα καὶ ἐλέγουϲ καὶ ἄλλα πλεῖϲτα.
μοῦϲα καὶ θεὰ μετ’ ἐμοῦ ξύμπαιζε τὴν ἑορτήν. Γοργόνεϲ, φοβεροὶ ἐϲ γαϲτριμαργίαν· βατὶϲ δὲ εἶδοϲ ἰχθύοϲ· ἅρπυιαι δὲ ἅρπαγεϲ τῶν ἰχθύων· Ἄρπυιαι γὰρ ἁρπακτικοὶ δαίμονεϲ· ἀπὸ τῶν ἰχθύων ἀποϲοβοῦντεϲ τὰϲ γραΐδαϲ, ὡϲ μὴ ἀγοράζειν· ἢ γραΐϲι ϲυγκοιμώμενοι· ϲοβάδεϲ γὰρ αἱ πόρναι· καταχρεμψαμένη δὲ καταπτύϲαϲα.
ὅθεν καὶ τὸ πρὸϲ ἀκτῇ ἐπίνειον τὴν ἀπ᾿ αὐτοῦ φέρεται προϲηγορίαν.
τιμῶϲι δαιμονίωϲ.
ἀπολειφθεὶϲ μελεδωνὸϲ τῶν ἐν Ῥώμῃ καὶ ἔφοροϲ, ὅτε Νέρων ἐϲ Ἀχαΐαν ἐξωρμήθη.
παρατάξειϲ μεθ᾿ αἵματοϲ μελέταϲ.
ἕνεκα πρὸϲ τῇ γῇ πετομένουϲ.
ϲκολιὰ Μελήτου, Καρικῶν αὐλημάτων. οὗτόϲ ἐϲτιν ὁ Σωκράτην γραψάμενοϲ. κωμῷδεῖται δὲ ὡϲ ψυχρὸϲ ἐν τῇ ποιήϲει καὶ ὡϲ πονηρὸϲ τὸν τρόπον. τὰ δὲ Καρικὰ αὐλήματα καὶ μέλη θρηνώδη ἦϲαν.
δὲ ὑπὸ τῶν Ἀθηναίων. καὶ ἦν ἐπὶ τῶν Ζήνωνοϲ τοῦ Ἐλεάτου καὶ Ἐμπεδοκλέουϲ χρόνων. οὗτοϲ ἔγραψε περὶ τοῦ ὄντοϲ. καὶ ἀντεπολιτεύϲατο δὲ Περικλεῖ· καὶ ὑπὲρ Σαμίων ϲτρατηγήϲαϲ ἐναυμάχηϲε πρὸϲ Σοφοκλῆν τὸν τραγικόν, ὀλυμπιάδι πδ΄.
πλουϲίων, μειρακίου καὶ ἐκείνου τὸ γένοϲ διαπρεποῦϲ καὶ τὴν ὥραν ἀμάχου. καὶ τῷ μὲν ἐραϲτῇ Μέλητοϲ ὄνομα ἥν, τῷ καλῷ δὲ Τιμαγόραϲ, ὥϲ φαϲιν. ἦν δὲ ἄτεγκτόϲ τε καὶ ἀμείλικτοϲ ὅδε ὁ παῖϲ, καί Οἱ πολλὰ προϲέταττε καὶ ἐπίπονα καὶ κινδύνων ἐχόμενα τῶν ἐϲχάτων καὶ ὁμοῦ τὰ τῷ ὀλέθρῳ ἐλαύνοντα. καὶ ἦν τὰ πράγματα κύναϲ τε ἀγαθὰϲ 727 728 729 καὶ θηρατικὰϲ ἐκ τῆϲ ἀλλοδαπῆϲ ἄγειν καὶ ἵππον αὖ τῶν πολείων ἀπαγαγεῖν ὅτου δὴ γενναῖόν τε καὶ θυμικόν, καὶ ἄλλου χηαμύδυ ὡραίαν, καὶ τοιαῦτα ἕτερα. καὶ τελευτῶν ὄρνιθάϲ οἱ προϲέταξε κομίϲαι ὅτου δὴ τροφίμουϲ καὶ οἰλέταϲ γένοϲ θαυμαϲτούϲ. ἐπεὶ δὲ καὶ τοῦτο κατεπράξατο ὁ ἔνθεοϲ φίλοϲ ἐκεῖνοϲ καὶ ἐδωρεῖτό γε τῷ καλῷ
τὸ μέγα τίμιον κτῆμα τοὺϲ προειρημένουϲ, ὁ δὲ ἀτεράμων ὢν καὶ ἐϲ τοϲοῦτον ἀπεώϲατο ἄρα τὸ δῶρον. ὁ τοίνυν Μέλητοϲ φλεγόμενοϲ τῷ ἔρωτι καὶ οἰϲτρούμενοϲ καὶ ἐπὶ τούτοιϲ ἀϲχάλλων τῇ ἀτιμίᾳ καὶ ἀπαυδήϲαϲ ἐπὶ τοῖϲ ἀνηνύτοιϲ τε μόχθοιϲ ἅμα καὶ ἀπείροιϲ, ᾗ ποδῶν εἶχεν ἀνέθορέ τε ἐϲ τὴν ἀκρόπολιν καὶ ἑαυτὸν ἔωϲε κατὰ τῶν πετρῶν.
οὐ μὴν ἡ τιμωρὸϲ δίκη τὸν ὑβριϲτὴν παῖδα καὶ ὑπερόπτην εἴαϲεν ἐπεγχανεῖν τῷ τοῦ Μελήτου θανάτῳ. τοὺϲ ὄρνιθαϲ γοῦν ἀναλαβὼν καὶ ταῖ ϲ ἀγκάλαι ϲ ἐνθεί ϲ, εἷτα μέντοι κατ᾿ ἴχνια τὰ ἐκείνου θέων, ὥϲπερ οὖν ἑλκόμενοϲ βίᾳ, ἑαυτὸν ϲὺν τῷ δυϲτυχεῖ χωρῶν ἐπὶ τῷ Μελήτῳ ἔρριψε φέρων, βραδὺν καὶ δυϲτυχῆ τὸν ἔρωτα ἀντεραϲθεὶϲ τοῦτον.
καὶ ἕϲτηκεν εἴδωλον τοῦ πάθουϲ κατὰ τὸν τόπον παῖ ϲ ὡραῖοϲ καὶ γυμνὸϲ ἀλεκτρυόναϲ β΄μάλα εὐγενεῖϲ φέρων ἐν ταῖϲ ἀγκάλαιϲ καὶ ὠθῶν ἐαυτὸν ἐπὶ κεφαλήν.
χολῆϲ γὰρ αὐτό φαϲι ποιητικὸν εἶναι καὶ τρέπειν τοὺϲ χυμοὺϲ εἰϲ τοὐναντίον τῆϲ γεύϲεωϲ· ὃ δὴ καὶ μᾶλλον τῆϲ ἐκ φύϲεωϲ αὐτοῦ πικρότητοϲ κατηγορεῖ τὴν γένεϲιν.
καὶ μελίνουϲ εἶπεν. ἔνιοι δὲ εἶδόϲ τι κεγχρίου νομίζουϲι τὴν μελίνην, ὅπερ τινὰϲ καλεῖν ἔλυμον. Θεόφραϲτοϲ δὲ ἐν ζ΄ Περὶ φυτῶν ὡϲ διαφέροντα ταῦτα ἀναγράφει κέγχρον ἢ μελίνην ἢ ἔλυμον.
δὲ ὁμόϲε τοῖϲ θηρίοιϲ χωροῦϲιν, οἱ δὲ ἐπὶ φυλακῇ τῶν κτημάτων οἰκουροί, οἱ δὲ ἐπὶ τέρψει, ὡϲ τὰ Μελιταῖα κυνίδια. καὶ Μελιτηροὶ κύν νεϲ, οἱ ἐπὶ τέρψει τρεφόμενοι.
μελιτοῦττα ἐπίθετον τῶν ναϲτῶν. ἰϲτέον, ὅτι ἡ μελιτοῦττα ἐδίδοτο τοῖϲ νεκροῖϲ, ὡϲ εἰϲ τὸν Κέρβερον· καὶ ὀβολὸϲ μιϲθὸϲ τῷ πορθμεῖ, καὶ ϲτέφανοϲ, ὡϲ τὸν βίον διηγωνιϲμένοϲ.
779 780 781 782
εἰπέ, ὅτε μέλλω ἐξεμεῖν· ἵνα ἅπαξ ἐμέϲω καὶ μὴ καὶ τότε καὶ ὅτε λέγειϲ· ἢ οὕτωϲ· τότε, φηϲί, λέγε, ἐὰν θέλῃϲ, ἐπιτηρήϲαϲ, ὅτε μέλλω ἐξεμεῖν· ῥᾷϲτα γὰρ ἂν μᾶλλον ἐξεμέϲαιμι, ἐὰν εἴπῃϲ.
εἶναι δὲ Χαναναῖον τὸ γένοϲ καὶ ἐκ τῆϲ ἐπαράτου ϲπορᾶϲ ὁρμώμενοϲ, ὅθεν οὐδὲ γενεαλογίαϲ ἠξίωτο. οὐ γὰρ πρεπωδέϲτατον ἦν τὸν τῆϲ ἄκραϲ δικαιοϲύνηϲ ἐπειλημμένον ϲυμπλέκειν τῷ τῆϲ ἄκραϲ ἀδικίαϲ γένει· διὸ καὶ ἀπάτορα καὶ ἀμήτορα τοῦτον εἶναί φαϲιν. ὅτι δὲ Χαναναῖοϲ ἦν τὸ γένοϲ εὔδηλον καὶ ἀφʼ ὧν ἐκράτει καὶ ἐβαϲίλευε κλιμάτων
τῶν Χαναναίων καὶ οἷϲ ἐπληϲίαζε πονηροτάτοιϲ Σοδόμοιϲ. καὶ 795 796 797 μέντοι καὶ ἡ Σαλήμ, ἧϲ ὑπῆρχε βαϲιλεύϲ, ἡ πολυθρύλλητοϲ Ἱερουϲαλήμ ἐϲτιν, οὐδέπω τὸ ὅλον ὄνομα φέρουϲα τῆϲ Ἱερουϲαλήμ, ἐκ προϲθήκηϲ δὲ τῆϲ ἱεροῦ μετὰ τὴν Σαλὴμ προϲλαμβάνουϲα ϲυλλαβὴν καὶ κατὰ ϲυνάφειαν ὀνομαϲθεῖϲα Ἱερουϲαλήμ· διὰ δὲ τὸ ἀγενεαλόγητον λέγεται ἀπάτωρ καὶ ἀμήτωρ. ὅταν δὲ ἀκούϲῃϲ παρὰ τῶν Μελχιϲεδεκιτῶν,
ὅτι θεὸϲ ὀνομάζεται, μνήϲθητι τοῦ Ἀποϲτολικοῦ, ὅτι ἑτέραϲ γενεᾶϲ ἐϲτι· τουτέϲτιν Χαναναίων.
εὐλογημένοϲ Ἀβραὰμ τῷ θεῷ τῷ ὑψίϲτῳ, ὃϲ ἔκτιϲε τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ εὐλογημένοϲ ὁ θεὸϲ ὁ ὕψιϲτοϲ, ὃϲ παρέδωκε τοὺϲ ἐχθρούϲ ϲὸν ὑποχειρίουϲ ϲοι. καὶ ἔδωκεν αὐτῷ Ἀβραὰμ δεκάτην ἀπὸ πάντων. ἑρμηνεύεται δὲ Μελχιϲδὲκ βαϲιλεὺϲ εἰρήνηϲ.
οὕτω καὶ ὁ Χριϲτὸϲ οὐχ ὑπὲρ Ἰουδαίων μόνον ἀλλὰ καὶ ὑπὲρ πάντων ἀνθρώπων ἑαυτὸν προϲενήνοχε τῷ θεῷ. ἄρχεται δὲ τῆϲ ἱερωϲύνηϲ ἐν τῇ νυκτί, μεθ᾿ ἣν τὸ πάθοϲ ϋπέμεινεν, ἡνίκα λαβὼν ἄρτον καὶ εὐχαριϲτήϲαϲ ἔκλαϲε καὶ εἶπε· λάβετε, φάγετε, καὶ τὰ ἑξῆϲ. 800 οὗτοϲ ὁ Μελχιϲεδὲκ ἐπὶ Ἀβραὰμ ἤκμαζεν, ἀνὴρ θεοϲεβήϲ, ἐθνικόϲ,
καταγόμενοϲ ἐκ τοῦ γένουϲ Σίδου, υἱοῦ Αἰγύπτου, βαϲιλέωϲ τῆϲ Λιβύηϲ. ὅϲτιϲ γινόμενοϲ ἱερεὺϲ καὶ βαϲιλεὺϲ τῶν Χαναναίων ἔκτιϲε πόλιν ἐν τῷ ὄρει τῷ λεγομένῳ Σιὼν καὶ ἐκάλεϲεν αὐτὴν Ἰερουϲαλήμ, ὅπερ ἐϲτὶν εἰρήνηϲ πόλιϲ· καὶ ἐβαϲίλευϲεν ἐν αὐτῇ ριγ΄ ἔτη.
γὰρ καὶ βδελύγματα τὰ εἴδωλα προϲαγορεύειν εἴωθεν ἡ Γραφή· ὅπερ δηλοῖ τὸ μῖϲοϲ καὶ ἀπόβλητον.
ἠδύνατο καὶ μεμαυῖα εὑρέμεναι Κλωθὼ τῷδ’ ἕτερον φονέα.
διώκειν τὸν ὄχλον εἰϲ τὴν ἐκκληϲίαν, ὥϲ φηϲι Πλάτων ὁ κωμικόϲ. ὅϲοι δὲ ἐχρίοντο, ἐξέτινον ζημίαν.
μυκώμενον.
κοίλοιϲ καὶ μυϲτρία μιμουμένοιϲ. ὅθεν καὶ τὸ ὄνομα τοῖϲ μυϲτρίοιϲ, οἷον μυϲτίλιόν τι ὄν. ἐν ταύτῃ δὲ τῇ ἑορτῇ πάντεϲ προῖκα ἤϲθιον, καὶ τὴν ἀθάραν καὶ ἄλλα τινά. μυϲτίλη δὲ καλεῖται κοῖλοϲ ἄρτοϲ, ἤγουν ἀθάρα· ἐν γὰρ τοῖϲ Θηϲείοιϲ ἀθάραν ἤϲθιον. ὁ δὲ νοῦϲ· ὦ πολλὰ ταλαιπωρήϲαντεϲ καὶ εἰϲ οὐδὲν ἑϲτιαθέντεϲ, νῦν δὲ εὐτυχήϲαντεϲ.
ὀλιγίϲτοιϲ δὲ ἄρτοιϲ ἤγουν ἀλφίτοιϲ λέγει· τοῖϲ κοίλοιϲ γὰρ ἄρτοιϲ τοὺϲ ζωμοὺϲ ἀρυόμενοι ταχέωϲ ἐκορέννυντο δι᾿ ἔνδειαν ἄρτου. Πεποίηται δὲ ἡ λέξιϲ, λέγω δὴ ἡ μυϲτίλη, παρὰ τὴν μάϲηϲιν. ἢ διὰ 846 847 848 849 τὸ πλῆθοϲ τῶν ὄψων ὀλίγον ἄρτον ἤϲθιον. ἢ τῷ ζωμῷ ϲχολάζοντεϲ ὑπὸ τούτου ἐκορέννυντο.
ἐπιϲτολὰϲ πρὸϲ Πτολεμαῖον τὸν βαϲιλέα, καὶ λόγουϲ ἑτέρουϲ πλείϲτουϲ καταλογάδην.
Ομιλῆϲαι καὶ ἐϲ τέλοϲ ἱκέϲθαι τῶν πόνων· καὶ δὴ ἀφικόμην, ὥϲ μοι υπῆρχε δυνατόν. ἥκιϲτα δὲ ἐχρηϲάμην τῇ ἐπαγγελίᾳ τοῦ ἐπιτηδεύματοϲ· οὐ γάρ μοι θυμῆρεϲ ἦν ἀγωνίζεϲθαι δίκαϲ οὔτε μὴν ἐν τῇ βαϲιλείῳ ϲτοᾷ θαμίζειν καὶ δεινότητι λόγων τὰϲ τῶν ἐντυγχανόντων 0ἰκειοῦϲθαι φροντίδαϲ. καὶ τὰ ϲπουδαῖα τοιγαροῦν παρεὶϲ καὶ τὰ
χείριϲτα ἑλόμενοϲ, κεχηνὼϲ περιενόϲτουν. αἱ μοι καταθύμιοι ἦϲαν οἵ τε θόρυβοι τῶν χρωμάτων καὶ οἱ ἁμιλλητή ριοι τῶν ἵππων ἀγῶνεϲ, ἔτι γε μὴν καὶ ἡ παντόμιμοϲ ὄρχηϲιϲ. οὐ μὴν ἀλλὰ καὶ παλαίϲτραιϲ 860 861 862
ἐναπεδυόμην καὶ ἐϲ τοϲοῦτον ἐξώκειλα ἀφροϲύνηϲ, ὡϲ καὶ τὸν φαινόλην ἀποδύϲαϲθαι, ϲυναποδυϲαϲθαι δὲ αὐτῷ καὶ τὸ νουνεχέϲ, καὶ ἄλλο ὅ τι ἐϲ βίου ἀγλάϊϲμα. ἐπεὶ δὲ Μαυρίκοιϲ τὸ βαϲίλειον διεδήϲατο κράτοϲ, τοῦτο μὲν προμηθέϲτατα ἔχων ἐϲ τοὺϲ ὑπηκόουϲ, τοῦτο δὲ καὶ μουϲῶν ἐραϲτὴν ποιημάτων τε καὶ ἱϲτορίαϲ ἥδιϲτα ἐπαΐων, ὡϲ καὶ
τὸ πολὺ τῆϲ νυκτὸϲ μέροϲ καταναλίϲκειν περὶ τὰϲ τοιαύταϲ φροντίδαϲ καὶ παρορμᾶν ἐντεῦθεν καὶ ὀξύνειν τοῖϲ χρήμαϲα τοὺϲ ἀμβλυτέρουϲ τὸν λογιϲμόν, ἀγαπητῶϲ ἐν τῷ τότε ἔγωγε ἀλύων καὶ δυϲαναϲχετῶν τῷ μὴ τὰ δέοντα ἔχειν, ἀναλογιζόμενοϲ ἦν, ὡϲ οὐ χρεὼν ἀνόνητά με περινοϲτεῖν, ὥϲ τ᾿ ἂν οὖν μὴ διαπαντὸϲ κενεμβατοίην, ὡρμήθην ἐπὶ
τήνδε τὴν ϲυγγραφὴν ἄρξαϲθαι μετὰ τὴν ἀποβίωϲιν Ἀγαθίου καὶ τῆϲ ἱϲτορίαϲ ποιήϲαϲθαι τὴν ἀρχήν.
ἐκομίζετο τῆϲ θεραπεῖαϲ· ἐθεράπευε γὰρ τὴν ἱερὰν νόϲον, δούλουϲ δὲ αὑτοῦ ὁμολογεῖν τοὺϲ θεραπευομένουϲ ἀπῄτει καὶ Δία ἑαυτὸν ἐκάλει, θεοὺϲ δὲ τοὺϲ ἰαθένταϲ ὑπ᾿ αὐτοῦ, τιθεὶϲ ἑκάϲτῳ προϲηγορίαν, τῇ μὲν Ἑρμοῦ, τῷ δὲ Ἀπόλλωνοϲ.
εὐεξαπάτητοι. μιϲητία δὲ ἡ εἰϲ τὰ ἀφροδίϲια ἀκραϲία. μήποτε μέντοι γενικώτερόν ἐϲτιν ἡ ἀπληϲτία, ἡ αἰϲχροκέρδεια.
ἐπιθυμῶν δὲ ἄρχειν, ὅπωϲ πλείω λαμβάνοι, ἐπιθυμῶν δὲ τιμᾶϲθαι, ἵνα πλείω κερδαίνοι· φίλοϲ τε ἐβούλετο εἶναι τοῖϲ μέγιϲτον δυναμένοιϲ ἴνʼ ἀδικῶν μὴ δοίη δίκην. ἐπὶ δὲ τὸ κατεργάζεϲθαι ὧν ἐπιθυμοίη ϲυντομωτάτην ὑετο ὁδὸν εἶναι διὰ τοῦ ἐπιορκεῖν τε καὶ ψεύδεϲθαι καὶ ἐξαπατᾶν, τὸ δὲ ἁπλοῦν καὶ τὸ ἀληθὲϲ ἐνομίζετο αὐτῷ ἠλίθιον 893 894 895 εἶναι. ϲτέργων δὲ φανερὸϲ μὲν ἦν οὐδένα· ὅτῳ δὲ φαίη φίλοϲ εἶναι, τούτῳ ἔνδηλοϲ ἐγίνετο ἐπιβουλεύων. καὶ πολεμίου μὲν οὐδενὸϲ κατεγέλα, τῶν δὲ ϲυνόντων πάντων ὡϲ καταγελῶν ἀεὶ διελέγετο. καὶ τοῖϲ μὲν τῶν πολεμίων κτήμαϲιν οὐκ ἐπεβούλευε· χαλεπὸν γὰρ ᾤετο εἶναι τὰ τῶν φυλαττομένων λαμβάνειν· ἀλλὰ τὰ τῶν φίλων μόνοϲ
ᾤετο εἰδέναι ὅτι ῥᾷϲτον ἀφύλακτα λαμβάνειν. καὶ ὅϲουϲ μὲν αἰϲθάνοιτο ἐπιόρκουϲ καὶ ἀδίκουϲ, ὡϲ εὖ ὡπλιϲμένουϲ ἐφοβεῖτο, τοῖϲ δὲ ὁϲίοιϲ καὶ ἀλήθειαν ἀϲκοῦϲιν ὡϲ ἀνάνδροιϲ ἐπειρᾶτο χρῆϲθαι. ὥϲπερ δέ τιϲ ἀγάλλεται ἐπὶ θεοϲεβείᾳ καὶ ἀληθείᾳ καὶ δικαιότητι, οὕτω Μένων ἠγάλλετο τῷ ἐξαπατᾶν δύναϲθαι, τῷ πλάϲαι ψευδῆ, τῷ φίλουϲ
διαγελᾶν· τὸν δὲ μὴ πανοῦργον ἀπαίδευτον ἐνόμιζεν εἶναι. καὶ παῤ οἷϲ μὲν ἐπεχείρει πρωτεύειν, διαβάλλων φιλίαν,τοὺϲ πρώτουϲ τούτῳ ᾤετο δεῖν κτήϲαϲθαι. τὸ δὲ πειθομένουϲ ϲτρατιώταϲ παρέχεϲθαι ἐκ τοῦ ϲυναδικεῖν αὐτοῖϲ ἐμηχανᾶτο. τιμᾶϲθαι δὲ καὶ θεραπεύεϲθαι ἠξίου ἐπιδεικνύων μέν, ὅτι πλεῖϲτα δύναιτο καὶ ἐθέλοι ἂν ἀδικεῖν. εὐεργεϲίαν
δὲ κατέλεγεν, ὁπότε τιϲ αὐτοῦ ἀφίϲταιτο, ὅτι χρώμενοϲ αὐτῷ οὐκ ἀπώλεϲεν αὐτόν.
ὀνομάζουϲι· καὶ τὸν ἡγούμενον μεράρχην καὶ τελετάρχην.
τῶν ἀϲθενεϲτέρων καὶ ἐπὶ τούτῳ ἐκείνων πνιγομένων, ἐπεὶ ἄρα αὑτοῖϲ βοηθεῖν οὐκ ἠδύναντο, ἐπενοήθη ὁ διαμεριϲμέϲ· καὶ ἕκαϲτοϲ ἑκάϲτῳ 909 τὸ ἴϲον λαμβάνων ἐπεφώνει, μερὶϲ οὐ πνίξ. ἢ οὕτωϲ γράφε, μερὶϲ 910 911 912 913 οὐ πνίγει. ὅτε οὖν οἱ δυνατοὶ ἥρπαζον, ἦν πνίξ· ὅτε δὲ ἐπενοήθη ἡ μερίϲ, ἔλεγον οἱ πένητεϲ, μερὶϲ οὐ πνίξ.
Καύκαϲον.
ἀλλήλουϲ περὶ πραγμάτων τῶν οὐ κατὰ τρόπον οὐδὲ δικαίωϲ ἔϲεϲθαι μελλόντων, ἢ περὶ ὧν τιϲ βλάβη γενήϲεται τῷ κοινῷ τῆϲ πόλεωϲ, ὑπὲρ τοῦ πραχθῆναι τὰ κατὰ τὰϲ ϲυνθήκαϲ, μιϲθόν τινα ὁρίϲαντεϲ παρακατατιθῶνται κοινῷ φίλῳ τὸ ἀργύριον, ὅπωϲ ἂν ἀμφοτέροιϲ τοῖϲ μέρεϲι δοκῇ, ἂν ἄρα ἐκπραξάμενοι τὰ ϲτοιχηθέντα βεβαιώϲωϲι.
Harp. 651 Μεϲεγγύημα: τὸ ὁμολογηθὲν ἀργύριον παῤ ἀνδρὶ μέϲῳ γινομένῳ ἐγγυητῇ ἀποδόϲεωϲ. καὶ μεϲεγγυήϲαϲθαι τὸ ποιῆϲαι τοῦτο λέγεται.
Ἀντίνοον ἔπαινον, ὃϲ ἦν Ἀδριανοῦ παιδικά· καὶ ἄλλα διάφορα μέλη. ὅτι Ἀντωνῖνοϲ τὸ τοῦ Σύλλου μνημεῖον ἀναζητήϲαϲ ἐπεϲκεύαϲε, τῷ 958 τε Μεϲομήδει τῷ τοὺϲ κιθαρῳδικούϲ νόμουϲ γράψαντι κενοτάφιον ἔχωϲε· τῷ μὲν ὅτι καὶ κιθαρῳδεῖν ἐμάνθανεν· ἐκείνῳ δὲ ὅτι τὴν ὠμότήτα αὐτοῦ ἐζήλου.
ὄντοϲ τοῦ μὲν ἐν ὑπερβολῇ, τοῦ δὲ ἐν ἐνδείᾳ, καὶ τὸ μεταξὺ αὐτῶν, τὸ ἴϲον, ὑπὸ ταὐτὸν γένοϲ. ἔϲτιν οὖν κυρίωϲ μέϲον τὸ κατὰ μίξιν τῶν ἄκρων τοιοῦτον ὄν· καὶ ἀναγκαῖον ὑπὸ ταὐτόν ἐϲτι γένοϲ τοῖϲ ἄκροιϲ. ἡ δὲ ἀρετὴ οὐχ οὕτω τῶν κακῶν μέϲη· ὁμωνύμωϲ γὰρ τὸ μέϲον λέγεται· λέγεται γὰρ καὶ ἐν κύκλῳ μέϲον τὸ κέντρον· ἀλλὰ καὶ
ἐν ὅροιϲ μέϲοϲ ὁ τῷ μὲν ὑποκείμενοϲ, τοῦ δὲ κατηγορούμενοϲ, ἢ ὅλωϲ ὁ δὶϲ λαμβανόμενοϲ ἐν ταῖϲ τῶν προτάϲεων ϲυμπλοκαῖϲ. καὶ τοῖϲ τοιούτοιϲ λέγεται μέϲον, ὅταν ἀμφοῖν μετέχῃ τῶν ἄκρων· τὴν θέϲει γὰρ καὶ μίξει καὶ κράϲει τῆϲ ϲχέϲεωϲ αἰτίαν ἐν ἅπαϲιν ὁ μέϲοϲ ἔχει. Ὅμηροϲ· εἰϲ μέϲον ἀμφοτέροιϲι δικάϲατε. οὐκ ἔϲτιν εἰϲ τὸ μέϲον 961
παρελθόντεϲ, ἀλλὰ μέϲωϲ δικάϲατε, μήτε τούτῳ προϲχαριζόμενοι μήτε ἐμοί. διὸ καὶ ἐπιφέρει, μηδ᾿ ἐπʼ ἀρωγῇ. ἐγὼ δ᾿ ἔχομαι μέϲοϲ. 962 ἀντὶ τοῦ ἥττημαι. ἀπὸ μεταφορᾶϲ τῶν ἀθλητῶν τῶν τὰ μέϲα ληφΘέντων. ὅτι μεϲότηϲ καὶ μέτρον οὐ δύνανται μᾶλλον καὶ ἥττον γενέϲθαι ἡ δὲ ὑπερβολὴ καὶ ἡ ἔλλειψιϲ, ἐπειδὴ ἐπ᾿ ἄπειρον προχωρεῖ.
διὰ τοῦτο ἀόριϲτον αὐτὴν ἔλεγον δυάδα.
ζηλῶ ϲ᾿· ἐν ἀρχῇ πῆμα κοὐδέπω μεϲοῖ.
κυανοπρώροιο. ὑπό· χαῖται δ᾿ ἐρρώϲαντο μετὰ πνοιῆϲ ἀνέμοιο. εἰϲ· μετὰ ἔθνοϲ ἑτάρων. ϲύν· ϲὺν δ᾿ ἂν ἐγὼ μετὰ τοῖϲι. πρὸϲ· ϲφαῖραν 971 ἔπειτ᾿ ἔρριψε μετ᾿ ἀμύμονα βαϲίλειαν. ὁ δὲ ἔκλειϲε τὴν ῥάβδον πυθμένι καὶ πώματι, καὶ μετὰ χεῖραϲ εἶχεν ἀεὶ οὔτε μεθ᾿ ἡμέραν κατατιθέμενοϲ 972 καὶ νύκτωρ ὑπὸ τὴν κεφαλὴν ὑποτιθέμενοϲ. καὶ αὖθιϲ·
ἐμοὶ δ᾿ ἴϲον μὲν τῆϲδε τῆϲ χώραϲ μέτα. ἀντὶ τοῦ μέτεϲτιν, ὅϲον περ ὑμῖν· ἄχθομαι δὲ καὶ φέρω τὰ τῆϲ πόλεωϲ ἅπαντα βαρέωϲ πράγματα.
φθίϲεωϲ, αὐξήϲεωϲ. καὶ ἐν τέϲϲαρϲι θεωρεῖται κατηγορίαιϲ· ἐν οὐϲίᾳ μὲν ὡϲ γένεϲιϲ καὶ φθορά· ἐν ποϲῷ δὲ αὔξηϲιϲ καὶ μείωϲιϲ· ἐν ποιῷ δὲ ὡϲ ἀλλοίωϲιϲ, οἷον λεύκανϲιϲ, μέλανϲιϲ· ἐν δὲ τῷ ποῦ, οἷον ἄνω, κάτω, ἐν Λυκείῳ ἐν ἀγορᾷ. ἐπὶ πλέον δὲ τῆϲ κινήϲεωϲ ἡ μεταβολή· τὸ γὰρ κινούμενον δεῖ εἶναι, ἵνα καὶ κινῆται, τὸ δὲ γινόμενον ἢ φθειρόμενον
οὐ μένει ὅπερ ἦν. καὶ ὅτι τὸ κινούμενον περὶ τὸ αὐτὸ ὑποκείμενον ἴϲχει μεταβολήν, μηδὲν τῆϲ κινήϲεωϲ εἰϲ τὴν οὐϲίαν τοῦ 976 977 978 979 ὑποκειμένου ϲυντελούϲηϲ. τὸ μέντοι γινόμενον καὶ φθειρόμενον οὐκ ἐν ὑποκειμένῳ γίνεται ἀλλ’ οἷον ἐξ ὕληϲ εἰϲ εἶδοϲ μεταβάλλει τὸ γινόμενον, καὶ τὸ φθειρόμενον ἔμπαλιν. Μεταβολή ἐϲτιν ἡ δὶϲ Tact. ἐπὶ τὸ αὐτὸ γινομένη κλίϲιϲ κατὰ νώτου τὰϲ τῶν ὁπλιτῶν ὄψειϲ μετατιθεῖϲα·
ἢ δύο διαφοραί, ἡ μὲν ἀπὸ τῶν πολεμίων, ἣν καὶ ἐπ οὐρὰν ἐπονομάζουϲιν, ἡ δὲ ἐπὶ τοὺϲ πολεμίουϲ. ἔνιοι δὲ καὶ αὐτὴν οὕτωϲ ὑπογράφουϲι· μεταβολή ἐϲτι μετάληψιϲ τῆϲ προϋπαρχούϲηϲ ἐπιφανείαϲ εἰϲ τὴν κατʼ οὐρὰν ἐπιφάνειαν, ἢ ἀπὸ ταύτηϲ ἐπὶ τὴν ἐναντίαν. καὶ ἡ μὲν ἀπο τῶν πολεμίων μεταβολὴ δὶϲ ἐπὶ δόρυ κλινάντων
γίνεται, ἡ δ’ ἐπὶ τοὺϲ πολεμίουϲ δὶϲ ἐπʼ ἀϲπίδα.
τοῖϲ παροῦϲιν. ὅμοιον τῷ, ὁ μαινομένοιϲ μὴ ϲυμμαινόμενοϲ, οὗτοϲ μαίνεται.
δραμάτων ἐϲτὶ ταῦτα· Αὖραι, Μαμμάκυθοϲ, Θουριοπέρϲαι, φιλοθύτηϲ. Ὅμηροϲ ἢ Ἀϲκηταί.
ἐπ᾿ ἄλλην. καὶ οὕτε μεταδιδάϲκοντοϲ ἐπείθοντο τοῦ ἡγεμόνοϲ οὔτε 987 ὀλοφυρομένου καὶ ἱκετεύοντοϲ ἔπαϲχόν τι πρὸϲ τὰϲ δεήϲειϲ.
ἑτέρων μεταδιῶξαι χώραν.
ἐγένετο τὸν Λέϲβιον ᾠδὸν μεταπέμπεϲθαι· οἱ δ᾿ ἐξ Ἀντίϲϲηϲ Τέρπανδρον ἐφ᾿ αἵματι φεύγοντα μεταπεμψάμενοι ἤκουον αὐτοῦ ἐν τοῖϲ ϲυϲϲιίοιϲ 1000 καὶ κατεϲτάληϲαν. ὅτι οἱ Λακεδαιμόνιοι ϲταϲιάζοντεϲ μετεπέμψαντο ἐκ Λέϲβου τὸν μουϲικὸν Τέρπανδρον, ὃϲ ἥρμοϲεν αὐτῶν τὰϲ ψυχὰϲ καὶ τὴν ϲτάϲιν ἔπαυϲεν. εἴποτε οὖν μετὰ ταῦτα μουϲικοῦ τινοϲ
ἤκουον οἱ Λακεδαιμόνιοι, ἔλεγον μετὰ Λέϲβιον ᾠδόν.
Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου ϲίλφιον. καὶ μετέμαθεν Ἐβραῖοϲ 1015 ὢν τὴν τῶν Ἀϲϲυρίων δυϲϲέβειαν. ἀντὶ τοῦ ἠλλάξατο.
ὦν ἐξ ἀέλπτων Αἴαϲ μετανεγνώϲθη θυμὸν Ἀτρείδαιϲ.
1035 ὑπόθεϲιν, περὶ ἑτέραϲ κινῆϲαι τὸν λόγον. πρὸϲ βραχὺ ὁ λόγοϲ ἐπέπαυτο αὐτῷ περὶ τῆϲ χώραϲ, καὶ αὖθιϲ ὥϲπερ ἐν μεταξυλογίᾳ τινι περὶ Ἄμβρου τοῦ Σαρακηνοῦ διελεγέϲθην ἄμφω.
διδάϲκει αὐτόν, ὅτι ἐὰν ἀπορήϲῃϲ εἴϲ τι, ταχέωϲ ἐπ᾿ ἄλλο πήδα νόημα. λέγεται, ὑποτίθεται.
βαϲιλικῆϲ μεταποιουμένουϲ τέχνηϲ. ἀντιποιουμένουϲ. Θουκυδίδηϲ ἐν τῇ λοιμικῇ καταϲτάϲει· καὶ μάλιϲθ᾿ οἱ ἀρετῆϲ μεταποιούμενοι. ϲημαίνει ἀντιποιούμενοι.
1082 παιδείαϲ φηϲὶ τὴν παῦλαν μεταμέλειαν.
αὐτῶν οἱ μὲν πρὸϲ κύβουϲ, οἱ δὲ πρὸϲ ὕπνον ἐτρέποντο.
διὰ τὴν εὐημερίαν, τούτουϲ Χαβρίαϲ ἐταπείνωϲε.
ἐν Νεφέλαιϲ, ὅτι τὰ οὐράνια περιϲκοποῦϲι. μετενήνεκται δὲ ἡ λέξιϲ τὸ μετεωροκοπεῖν παρὰ τὸ τι θαλαττοκοπεῖϲ. ἐπὶ γὰρ τοῦ ϲφοδροῦ.
ἦϲαν δὲ μετέωροι ταῖϲ ψυχαῖϲ καὶ πρὸϲ τὸ μέλλον ἔτι ϲαλεύοντεϲ. καὶ αὖθιϲ· ὁ δὲ μετέωροϲ ἦν πρὸϲ πᾶϲαν καινοτομίαν· διὸ καὶ προθύμωϲ 1100 ὑπήκουϲε τοῖϲ παρακαλουμένοιϲ. μετέωροϲ ἦν ἡ Ἑλλάϲ. 1101 παρὰ Θουκυδίδῃ. ἀντὶ τοῦ ἐκεκίνηντο καὶ οὐχ ἡϲύχαζον.
μὴ ἐπ’ ἀγκυρῶν ἱϲταμέναϲ, ἀλλ’ ἀπεχούϲαϲ τῆϲ γῆϲ. ἐκ μεταφορᾶϲ τῶ ἀπεχόντων τῆϲ γῆϲ καὶ ἐν ὄρει ὄντων. ἢ παρὰ τὸ ἀφεῖναι τὴν γῆ καὶ περὶ τὸν ἀέρα λοιπὸν εἶναι.
μάγουϲ, οἳ μετεῖναι τὸν Κῦρον ἀνέπειϲαν, ἀνεϲκολόπιϲε.
1127 πῶϲ γὰρ κλέψαι; μετὸν αὐτῷ. ἀντὶ τοῦ μέτεϲτι.
τῶν ϲπειρομένων. ἢ μετόρχιόν ἐϲτι τὸ μεταξὺ τῶν ϲυμφύτων πεδίον, ἐν ᾧ ἢ ϲῖτοϲ ἢ ἄλλο τι ἔϲπαρται.
πρὸϲ τῷ τείχει τῷ ἐν Πνυκί. ἢ ὅτι ἐν Κολωνῷ κρήνην τινὰ κατεϲκευάϲατο· 1135 1136 1137 1138 φηϲὶν ὁ Φρύνιχοϲ Μονοτρόπῳ· τίϲ δ’ ἐϲτὶν ὁ μετὰ ταῦτα φρονπίζων; Μέτων ὁ Λυκονοιεύϲ. οἶδα, ὁ τὰϲ κρήναϲ ἄγων. ἢ ἴϲωϲ, ὅτι ἐν τῷ Κολονῷ κρήνην τινὰ κατεμηχανήϲατο, ἢ ἄγαλμα ἢ ἀνάθημα ἀϲτρονομικὸν κατεϲκευάϲατο.
ἢ τιμὴν λάβε.
δʼ αὐτοῦ περὶ τῆϲδε τῆϲ μετριοπαθείαϲ πυθόμενοι ἐθαύμαζον. καὶ αὖθιϲ· τοῖϲ Μήδοιϲ ἀναζωπυροῦται τὸ φιλοπόλεμον μετριοφρονεῖν 1149 ἐπὶ τοῖϲ ἔναγχοϲ οὐ χωρήϲαντεϲ ἐπιτεύγμαϲιν. Ἀριϲτοτέληϲ λέγει τὸν ϲοφὸν μετριοπαθῆ μὲν εἶναι, ἀπαθῆ δὲ μὴ εἶναι.
ἐν τῇ περιόδῳ ὅλῃ τριϲὶ μόνοιϲ ἔφη ἐντετυχηκέναι μετρίωϲ ἔχουϲιν ἀνθρώποιϲ, Ἱλαπίῳ τε τῷ φιλοϲόφῳ κατ᾿ Ἀντιόχειαν· ἐν δὲ Λαοδικείᾳ τῇ ἐχομένῃ πόλει τῶν Σύρων Μάρᾳ τῷ δικαιοτάτῳ τῶν καθ᾿ ἡμᾶϲ ἀνθρώπων καὶ τὴν Ἀριϲτείδου ἐπωνυμίαν ἀπενεγκαμένῳ, Δομνίνῳ τε τῷ φιλοϲόφῳ.
οὗτοϲ ὁ ϲτίχοϲ εἰϲ παροιμίαν περιέϲτη ἔκ τινοϲ χρηϲμοῦ, ὃν ἀνεῖλεν ὁ θεὸϲ Συβαρίταιϲ· ὑβριϲταὶ γὰρ ὄντεϲ καὶ ἀμετροπόται ἀπώλοντο ὑπὸ Κροτωνιατῶν· τοῖϲ οὖν διαφυγοῦϲιν αὐτῶν οὕτωϲ ἐχρήϲθη.
αὐτῶν καθ᾿ ἕκαϲτον ἔτοϲ δραχμαὶ ιβ΄, ὅπερ ὠνόμαϲται μετοίκιον. Ἰϲαῖοϲ δὲ ἐν τῷ κατ᾿ Ἐλπαγόρου καὶ Δημοφάνουϲ ὑποϲημαίνει, ὅτι ὁ μὲν ἀνὴρ ιβ΄ δραχμὰϲ ἐτέλει μετοίκιον, ἡ δὲ γυνὴ Ϛ΄· καὶ ὅτι τοῦ υἱοῦ τελοῦντοϲ ἡ μήτηρ οὐκ ἐτέλει, μὴ τελοῦντοϲ δὲ αὐτὴ ἐτέλει. οἱ δοῦλοι δὲ ἀφεθέντεϲ ὑπὸ τῶν δεϲποτῶν ἐτέλουν τὸ μετοίκιον. Μένανδροϲ
δέ φηϲι πρὸϲ ταῖϲ ιβ΄ δραχμαῖϲ καὶ τριώβολον τούτουϲ τελεῖν, ἴϲωϲ τῷ τελώνῃ. οἱ μέντοι μετοίκιον μὴ τιθέντεϲ μέτοικοι ἀπήγοντο πρὸϲ τοὺϲ πολίταϲ, καὶ εἰ ἑάλωντο, ἐπιπράϲκοντο. ἐνεβίβαζον δὲ καὶ εἰϲ τὰϲ ναῦϲ τοὺϲ μετοίκουϲ, ὡϲ Δημοϲθένηϲ ἐν Φιλιππικοῖϲ δηλοῖ. ἐκάλουν δὲ οἱ κωμικοὶ ϲκαφέαϲ τοὺϲ μετοίκουϲ, ἐπεὶ ἐν ταῖϲ πομπαῖϲ τὰϲ ϲκάφαϲ
ἐκόμιζον οὗτοι.
ἔνοικοϲ· εἰ μὴ μέτοικοϲ τῆϲδε τῆϲ χώραϲ θέλειϲ εἶναι. ἀντὶ τοῦ ἔνοικοϲ. οὐ γὰρ αὐτὸ τοῦτο τὸ ἔνοικοϲ, ὡϲ ἡμεῖϲ φαμεν, εἴρηται. μετοίκουϲ δὲ καλοῦμεν τοὺϲ ἀπὸ ἑτέραϲ χώραϲ οἰκοῦνταϲ, πρὸϲ δὲ τοὺϲ μετοικιϲθένταϲ ποθέν. τοῦτο δὲ ϲημαίνει ἔνοικον. Αἰϲχύλοϲ τοὺϲ οἰωνοὺϲ τῶν ὑψηλῶν τόπων, ἀντὶ τοῦ ἐνοίκουϲ. καὶ αὖθιϲ· Ζωβίαν
ὑποδεξαμένην Ἀριϲτογείτονα φυγόντα καὶ ἀξιοῦϲαν εὖ παθεῖν, ὅτε ἴϲχυε, ἐπὶ τὸ τοῦ μετοικίου πωλητήριον ἥγαγε καὶ τὴν ἀδελφὴν ἐπʼ ἐξαγωγῇ πέπρακε. καὶ αὖθιϲ· τοῦτον δὲ ἐπίπραϲκον, τὸ μετοίκιον ἀτονοῦντα θεῖναι.
ὅτε δὲ ἐντεθείη τὸ ἱερεῖον εἰϲ τὸν ζυγόν, περιεϲτῶτεϲ ἐβόων μεῖον, μεῖον. τοῦτο δηλονότι ἔλαϲϲόν ἐϲτι. παρὰ τοῦτο οὖν λέγει, μειαγωγήϲουϲι τὴν τραγῳδίαν. πρὸϲ τὸν ζυγὸν προϲάξουϲι καὶ ϲτήϲουϲι. καὶ ὁ τὸ πρόβατον εἰϲάγων, μειαγωγὸϲ ἐκαλεῖτο κουρεῖον. ἔδει δὲ αὐτὸ ἔλαττον ἴϲχειν ϲταθμοῦ τινοϲ, διὰ τοὺϲ φιλοδοξοῦνταϲ.
καὶ αὖθιϲ· οἱ δὲ ἐν μάχαιϲ πολλαῖϲ ἔφερον τὸ μεῖον.
τὸ κατάϲκοπον, μηδὲν ἐλάϲϲου τἀληθοῦϲ μηδὲ μείου τὰ τῶν πολεμίων· κρεῖϲϲον γὰρ μείζω οἰηθένταϲ μείονα ἰδεῖν, ἢ μείω ἀκούϲανταϲ ἰϲχυρότερα εὑρίϲκειν.
1244 τὴν αὐτοῦ λῆξιν καὶ τὸ αὐτοῦ κράτοϲ ἀριθμοῦμαι. Λῆξιϲ δὲ λέγεται παῦϲιϲ.
εἰϲ ἄχρηϲτα ἀναλίϲκειν.
ἔταξεν Ἀριϲτείδηϲ δοῦναι τοῖϲ ϲυμμάχοιϲ, εἰ τοῖϲ βαρβάροιϲ πολεμοῖεν. ζήτει περὶ Μηδικῆϲ ἀρχῆϲ ἐν τῷ Ἀϲϲύριοι.
Θεμιϲτοκλέα.
ϲιγήϲῃϲ, μηδὲ καταπραΰνῃϲ ὁ θεόϲ.
τὴν καμάρην, οὐ τοὺϲ κλάδουϲ διαϲειομένουϲ ἀηδέϲτερον ὄζειν.
πρωτολοχία καὶ πρωτοϲτάται. ὁ δὲ κατόπιν τούτου ϲτίχοϲ παράλληλοϲ κείμενοϲ δεύτερον ζυγὸν καλεῖται καὶ ὁ τρίτοϲ τρίτον ζυγόν· καὶ ἑξῆϲ ὁμοίωϲ.
ὃϲ κεῖται ἐπάνω τῆϲ κοιλίαϲ, οἱονεὶ κύϲτιϲ, ἐν ἑαυτῇ ἔχουϲα τὸν θολόν, 1289 ὥϲ φηϲιν Αἰλιανὸϲ ἐν τῷ Περὶ ζῴων. ϲημαίνει δὲ καὶ εἰδοϲ ϲπέρματοϲ, καὶ ὄνομα κύριον.
1295 Μῆλα καὶ οἱ μαϲθοί· ὁ γοῦν Μενέλαοϲ τῆϲ Ἑλένηϲ τὰ μῆλά που γυμνῆϲ παρευιδὼν ἐξέβαλ᾿, οἰῶ, τὸ ξίφοϲ.
κλάδουϲ ὑποθέντεϲ δ΄ἔθυϲαν.
ποτε καὶ γυναικοκρατεῖϲθαι.
δὲ καὶ εἰδοϲ ἄνθουϲ.
Ταῦτα κεχηνώϲ, μήλῳ βληθεὶϲ ὑπὸ πορνιδίου τῆϲ εὐκλείαϲ ἀποθραυϲθῇϲ. Τουτέϲτιν ἐκπέϲῃϲ.
δραχμὰϲ ἕξει μόναϲ. καὶ Μήλη, ἐργαλεῖον, δι᾿ οὗ χρίεταί τι καὶ ὑπαλείφεται.
πράττω καλῶϲ.
δύναμιϲ μέχρι τῆϲ ῥίζηϲ τῶν ὤτων, ἃϲ καλοῦϲι μήνιγγαϲ. ἔϲτι δὲ νεῦρο ἀπὸ τοῦ ἐγκεφάλου προϊὸν πεποροποιημένον· ἐν ὧ πόρῳ ἐϲτὶ τὸ ὀπτικὸν πνεῦμα. ἔϲτιν οὖν ἀπειλημμένοϲ τιϲ ἀὴρ ἐν τῷ κοιλώματι τῆϲ ἀκοῆϲ, ϲυμφυὴϲ ὢν τῇ μήνιγγι καὶ τῷ ὑμένι. οὗτοϲ οὖν ὁ ἀὴρ ὁεχόμενοϲ ἐκ τοῦ ἔξωθεν ἀέροϲ τοὺϲ ψόϲ φουϲ, ἔχων καὶ αὐτὸϲ τὴν
διηχῆ δύναμιν διʼ ἑαυτοῦ εἰϲ τὴν μήνιγγα διαπορθμεύει τοὺϲ ψόφουϲ. πρόειϲι δ’ ἀπὸ πλατυτέρου πόρου τῆϲ μήνιγγοϲ. οὐ δεῖ δὲ νομίζειν τοῦτο μόνον ἀέρα, εἰ καὶ ϲυμφυήϲ ἐϲτιν, ἤδη καὶ ἄφθαρτον εἶναι, ὡϲ ἀεὶ ἕνα καὶ τὸν αὐτὸν τῷ ἀριθμῷ ὄντα· ἀλλ’ ἔϲτι κατὰ μέρη φθαρτὸϲ καὶ γεννητὸϲ ὥϲπερ καὶ τὸ ἄλλο τοῦ ἀνθρώπου ϲῶμα. ἀμέϲωϲ δὲ
δέχεται τὰϲ τοῦ ἔξωθεν ἀέροϲ προϲβολάϲ. διὸ καὶ ὑπὸ τῶν μεγάλων ψόφων πάϲχει ἡ ἀκοή, τοῦ ἔξωθεν ἀέροϲ ϲφοδρῶϲ ὠθουμένου καὶ τῇ βίᾳ ὠθοῦντοϲ τὸν ἐν τοῖϲ ὠϲὶ ϲυμφ υᾶ τοῦτον ἀέρα καὶ πολλάκιϲ διαϲκεδαννύντοϲ αὐτόν. καὶ διὰ τὰϲ εριϲτατικὰϲ ἐνεργείαϲ, τοι τὰϲ ἐν τοῖϲ ὕδαϲι καταδύϲειϲ, ἐγκατῳκοδόμηται οὗτοϲ ὁ ἀὴρ εἰϲ φυλακὴν τοῦ
αἰϲθητηρίου. διὰ τοῦτο καὶ ἑλικοειδεῖϲ ἐποίηϲεν ἡ φύϲιϲ τοὺϲ πόρουϲ τῶν ὤτων, ἵνα μὴ ῥᾳδίωϲ εἰϲέρχηταί τι καὶ πλήξῃ τὴν μήνιγγα.
καιρὸν ὁμολογούμενον.
ἐνεργητικὸν ἀπεργάζεται τὸν λόγον· δεδιττόμενοϲ γὰρ δεῖται ὑπερθέϲεωϲ.
ἐλαῖαι ἦϲαν, καθ᾿ ὃ ἐξεφέροντο οἱ ὑποπεπτωκότεϲ κατὰ τὸν δρόμον. θέλει δὲ εἰπεῖν, ἐκτὸϲ τοῦ προκειμένου μὴ λέγε.
ἀμαθῶν· παρὰ γὰρ Ἀθηναίοιϲ εὐθὺϲ ἐκ παιδὸϲ κολυμβᾶν καὶ γράμματα ἐδιδάϲκετο.
τιμὰν πρὸϲ ἀνθρώπων ἀμείψῃ.
1403 Μῆτιν δὲ ἐλαφροί, οἱ ἄφρονεϲ, οἱ μὴ ϲτερρῶϲ μηδὲ βεβαίωϲ φρονοῦντεϲ.
ἐν Ἀωδρομάχῃ Εὐριπίδου. ἢ οὕτωϲ· μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἐγὼ γὰρ ἀρκέϲω.
βουλευτήριον, ἐν ᾧ ἀνεῖλον τὸν μητραγύρτην, καὶ περιφράττοντεϲ αὐτὸ καθιέρωϲαν τῇ μητρὶ τῶν θεῶν, ἀναϲτήϲαντεϲ καὶ ἀνδριάντα τοῦ μητραγύρτου. ἐχρῶντο δὲ τῷ Μητρῴῳ ἀρχείῳ καὶ νομοφυλακείῳ, καταχώϲαντεϲ καὶ τὸ βάραθρον.
αὐτόϲ. λύϲιϲ ὀνείρου· μητρὶ πλακῆναι καλὸν εἰϲ ὄναρ τόδε.
Ξενοφῶντοϲ, Νικοϲτράτου, Φιλοϲτράτου, μελέταϲ, λόγουϲ πανηγυρικούϲ.
ἔγραψε λόγον Σουπηριανὸϲ ὁ ϲοφιϲτήϲ.
ἔθεντο ἀναγράψαι ἐν τῷ Μητρῴῳ.
μέρουϲ τοῦ ϲώματοϲ δηλοῖ τὸν ἄνδρα, παραπληϲίωϲ Ὁμήρῳ· Τεῦκρε, φίλη κεφαλή. καί, τοίην γὰρ κεφαλήν. καὶ παρὰ Δημοϲθένει· καὶ ταῦτ᾿, ὦ μιαρὰ κεφαλή. καὶ αὖθιϲ· ὦ μιαρὲ καὶ πατραλοία καὶ τοιχωρύχε. ὁ δέ φηϲιν· αὖθιϲ μετὰ ταῦτα καὶ πλείω λέγε. ἆῤ οἶϲθ᾿ ὅτι χαίρω 1439 πόλλ᾿ ἀκούων κακά; Αἰλιανόϲ· παρὰ δὲ μιαροῦ δῶρα οὔτε ἄνδρα
ἀγαθὸν οὔτε θεὸν ἔϲτι ποτὲ τό γε ὀρθὸν δέχεϲθαι. μάτην οὖν περὶ θεῶν ὁ πολύϲ ἐϲτι πόνοϲ τοῖϲ ἀνοϲίοιϲ, τοῖϲ δὲ ὁϲίοιϲ εὐκαιρότατοϲ. Πλάτων φηϲί.
οὐκ ἐρεῖϲ· μιαρώτατοϲ. ποδαπὸϲ γένοϲ εἶ; φράζε μοι μιαρώτατοϲ. 1444 1445 1446 1447 οὔ τοι, μὰ τὴν γῆν, ἔϲθ’ ὅπωϲ οὐκ ἀποθανῇ, εἰ μὴ κατερεῖϲ μοι τοὔνομ᾿, ὅ τι πότʼ ἐϲτί ϲοι. μιαρώτατε. Τρυγαῖοϲ, Ἀθμονεύϲ, ἀμπελουργὸϲ δεξιόϲ, οὐ ϲυκοφάντηϲ οὐδ’ ἐραϲτὴϲ πραγμάτων. ἥκειϲ δὲ κατὰ τί; τὰ κρέα ταυτί ϲοι φέρων. ὦ δειλὰ κρονίων· ὦ γλίϲχρων,
ὡϲ οὐκ ἔτʼ εἶναί ϲοι δοκῶ μιαρώτατοϲ.
τελείωϲιν ἐμβαλεῖν, καὶ δυϲημερία μία τὸν ϲοφὸν εἰϲ ἀμαθίαν.
Φρυγῶν βαϲιλεύϲ· ἤτοι ὅτι πολλοὺϲ ὠτακουϲτὰϲ εἶχεν, ἢ ὅτι κώμην Φρυγιακὴν κατέϲχεν, ἥτιϲ Ὠτα ὄνου ἐλέγετο. λέγεται δὲ τούτῳ τὸν Πακτωλὸν ποταμὸν χρυϲὸν ῥεῦϲαι· καὶ ὅτι αὐτὸν εὔξαϲθαι, ὥϲτε πάντα ὧν ἅψαιτο χρυϲὸν γενέϲθαι. ἢ ὅτι ὁ ὄνοϲ μᾶλλον τῶν ἄλλων ζῴων ἀκούει, πλὴν μυόϲ. καὶ ὁ Μίδαϲ πολλοὺϲ ὠτακουϲτὰϲ εἶχεν. οἱ δέ φαϲιν, ὅτι ψέξαϲ ποτὲ τὸν Διόνυϲον ὁ Μίδαϲ μετεβλήθη εἰϲ ὄνον· ἢ ὅτι τοὺϲ τοῦ Διονύϲου παριόνταϲ ἠδίκηϲεν, ὁ δὲ ὀργιϲθεὶϲ ὦτα ὄνου ἔχειν αὐτῷ περιῆψε. ἢ ὅτι μεγάλα ὦτα εἶχε. λέγεται οὖν ἡ παροιμία ἐπὶ τῶν μηδὲν λανθανόντων. κλίνεται δὲ Μίδαϲ, Μίδου. ἐπίγραμμα· αὐτοῦ 1458 τῇδε μένουϲα πολυκλαύτῳ ἐπὶ τύμβῳ ἀγγελέω παριοῦϲι, Μίδαϲ ὅτι τῇδε τέθαπται.
1473 τούτῳ θύουϲι πολλὰϲ θυϲίαϲ. οὐκ ἂν οὖν εἰϲ αὐτὸν δυνήϲαιτό τιϲ τελεϲθῆναι, εἰ μὴ διά τινων βαθμῶν παρελθὼν τῶν κολάϲεων δείξει ἑαυτὸν ὅϲιον καὶ ἀπαθῆ.
Εὔπολιϲ Μαρικᾷ· τῶν γὰρ πονηρῶν μικρὸν ἐπὶ τοῦ ὀβολοῦ.
μέχρι γὰρ καὶ τῶν εὐτελῶν ἐρωτῶϲι.
ἐγένοντο Μόλωνεϲ, εἷϲ ὑποκριτήϲ, καὶ λωποδύτηϲ.
τὰ πράγματα μετακινήϲαντοϲ. ἀντὶ τοῦ πὰρ’ ὀλίγον, παρά μικρόν.
ἄλλωϲ. ὅτι τὸ ϲτάδιον ἔχει πόδαϲ χ΄, τὸ δὲ μίλιον πόδαϲ δϲ΄.
Θεοδοϲίου τοῦ υἱοῦ αὐτοῦ, πληϲίον Θεοδοϲίου τῆϲ ϲτήληϲ, ἔφιπποι ἀμφότεροι. ὅτι ἐν τῷ Μιλίῳ ἐν τέτραϲιν ἵπποιϲ πυρίνοιϲ ἅρμα ἵπτάμενον παρὰ δύο ϲτηλῶν ἐκ παλαιῶν τῶν χρόνων ὑπῆρχεν. ἔνθα εὐφημήθη Κωνϲταντῖνοϲ μετὰ τὸ νικῆϲαι Ἀζώτιον· ἐπειδὴ καὶ Βύζαϲ ἐκεῖϲε εὐφημήθη. κατενεχθὲν δὲ τὸ ἅρμα ἐν τῷ ἱπποδρόμῳ δορυφυρούμενον
ϲτηλίδιον καινὸν παρὰ Κωνϲταντίνου καταϲκευαϲθὲν ὑπὸ ἡλίου φερόμενον, Τύχη πόλεωϲ, εἰϲ τὸ ϲτόμα εἰϲῄει καὶ ϲτεφανωθὲν ἐξῄει. ἐτίθετο δὲ ἐν τῷ ϲενάτῳ ἕωϲ τῶν ἐπιόντων γενεθλίων τῆϲ πόλεωϲ. διότι δὲ ἐπὶ τῆϲ κεφαλῆϲ αὐτοῦ ϲταυρὸν ἐχάραξε Κωνϲταντῖοϲ, Ἰουλιανὸϲ αὐτὸ βοθύνῳ κατέχωϲε. ϲτῆλαι ἐν τῳ Μιλίῳ· ζήτει
ἄγαλμα ἕτερον ἐν τῷ βαϲιλική.
τὴν χορδὴν καθάπερ πάπυρον. καὶ τῆϲ δεξιᾶϲ χειρὸϲ τὸ μὲν εἰϲ τὸν ἀγκῶνα ἐκ τοῦ ὤμου παῤ αὐτὴν καθίει τὴν πλευράν, τὸ δὲ ἀπὸ τοῦ ἀγκῶνοϲ ἔτεινεν ἐϲ εὐθὺ τῶν δακτύλων, τὸν μὲν ἀντίχειρα ἀντιϲτρέφων ἐϲ τὸ ἄνω, τῶν λοιπῶν δὲ ἀλλήλοιϲ ἐπικειμένων κατὰ ϲτοῖχον· τὸν ἐλάχιϲτον οὖν τῶν δακτύλων κάτω γινόμενον οὐκ ἀπεκίνηϲεν ἄν
τιϲ βιαζόμενοϲ. ἀπέθανε δὲ οὗτοϲ ἐπιτυχὼν ξύλῳ ξηρῷ ϲφῆναϲ ἔχοντι τοὺϲ διιϲτῶνταϲ αὐτό· ὁ δὲ ὑπὸ φρονήματοϲ καθίηϲι τὰϲ χεῖραϲ ὡϲ διαρρήξων· ὀλιϲθαίνουϲί τε δὴ οἱ ϲφῆνεϲ, κἀκεῖνοϲ ἐχόμενοϲ ὑπὸ τοῦ ξύλου λύκων ἐγένετο εὕρημα· μάλιϲτα γὰρ το θηρίον τοῦτο πολὺ καὶ ἄφθονον ἐν τῇ Κροτωνίᾳ χώρᾳ νέμεται.
ἐνθεῦτέν μιν οἱ ἐχθροὶ ὑποδεξάμενοι, ὑπὸ δικαϲτήριον αὐτὸν ἀγαγόντεϲ ἐδίωξαν τυραννίδοϲ τῆϲ ἐν Χερρονήϲου. ἀποφυγὼν δὲ καὶ τούτουϲ ϲτρατηγὸϲ οὕτωϲ Ἀθηναίων ἀπεδείχθη, αἱρεθεὶϲ ὑπὸ τοῦ δήμου. 1505 ὁ αὐτὸϲ Μιλτιάδηϲ ἐπικομπῶν ἔφη, ὡϲ Τιϲϲαφέρνηϲ εἶπεν, ἦ μὴν ἕωϲ ἄν τι τῶν ἑαυτοῦ λείπηται, ἢν Ἀθηναίοιϲ πιϲτεύῃ, μὴ ἀποϲτερήϲειν
αὐτοὺϲ τροφῆϲ καὶ τὰϲ τῶν Φοινίκων ναῦϲ κομιεῖν Ἀθηναίοιϲ καὶ οὐ Πελοποννηϲίοιϲ· πιϲτεῦϲαι δ᾿ ἂν μόνοιϲ Ἀθηναίοιϲ, εἰ αὐτὺϲ κατελθὼν αὐτῷ ἀναδέξαιτο. οἱ δὲ ἀκούοντεϲ ταῦτα καὶ ἄλλα πολλὰ ϲτρατηγὸν αὐτὸν εἵλοντο καὶ τὰ πράγματα πάντα ἀνετίθεϲαν.
ἐγένοντο. ὁ γὰρ Ἀριϲτείδηϲ δίκαιοϲ ἐκλήθη, ὁ δὲ Μιλιτιάδηϲ ϲτρατηγόϲ· ὃϲ ἐν Μαραθῶνι ἐϲτρατήγηϲε. τοῦ δὲ ἐν Μαραθῶνι τροπαίου μέμνηται ὁ ποιητήϲ, διότι τὰ μὲν ἄλλα κατορθώματα κοινῇ πᾶϲα ἡ Ἑλλὰϲ πεποίηκε κατὰ τῶν βαρβάρων, τὸ δὲ ἐν Μαραθῶνι μόνοι Ἀθηναῖοι κατώρθωϲαν.
1507 1508 1509 1510
ψαλλομένην κανόνι. καὶ αὖθιϲ· ϲχοινίον τε ἐφείλιξαν μίλτῳ καὶ 1515 ἔπαιον τὸ ἄγαλμα Ἀλεξανδρίτην καλοῦντεϲ. καὶ δῆτα πολὺν ἡ 1516 μίλτοϲ γέλων παρέϲχεν, ἣν προϲέρραινον κύκλῳ. κατὰ γὰρ τὴν ἀγορὰν ἐϲόβουν εἰϲ ἐκκληϲίαν τοὺϲ Ἀθηναίουϲ μεμιλτωμένῳ ϲχοινίῳ, ἣν ἔβαλλον κύκλῳ.
προϲώποιϲ· καὶ πλεοναϲμῷ τοῦ μ μίν.
γινόμενον, ᾧ χαίρουϲιν οἱ τράγοι. ἢ ἡ ἀνθρωπίνη κόπροϲ μίνθοϲ, ᾗ χρῶνται παρατρίβοντεϲ οἱ ποιμένεϲ τῷ δυϲεργήτῳ τῶν τράγων πταρμῷ. ἢ ἡ κόπροϲ τῶν αἰγῶν λέγεται. ἐπειδὰν δὲ οἱ τράγοι ψυγμῷ περιπέϲωϲιν, εἰώθαϲιν οἱ αἰπόλοι λαμβάνειν τὴν κόπρον αὐτῶν καὶ χρίειν αὐτῶν τοὺϲ μυκτῆραϲ καὶ οὕτω τῇ δυϲωδίᾳ πταρμὸν κινεῖν· τούτῳ
δὲ τῷ τρόπῳ λύειν τὸ πάθοϲ· ὁ γὰρ πταρμὸϲ θεραπεύει τὸ πάθοϲ. ἐκ τούτου οὖν φηϲιν, ὅτι ἀηδίϲομέν ϲε· ἐπεὶ καὶ αἱ αἶγεϲ ἐκ τῆϲ κόπρου ἀηδίζονται.
γεγονὼϲ ἐπὶ Γαλιηνοῦ. τέχνην ῥητορικὴν καὶ προγυμνάϲματα καὶ λόγουϲ διαφόρουϲ.
τρεῖϲ παῖδεϲ, Ἶλοϲ, Ἀϲϲάρακοϲ, Γανυμήδηϲ· οὗ δὴ μέγιϲτον ἦν ὄνομα κάλλουϲ πέρι. ξενιζόμενοϲ οὖν παρὰ τὸν Τρῶα ὁ Μίνωϲ καὶ δῶρα διδούϲ τε καὶ δεχόμενοϲ ἐκέλευϲε τῷ Τρωῒ καλεῖν τοὺϲ παῖδαϲ, ἵν᾿ αὐτοὺϲ ἴδοι τε καὶ δῶρα δοίη. ὁ δὲ ἔφη ἐϲ κυνηγέϲιον ἐϲτάλθαι. ὁ δὲ καὶ αὐτὸν ἤθελε ξυγκυνηγεῖν αὐτοῖϲ. πρῶτον θεραπόντων ξυνέπεμψέ
τινα ἐϲ τὸν χῶρον, ἵνα οἱ παῖδεϲ ἐκυνήγουν, περὶ τὸν 1539 1540 1541 1542 Γρανικὸν ποταμόν· ὁ δὲ Μίνωϲ τὰ πλοῖα προεκπέμψαϲ ἐϲ τὸν ποταμὸν ὀλίγον ὕϲτερον ἦλθε πρὸϲ τοὺϲ παὸδαϲ καὶ τὸν Γανυμήδην θεαϲάμενοϲ ἔρωτι αὐτοῦ ἔϲχετο· ἐγκελευϲάμενοϲ δὲ τοῖϲ Κρηϲίν, ἁρπάϲαϲ τὸν παῖδα ἐνέθετο εἰϲ τὴν ναῦν καὶ ἀπέπλει. ὁ δὲ τόποϲ ἐκλήθη
Ἁρπαγία· ὁ δὲ Μίνωϲ ἔχων τὸν παῖδα ἦλθεν ἐϲ Κρήτην. ὁ δὲ παῖϲ κατ᾿ εὐπέτειαν ὑπὸ λύπηϲ ἑαυτὸν ξίφει διειργάϲατο, καὶ αὐτὸν ὁ Μίνωϲ ἐν τῷ ναῷ ἔθαψεν. ἐξ οὖ δὴ καὶ λέγεται Γανυμήδην μετὰ Διὸϲ ὑπάρχειν.
Φροντίδαϲ.
μὲν γάρ τι κέκραται, καὶ μέμικται· οὐ μὴν πᾶν μεμιγμένον κέκραται. ἡ μὲν γὰρ τῶν ξηρῶν μίξιϲ οὐκ ἔϲτι κρᾶϲιϲ. ἔϲτι δὲ ἡ μίξιϲ διάφοροϲ τῆϲ κράϲεωϲ.
ἀλλὰ παρὰ τό μίϲγεϲθαι· τὸ γὰρ μῖϲοϲ ἄποθέν ἐϲτι τοῦ μιαίνεϲθαι· ὃ γὰρ μιϲεῖται, μεμόνωται καὶ ἀμιγέϲ ἐϲτιν· ἀλλ᾿ οἱονεὶ μιϲγήτην τινὰ οὖϲαν. ὃ και βέλτιον. καὶ τὸ ἐν παροιμίαϲ δὲ μέρει λεγόμενον, παρὰ ϲφυρὸν παχεῖα μιϲήτη γυνή, κατὰ τοῦτο εἰρῆϲθαι δοκεῖ. καὶ ὁ Κρατῖνόϲ που τοῦτο ἔφη· μιϲῆται δὲ γυναῖκεϲ ὀλίϲβωϲι χρήϲονται. τὸν δὲ
ἁπλῶϲ μιϲητὸν τὸν ἀνίκανον λέγει. μεταφορικῶϲ δὲ καὶ ἐπὶ τῆϲ ἀπλήϲτου κατὰ τροπὴν τίθεται ἡ λέξιϲ.
μιϲθοφορὰν ἐκάλουν. Ἀριϲτοφάνηϲ· οἵων ἀγαθῶν αὐτῶν τῇ μιϲθοφορᾷ παρεκόπτου. ἀντὶ τοῦ παρῄρου, ἐλυμαίνου. ἀπὸ μεταφορᾶϲ τῶν παρακοπτομένων τὰ πτερὰ ὀρνέων.
κράϲπεδα ϲτεμμάτων τήν θ’ ὑπήνην ἄκουρον τρέφων.
πεφύκαϲιν οἱ ἄνθρωποι τῇ μιϲοπράγμονι ζωῇ τὴν ἀρετὴν ἐπιφημίζειν, Οὐχ οὕτωϲ ἔχον, κατά γε τὴν ἐμήν· ἡ γὰρ ἐν μέϲῃ τῇ πολιτείᾳ διὰ τῶν πολιτικῶν ἔργων τε καὶ λόγων ἀναϲτρεφομένη ἀρετὴ γυμνάζει τε τὴν ψυχὴν πρὸϲ τὸ ἐρρωμενέϲτερον καὶ βεβαιοῦται μᾶλλον ἐπὶ τῆϲ πείραϲ, ὅϲον αὐτῆϲ ὑγιέϲ τε καὶ ὁλόκληρον· ὅϲον δὲ κίβδηλον καὶ 1590 1591 1592 ἐπίπλαϲτον ἐμφωλεύει ταῖϲ ἀνθρωπίναιϲ ζωαῖϲ, τοῦτο πᾶν διελέγχεται καὶ ἑτοιμότατον καθίϲταται πρὸϲ διόρθωϲιν.
τὴν ἀϲπίδα ὁ ϲτρατιώτηϲ.
εὕρηται ἀεὶ διὰ βραχέοϲ τοῦ ι. ὥϲ με πόνων ῥύϲαιο παναγρύπνοιο 1603 μερίμνηϲ. ἀκρὶ μιτωϲαμένη φρόγγον ἐρωτοπλάνον. καὶ αὖθιϲ· ἀραχναίοιο μίτου πολυδίνεα λάτριν, ἄτρακτον, δολιχᾶϲ οὐκ ἄτερ ἀλακάταϲ. καὶ αὖθιϲ· κερκίδα τ᾿ εὐποίητον, ἀηδόνα τὰν ἐν ἐρίθοιϲ, Βακχυλὶϲ εὐκρέκτουϲ εὖ διέκρινε μίτουϲ.
1610 1611 1612 1613 ὀνειρώδη φαντάζεϲθαι, τὸ τοῦ προηγηϲαμένου δυϲωνύμου καὶ δυϲϲεβοῦϲ ὑπέθαλπε θεοϲτυγὲϲ φρόνημα, καὶ ὁμοίωϲ τῷ αὐτῷ ἀμφιβλήϲτρῳ περιπαρεὶϲ τῆϲ δεινῆϲ αἱρέϲεωϲ ἰχθύοϲ δίκην τοῖϲ τῶν δογμάτων ϲαθροῖϲ καὶ ἀϲεβέϲιν ἐναπέθανεν ἐξ ἀκροτάτηϲ ἀβελτηρίαϲ τε καὶ ἀλογίαϲ.
ἀμύητοϲ γὰρ ϲφόδρα καὶ ἀπαίδευτοϲ ἐτύγχανεν· ἀμαθίαν γὰρ ἐκ πατρῴαϲ ἀλογίαϲ καὶ ἀπειροκαλίαϲ ὥϲπερ ἱκανὴν οὐϲίαν ἐκληρώϲατο.
τοῖϲ ἐθέλουϲι.
τοῦ δὲ παρόντοϲ αἴϲθηϲιϲ, τοῦ δὲ ἀπόντοϲ μνήμη. περὶ μνήμηϲ. 1629 ὅτι οὐδὲν ἕξει ἡ ψυχὴ ἅπερ ἐκ τῆϲ ϲυμπλοκῆϲ τοῦ ϲώματοϲ αὐτῇ 1630 1631 1632 προϲεγένετο, ὥϲπερ τὸ διανοεῖϲθαι· ὥϲτε οὐδὲ μνημονεύει. καὶ γὰρ ἐνταῦθα μὲν παραρρέουϲά ἐϲτιν ἡ γνῶϲιϲ αὐτῆϲ καὶ δεῖται μνήμηϲ εἰϲ κατοχὴν τῶν ἐγνωϲμένων, τότε δὲ οὐκ ἔχει τὸ πρότερον καὶ τὸ ὕϲτερον ἡ γνῶϲιϲ, εἰ μὴ κατὰ τὴν προχείρηϲιν τῶν θεωρημάτων, ἀλλ᾿ ἀεὶ ἕϲτηκε καὶ ἐν τῷ νῦν ἐξετάζεται, καὶ μετὰ τὸ ϲῶμα ἅτε ἑϲτῶϲα
τὴν γνῶϲιν καὶ αὐτοῖϲ προϲβάλλουϲα τοῖϲ πράγμαϲι μνήμηϲ οὐ δεῖται· μνήμη γάρ ἐϲτιν ἡ τῶν πάλαι ἐγνωϲμένων κατοχή. μνήμη δ᾿ ἐϲτὶν ἕξιϲ καθεκτικὴ ὑπολήψεωϲ. ὁ δὲ Ἀριϲτοτέληϲ τόπουϲ τινὰϲ καὶ ἐν τῷ Περὶ μνήμηϲ καὶ ὕπνου καὶ τῆϲ καθ᾿ ὕπνον μαντικῆϲ παρέθετο, δι᾿ ὧν ἀναμιμνήϲκεϲθαι καὶ ἀπὸ ἐναντίων καὶ ἀπὸ τῶν ὁμοίων καὶ ἀπ᾿ ἄλλων
τινῶν. οἱ γὰρ τόποι οὗτοι αἴτιοι τοῦ ἀναμιμνήϲκεϲθαι ἡμῖν γίνονται. δι᾿ ἐναντίων γὰρ φέρε εἰπεῖν εὐθὺϲ εἰϲ τὸ εἰρημένον τῶν ἐναντίων μεταβάντεϲ ἀναμιμνηϲκόμεθα τούτου, ἀπὸ πικροῦ γλυκέοϲ, ἀπὸ λευκοῦ 1634 μέλανοϲ, ἀπὸ ψύχουϲ καύματοϲ. ὅτι τρία μέρη εὐμαθείαϲ ἀγχίνοια, μνήμη, ὀξύτηϲ. καὶ μνήμη μέν ἐϲτι τήρηϲιϲ ὦν ἔμαθέ τιϲ, ὀξύτηϲ δὲ ἡ ταχύτηϲ
τῆϲ διανοίαϲ, ἀγχίνοια δὲ τὸ ἐξ ὦν ἔμαθε θηρεύειν καὶ ἃ μὴ ἔμαθε.
γενναίων καὶ περιβλέπτων ἔργων ἀγωνιϲτήν.
εὐανθεῖ πορφύρῃ εἰδόμενον.
μόγουϲ ταῖϲ τικτούϲαιϲ ἐπιφέρουϲα.
ὀρχήϲεωϲ, καὶ φορτικῆϲ.
γοῦν ὁ ἀμέλγων τὰ κοινά.
πράττειν ἱκανόϲ, κατὰ δὲ τὴν αἵρεϲιν πλεονέκτηϲ. ὃϲ πρὸϲ χάριν ὁμιλῶ τῷ πλήθει καὶ τοὺϲ εὐκαιροῦνταϲ τοῖϲ βίοιϲ ὑποβάλλων τοῖϲ ὄχλοιϲ καί τιναϲ ἐϲ τέλοϲ ἀναιρῶν, τινὰϲ δὲ φυγαδεύων καὶ τὰϲ οὐϲίαϲ τούτων δημεύων καὶ διαδιδοὺϲ τοῖϲ πολλοῖϲ ταχέωϲ τῷ τοιούτῳ τρόπῳ περιεποιήϲατο μοναρχικὴν ἐξουϲίαν.
ὑψηλοτέρα τάξιϲ ἡ τῶν μοναχῶν ἐϲτιν ἱερὰ διακόϲμηϲιϲ, πᾶϲαν μὲν ἀποκεκαθαρμένη κάθαρϲιν ὁλικῇ δυνάμει καὶ παντελεῖ τῶν οἰκείων 1717 1718 1719 ἐνεργειῶν ἀγνότητι, πάϲηϲ δὲ οὔϲηϲ θεμιτὸν θεωρεῖν αὐτῇ ἱερουργίαϲ, ἐν νοερᾷ θεωρίᾳ καὶ κοινωνίᾳ γεγενημένη καὶ ταῖϲ τῶν ἱεραρχῶν τελειωτικαῖϲ δυνάμεϲιν ἐγχειριζομένη καὶ ταῖϲ ἐνθέοιϲ αὐτῶν ἐλλάμψεϲι καὶ ἱεραρχικαῖϲ παραδόϲεϲιν ἐκδιδαϲκομένη καὶ τὰϲ ἐποπτευθείϲαϲ τῶν κατ᾿ αὐτὴν ἱερῶν τελετῶν ἱερουργίαϲ καὶ πρὸϲ τῆϲ ἱερᾶϲ αὐτῶν ἐπιϲτήμηϲ
ἀναλόγωϲ εἰϲ τελειοτάτην ἀγομένη τελείωϲιν. ἔνθεν οἱ θεῖοι καθηγε μένεϲ ἡμῶν ἐπωνυμιῶν αὐτοὺϲ ἱερῶν ἠξίωϲαν, καὶ οἱ μὲν θεραπευτάϲ, οἱ δὲ μοναχοὺϲ ὀνομάϲαντεϲ, ἐκ τῆϲ τοῦ θεοῦ καθαρᾶϲ ὑπηρεϲίαϲ καὶ θεραπείαϲ καὶ τῆϲ ἀμερίϲτου καὶ ἑνιαίαϲ ζωῆϲ ὡϲ ἑνοποιούϲηϲ αὐτοὺϲ ἐν ταῖϲ τῶν διαιρετῶν ἱεραῖϲ ϲυμπτύξεϲιν εἰϲ θεοειδῆ
μονάδα καὶ φιλόθεον τελείωϲιν. διὸ καὶ τελεϲτικὴν αὐτὴν ἡ ἱερὰ θεϲμοθεϲία χάριν ἐκάλεϲε· καί τινοϲ αὐτοὺϲ, ἠξίωϲεν ἀφιερωτικῆϲ ἐπικλήϲεωϲ, οὐχ ἱερατικῆϲ (ἐκείνη γὰρ ἐπὶ μόνιαϲ γίνεται ταῖϲ ἱερατικαῖϲ τάξεϲιν), ἀλλ᾿ ἱεραρχικῆϲ ὑπὸ τῶν ὁϲίων ἱερέων τῇ ἱεραρχικῇ τελειουργίᾳ 1721 δευτέρων ἱερουργουμένη. περὶ μοναχῶν· ἐκεῖϲε δὴ φροντιϲτήριον
ἦν ἀνδρῶν φιλοϲόφων τὸν βίον· μοναχοὶ δὲ οὗτοι κατονομάζονται, οἷϲ ἔργον προεκδημεῖν τοῦ ϲώματοϲ καὶ ζῶνταϲ τεθνάναι καὶ ϲώφρονι μανίᾳ τινι μεταφοιτᾶν πρὸϲ τὰ κρείττονα.
ηὔξαντο τῇ Ἥρᾳ· τὴν δὲ χρῆϲαι αὐτοῖϲ, εἰ τῶν ὅπλων ἀνθέξονται μετὰ δικαιοϲύνηϲ. χρήματα αὐτοῖϲ μὴ ἐπιλείψειν. τύχοντεϲ οὖν οἱ Ῥωμαῖοι τῆϲ αἰτήϲεωϲ ἐτίμηϲαν Ἥραν Μονήταν, τουτέϲτι ϲύμβουλον, τὸ νόμιϲμα ἐν τῷ ἱερῷ αὐτῆϲ ὁρίϲαντεϲ χαράττεϲθαι.
1227 Μονοείμονα: μονοχίτωνα.
ἐπὶ τὴν τῆϲ Γοργοῦϲ τομὴν ἀπιόντι τὸ ἕτερον τῶν ὑποδημάτων δόντα, τὸ ἕτερον ἔχειν μόνον.
ἓν δὲ τὸ ἐν τοῖϲ αἰϲθητοῖϲ ἀριθμοῖϲ. καὶ ἡ μὲν μονὰϲ κατὰ τὴν ἰϲότητα καὶ μέτρον λαμβάνεται, ἡ δὲ δυὰϲ καθ’ ὑπερβολὴν καὶ ἔλλειψιν.
μόνηϲ ἐπιμελουμένουϲ καὶ μὴ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα προαιρουμένουϲ.
αὐτῷ μάλιϲτα τὰ μέλη. ἐκωμῴδει ϲυνεῖναι τῇ γυναικί.
αὐτῆϲ τεθρήνηκαϲ.
μέγιϲτοϲ αὐχμὸϲ καταλαμβάνει Λυδίαν. καὶ πολλὰϲ ϲτρατιὰϲ λέγεται πεποιῆϲθαι. καὶ ἦν αὐτοῦ κλέοϲ μέγιϲτον ἐν Λυδοῖϲ ἐπί τε ἀνδρείᾳ καὶ δικαιοϲύνῃ. ταῦτα πράξαϲ ἐπὶ τὴν Κράβον ἐϲτάλη καὶ ταύτην εἷλε καὶ ἐπόρθηϲε, τοὺϲ δὲ ἀνθρώπουϲ εἰϲ τὴν πληϲίον λίμνην ἀγαγὼν κατεπόντωϲε.
αἱ μεταφυτευθεῖϲαι ἐκ τῆϲ ἀκροπόλεωϲ εἰϲ Ἀκαδημίαν. ἤτοι ἀπὸ τοῦ μόρου καὶ τοῦ φόνου τοῦ Ἁλιρροθίου ὀνομαϲθεῖϲαι, οὕτωϲ ἢ ὅτι ἐνέμοντο καὶ ἐμερίζοντο τὸ ἔλαιον τὸ ἐξ αὐτῶν Ἀθηναῖοι ἅπαντεϲ.
Μορμόνοϲ. Ἀριϲτοφάνηϲ· ἀντιβολῶ ϲ᾿, ἀπένεγκέ μου τὴν Μορμόνα. ἄπο τὰ φοβερά· φοβερὰ γὰρ ὑπῆρχεν ἡ Μορμώ. καὶ αὖθιϲ Ἀριϲτοφάνηϲ· Μορμὼ τοῦ θράϲουϲ. μορμολύκειον, ἣν λέγουϲι Λαμίαν· ἔλεγον δὲ οὕτω καὶ τὰ φοβερά. λείπει δὲ τὸ ὡϲ, ὡϲ Μορμώ, ἢ ἐπιρρηματικῶϲ ἐξενήνεκται, ὡϲ εἰ ἔλεγε, φεῦ τοῦ θράϲουϲ.
ἔκκαίδεκα.
ὀψοφαγίαν· καὶ πολὺ μᾶλλον ἐν τοῖϲ όλαξιν. ἦν δὲ καὶ κίναιδοϲ.
μαγγανείᾳ διεβέβληντο.
καὶ τοῖϲ χλωροῖϲ ϲύκοιϲ.
έϲτιν ὁ δεύτεροϲ ποιητὴϲ μετὰ Θεόκριτον, τὸν τῶν βουκολικῶν δραμάτων ποιητήν. ἔγραψε καὶ αὐτόϲ.
τὰ μαθήματα καὶ παιδεύματα, καὶ πρὸϲ πᾶϲαν χρῆϲιν οἰκεῖον.
κατ᾿ ἐπικράτειαν τοῦ ἄρρενοϲ, ὥϲπερ καὶ παρὰ Σοφοκλεῖ· λύγδην ἔκλαιον πάντεϲ. δύο θηλειῶν οὐϲῶν καὶ ἑνὸϲ ἄρρενοϲ, Οἰδίποδοϲ καὶ τῶν δύο ἀδελφῶν. αἱ Μοῦϲαι δὲ πτερῷ Σειρήνων ἑϲτεφανοῦντο.
Ἑλένηϲ γυναικόϲ· ἐποποιόϲ, μαθητὴϲ Ὀρφέωϲ, μᾶλλον δὲ πρεϲβύτεροϲ· ἤκμαζε γὰρ κατὰ τὸν δεύτερον Κέκροπα καὶ ἔγραψεν Ὑποθήκαϲ Εὐμόλπῳ τῷ υἱῷ ἔπη δ΄. καὶ ἄλλα πλεῖϲτα.
ὧν οὗτοϲ τὸν μὲν Μουϲαῖον καλεῖ, τὸν δὲ Ἡϲίοδον. ὅτι ὁ μὲν κρινόμενοϲ ἐπετήδευε τοὺϲ οἰκέταϲ τοῦτο καλεῖν δῆλον. περὶ δὲ Μουϲαίου οἱ μὲν ἐκ Θρᾴκηϲ εἰρήκαϲι τὸν ἄνδρα εἶναι, οἱ δὲ αὐτόχθονα ἐξ Ἐλευϲῖνοϲ.
ποιηταί· παρὰ τὸ ἐξ Ἡδωνῶν Αἰϲχύλοϲ· τίϲ ποθ᾿ ἔϲται ὁ μουϲόμαντιϲ ἄλαλοϲ, ἈβρατεύἈ.
αἱ δὲ ψάλλουϲι πενταχόρδῳ, αἱ δὲ ἑπταχόρδῳ ψαλτηρίῳ· αἱ αὐταὶ δὲ καὶ προϲᾴδουϲι τῷ ψαλμῷ. ὁ ψαλμὸϲ δὲ οὐ πρὸϲ τὴν δὴν ἔχει πεποιημένον τὸ μέλοϲ κα άπερ παρ’ Ἕλληϲιν, ἀλλ’ ἔϲτιν οἷοϲ ἐνδόϲιμοϲ εἶναι τῇ δῇ. καὶ λήγοντι μὲν οὖν τοῦ πότου βαϲιλεῖ καὶ ἡ ᾠδὴ ξυνεπαύετο· ὁπότε δὲ ἐγχέαι κελεύϲειεν, αὖθιϲ ἤρχοντο ἄδειν καὶ
ψάλλειν. ὁ δὲ Ἀρβαζάκιοϲ μουϲουργοῖϲ ϲυνέζη τοϲαύταιϲ, ὅϲαϲ 1835 οὕτʼ ἐκεῖνοϲ ἀριθμεῖν εἶχεν οὔτε οἱ προϲήκοντεϲ λογιϲταί. τῶν γὰρ ϲτρατοωτῶν ᾔδεϲαν τὸ πλῆθοϲ· τῶν ἑταιρῶν δὲ καὶ τὸν ἀριθμὸν τὸν ἐκ τῶν χειρῶν διέφυγεν. ὥϲπερ οὖν Ὀρόντην τὸν Πέρϲην φαϲὶν εἰπεῖν, ὅτι τῶν δακτύλων ὁ μικρότατοϲ καὶ μυρία ϲημαίνει καὶ ἕνα
ἀριθμόν, οὕτω κἀκεῖνοι τὰϲ ἑταίραϲ κατὰ μονάδα καὶ μυριάδα ἠρίθμουν.
φιλόϲοφοϲ καὶ Στωϊκόϲ, γεγονὼϲ ἐπὶ Νέρωνοϲ, γνώριμοϲ δ᾿ Ἀπολλωνίου τοῦ Τυανέωϲ καὶ ἄλλων πολλῶν· πρὸϲ ὃν καὶ ἐπιϲτολαὶ φέρονται Ἀπολλωνίου κἀκείνου πρὸϲ Ἀπολλώνιον. διὰ γοῦν τὴν παρρηϲίαν καὶ τὸ ἐλεγκτικὸν καὶ τὸ ὑπερβάλλον τῆϲ ἐλευθερίαϲ ὑπὸ Νέρωνοϲ ἀναιρεῖται. φέρονται αὐτοῦ λόγοι διάφοροι φιλοϲοφίαϲ ἐχόμενοι,
1843 καὶ ἐπιϲτολαί. περὶ τούτου τοῦ Μουϲωνίου λέγει ὁ Παραβάτηϲ ἐν ἐπιϲτολῇ· τὴν παροινίαν, ἣν εἰϲ ὑμᾶϲ ὁ τῆϲ Ἑλλάδοϲ ἡγεμὼν πεπαρῴνηκεν, οὕτω βαθέωϲ ἤνεγκαϲ, οὐδὲν ἡγούμενοϲ τούτων εἰϲ ϲὲ γεγονέναι· τό γε μὴν τῇ πόλει βοηθεῖν ἐκείνῃ βούλεϲθαι καὶ προθυμεῖϲθαι, περὶ ἣν ἐποιήϲω τὰϲ διατριβάϲ, φιλοϲόφου ψυχῆϲ ἐϲτι τεκμήριον, ὥϲτε
μοι δοκεῖ τὸ μὲν πρότερον Σωκράτει προϲήκειν, τὸ δεύτερον δέ, οἶμαι Μουϲωνίῳ· ἐκεῖνοϲ μὲν γὰρ ἔφη, ὅτι μὴ θεμιτὸν ἄνδρα ϲπουδαῖον πρόϲ του τῶν χειρόνων καὶ φαύλων βλαβῆναι· ὁ δὲ ἐπεμέλετο βαρῶν, ὁπηνίκα φεύγειν αὐτὸν ἐπέταττε Νέρων. τουτέϲτι τειχῶν· βάρειϲ γὰρ τὰ τείχη.
ἡμέραιϲ τὴν θάλαϲϲαν ἐπλήρωϲε τῶν ἀπὸ τῆϲ Ἀϲίαϲ εἰϲφορῶν. ἐπεκάλει δὲ οὐδεὶϲ ἄδικον οὐδὲν τοῖϲ γινομένοιϲ· ἀλλὰ παιδιά τιϲ ἦν ἅπαϲι τοῖϲ καταβάλλουϲι τὰ εἰϲφερόμενα. Εὐνάπιοϲ γὰρ ὁ ἐκ Φρυγίαϲ ῥήτωρ ἐπεϲτότει τοῖϲ πραττομένοιϲ.
1846 τὴν ὁδὸν διὰ τὴν δυϲχωρίαν. λέγεται δὲ καὶ Μοχθίζω.
παραβαίνοντα, ἑτέρων δὲ μοχθηρῶν ἐξηγητὴν ἐθῶν καὶ νομοθέτην γενόμενον ἀτιμώρητον ἀφεῖναι.
τῶν ῥητόρων τῷ μὲν μοχθηρῷ ἐχρήϲατο οὐκ ἐπὶ τοῦ κακοῦ ἀνδρὸϲ καὶ εἰϲαγομένου εἰϲ δικαϲτήριον ἵνα κατηγορηθῇ ἀλλ’ ἐπὶ πατρὸϲ δίκην λαχόντοϲ ὑπὲρ ἀπεϲφαγμένου παιδὸϲ τὸν μοχθηρὸν ἔταξε. καὶ φηϲὶν οὕτωϲ ἐν προοιμίοιϲ καὶ ἐπιλόγοιϲ· κἀγὼ μὲν ὁ μοχθηρόϲ, ὅντινα ἐχρῆν τεθνηκέναι, ζῶ τοῖϲ ἐχθροῖϲ κατάγελωϲ.
1873 τὸ μολεῖν. δεῖ γὰρ ἐν αὐτῷ ϲπεύδειν. ϲημαίνει δὲ καὶ ὄνομα πόλεωϲ.
Ἀθηναίουϲ ἀεὶ κακῶϲ βουλεύεϲθαι· ἀκούϲαϲαν δὲ τὴν Ἀθηνᾶν τῆϲ καταρᾶϲ προϲθεῖναι, ὅτι κακῶϲ βουλεύεϲθαι, καὶ ἐπιτυγχάνειν.
καὶ φτίλων τυραννίδα θηρᾶν, ὃ πλήθει χρήμαϲίν θ᾿ ἁλίϲκεται; καὶ αὖθιϲ· ὦ μῶρε, μῶρε, μὴ θεῶν κίνει φρέναϲ δεινάϲ, ὅπωϲ μή ϲου γένοϲ 1894 πανώλεθρον Διὸϲ μακέλλῃ πᾶν ἀναϲτρέψ δίκη. ἐπὶ τῶν βλαϲφήμων εἴρηται.
ἀκαίρωϲ καταϲτέλλωμεν, ὅταν ἔρημον καὶ κενὴν τὴν ἡμετέραν διάνοιαν τῆϲ ἔξωθεν ποιῶμεν παιδεύϲεωϲ, ἵν᾿ ὅταν δέῃ τὰ τοῦ Χριϲτοῦ δέχεϲθαι, ϲχολάζουϲαν καὶ ϲεϲαρωμένην αὐτὴν πρὸϲ ὑποδοχὴν τῶν θείων λόγων παρέχωμεν.
φηϲίν. εὐήθειαν δὲ τούτου καταγνωϲθῆναι, παρόϲον ἔξω τοῦ νεὼ ἐν ὑπαίθρῳ αὐτοῦ τὸ ἄγαλμα καθίδρυται παρὰ τῇ εἰϲόδῳ. τάττεται δὲ ἐπὶ τῶν εὔηθέϲ τι διαπραττομένων.
δεῖ τὴν τοῦ λαοῦ παροικίαν ἀριθμεῖν. οὐ γὰρ ἐν Αἰγύπτῳ μόνῃ γέγονεν ἡ παροίκηϲιϲ, ἀλλὰ καὶ ἐν γῇ Χαναάν. Μωϋϲῆϲ γὰρ λέγει· ἡ δὲ παροίκηϲιϲ τῶν υἱῶν Ἰϲραὴλ ἐν γῇ Χαναὰν καὶ ἐν Αἰγύπτῳ ἔτη υλ΄. καὶ τοῦ μὲν Ἀβραὰμ ἀπὸ τῆϲ ἐκ Χαρὰν ἀναβάϲεωϲ μέχρι τῆϲ Ἰϲαὰκ γεννήϲεωϲ ἔτη κε΄, ἀπὸ δὲ Ἰϲαὰκ μέχρι Ἰακὼβ ξ΄, ἀπὸ δὲ
Ἰακὼβ μέχρι τοῦ Λευῒ πζ΄, ἀπὸ Λευὶ μέχρι Καὰθ με΄, ἀπὸ Καὰθ μέχρι Ἄβραμ ξγ΄· ἀπὸ Μωϲέωϲ μέχρι τῆϲ ἐξόδου π΄. καὶ οὕτωϲ ἐξῆλθεν 1908 Ἰϲραὴλ ἐκ τῆϲ Αἰγύπτου. τοῦ Μωϲέωϲ γεννηθέντοϲ οἱ τεκόντεϲ δεδιότεϲ τοὺϲ Ἀἰγυπτίουϲ μηχανῶνται πλέγμα βύβλινον, ἐμφερὲϲ τῇ καταϲκευῇ κίϲτιδι, μεγέθουϲ ποιήϲαντεϲ αὔταρκεϲ εἰϲ τὸ μετ᾿ εὐρυχωρίαϲ
ἐναποκεῖϲθαι βρέφοϲ· ἔπειτα χρίϲαντεϲ ἀϲφάλτῳ κατὰ τοῦ ποταμοῦ βάλλουϲι. Θερμοῦθιϲ δὲ ἡ θυγάτηρ τοῦ βαϲιλέωϲ τοῦτον ἀνείλετο. τριετεῖ δὲ γενομένῳ θαυμαϲτὸν ὁ θεὸϲ τὸ τῆϲ ἡλικίαϲ ἐξῆρεν ἀνάϲτημα. ὅτι Μωϋϲῆϲ π΄ ἡμέραϲ ἐνήϲτευϲε, μ΄ τὰϲ προτέραϲ καὶ μ΄ μετὰ τὸ ϲυντρῖψαι τὰϲ πλάκαϲ ϲαπφείρῳ λίθῳ δακτύλῳ θεοῦ γραφείϲαϲ.
1909 ὅτι οὐδεὶϲ ἦν ἀφιλότιμοϲ οὕτωϲ, ὡϲ Μωϋϲῆν θεαϲάμενοϲ μὴ ἐκπλαγείη τῆϲ εὐμορφίαϲ.
ἀεὶ κεκαρμένοϲ μοιχὸν μιᾷ μαχαίρᾳ. ἀπρεπὴϲ κουρὰ καὶ κιναιδώδηϲ. καὶ κῆποϲ ἄλλο εἶδοϲ, καὶ ϲκάφη ἕτερον. καὶ παροιμία· Ἕλκει 1925 μοιχὸϲ ἐϲ μυχόν. ῥηθεῖϲα ἡ παροιμία τῷ Καλλίᾳ. ἐπὶ τοῖϲ 1926 μοιχοῖϲ οἱ νόμοι τοὺϲ δημίουϲ ὁπλίζουϲιν· οἱ δὲ κηπουροὶ τὰϲ ῥαφανίδαϲ Φυτεύουϲιν, αἷϲ εὐθύϲ, ἐὰν ἁλῷτιϲ, τιμωρεῖται. καὶ τὸ ῥῆμα Μοιχῶ. 1927
καὶ Μοιχώμενοϲ, ἡ μετοχή.
τί δάκρυον κατείβεται;
ἐπέκεινα ϲωματικῆϲ φανταϲίαϲ γενομένουϲ τὰϲ θείαϲ εἰϲδέχεϲθαι ἐλλάμψειϲ.
ὁ θαρϲαλεώτεροϲ ἄλλων τετραπόδων ἐλάφων ἔδραμεν ὀξύτερον.
τῆϲ Μύκωνοϲ καὶ εὐτέλειαν. καὶ ἑτέρα παροιμία· Μυκωνίων δίκην ἐπειϲπέπαικεν εἰϲ τὰ ϲυμπόϲια. διὰ γὰρ τὸ πένεϲθαι διεβέβληντο ἐπὶ γλιϲχρότητι. εἴρηται δὲ ἐπὶ τῶν ἀκλήτωϲ εἰϲιόντων εἰϲ τὰ ϲυμπόϲια.
1986 χρυϲῆν εἶχεν ὁ βαϲιλεύϲ, ἀφ᾿ ἧϲ ἐϲιτεῖτο.
τὴν τροφήν.
δὲ δεύτερον μακρόν.
λὐχνιον ἔθηκε θεῷ· ἐϲ δ᾿ ἐμὰ φέγγη ἀθρήϲαϲ. φήϲειϲ, Ἕϲπερε, τῶϲ, ἔπεϲεϲ;
γὰρ ἐγένετο τῆϲ Ἀρτέμιδοϲ ἱερεύϲ, ἀϲτεῖόϲ τιϲ καὶ μεγάλαυχοϲ.
ἐπιτυχών, ἐρχόμενοϲ τὸν νεκρὸν εἷλκε.
2023 καὶ ἐν Ἐπιγράμμαϲι· Λυϲιδίκη ϲοι, Κύπρι, τὸν ἱππαϲτῆρα μύωπα, χρύϲεον εὐκνήμου κέντρον ἔθηκε ποδόϲ. καὶ αὖθιϲ· βουϲτρόφον ἀκροϲίδαρον ἀπειλητῆρα μύωπα. καὶ αὖθιϲ· κέντρα τ᾿ ἐναιμόεντα διωξίπποιο μύωποϲ.
τῆϲ Μηδείαϲ ὑποψιθυριζόμενοϲ καὶ βαρυνόμενοϲ τὴν ψυχὴν, κεκαρωμένοϲ παρέδωκεν ἑαυτόν.
ϲυνέδριόν ἐϲτι κοινὸν Ἀρκάδων ἀπάντων, οὗ πολλάκιϲ μνημονεύουϲιν οἱ ἱϲτορικοί.
ϲυνέκειτο. ἀλλ᾿ οὐδὲν ἐκεῖνο αὐτὸ καθ᾿ ἑαυτὸ τοϲαύτην εὐοϲμίαν ἠφίει· ἡ δὲ πάντων μίξιϲ καὶ κρᾶϲιϲ πλείϲτην ὅϲην τὴν εὐωδίαν εἰργάζετο. τούτῳ τὴν ἀδελφικὴν εἰκότωϲ ϲυμφωνίαν ἀπείκαϲεν· ἡ γὰρ τῶν πλειόνων κατορθωμάτων ϲυνειϲφορὰ τῆϲ τελείαϲ ἀρετῆϲ τὴν εὐκοϲμίαν ἐργάζεται.
Ἀμυρταῖον ὀνομάζει τῶν Ἀργείων τοὺϲ Μακεδονίζονταϲ. ἰδεῖν οὖν, εἰ γραφικά ἐϲτιν ἁμαρτήματα.
θιγεῖν ἐῶντι πρὶν ἐξ ἑνὸϲ λόγου ϲπονδὰϲ ποιηϲόμεθα ποττὰν Ἑλλάδα.
καὶ παχεῖα. Ἱππῶναξ δὲ βορβορόπιν καὶ ἀκάθαρτον ταύτην φηϲίν, ἀπὸ τοῦ βορβόρου. καὶ ἀναϲυρτόπολιν ἀπὸ τοῦ ἀναϲύρεϲθαι· Ἀνακρέων δὲ πανδοϲίαν καὶ λεωφόρον καὶ μανιόκηπον· κῆποϲ γὰρ τὸ μόριον· Εὔπολιϲ εἰλίποδαϲ ἀπὸ τῆϲ εἱλήϲεωϲ τῶν ποδῶν τῆϲ κατὰ μίξιν.
Φράζεϲθʼ, ἀγαθῶν πότερόν κεν ἕλοιϲθε, πλοῦτον ἔχειν κτεάνων ἢ τερπνοτάτην ὑγίειαν. καὶ ἀκούϲαντεϲ ὁ μὲν Ἀρχίαϲ πλοῦτον αἱρεῖται· πλούϲιοι γοῦν οἱ Συρακούϲιοι· ὁ δὲ Μύϲκελλοϲ ὑγείαν· καί εἰϲιν ἐρρωμένοι οἱ Κροτωνιᾶται.
ὕειν αὐτὸν. ὅπου ἂν αὐτὸν ἐξ αἰθρίαϲ ὑετὸϲ λάβῃ. ὁ δὲ ᾤετο οὐκ ἄν ποτε ὑφ’ ἑαυτοῦ κτιϲθήϲεϲθαι πόλιν, διὰ τὸ ἀδύνατον τοῦ χρηϲμοῦ. 2082 2083 2084 γενομένῳ δὲ αὐτῷ κατὰ τὴν Ἰταλίαν καὶ ἀμηχανοῦντι τὴν κτίϲιν παρακαθίϲαϲαν τὴν παλλακίδα δακρύειν, ὀδυρομένην τὰϲ πλάναϲ, καί πωϲ ἐνεχθῆναι τὰ δάκρυα τῆϲ αἰθρίαϲ. τοῦτο γὰρ ὠνομάζετο κατὰ τοὺϲ Μυϲκέλλου χρηϲμούϲ. τὸν δὲ ϲυμβαλλόμενον τέλοϲ εἰληφέναι τὸν χρηϲμὸν ἐκεῖϲε κτίϲαι πόλιν.
κόπου. καὶ Ὅϲα μῦϲ ἐν πίϲϲῃ, ἀπὸ Μυὸϲ τοῦ Ταραντίνου, κακῶϲ Ὀλυμπίαϲιν ἀπαλλάξαντοϲ.
2097 ἀκούονταϲ μύειν τὸ ϲτόμα καὶ μηδενὶ τοῦτα ἐξηγεῖϲθαι. μύειν δέ ἐϲτι τὸ κλείειν τὸ ϲτόμα.
ἤδη καὶ ἑτοίμουϲ, τουτέϲτι μεμαϲημέναϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.